- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:3.14-4.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯论述了第一哲学的有用性及其研习次序,阐释了流传的诸篇名(如《智慧》、《第一哲学》、《形而上学》等)的由来。随后他说明了围绕欧德谟的成书与文本损补历史,以及关于总卷数和大阿尔法篇作者归属的异说。
τὰ μὲν γὰρ ἄλλα ζῷα ἔλαχον τὴν φρόνησιν ταύτην πρὸς τὰς βιωτικὰς διαγωγάς, ἵνα σώζωνται καὶ τρέφωνται, οἱ δὲ ἄνθρωποι καὶ πρὸς τὰς βιωτικὰς διαγωγὰς ἔσχον τὰς μαθήσεις καὶ πρὸς τὸ νοερὸν αὐτό. ἐὰν γὰρ γνῶμεν ὅτι τοιόνδε σχῆμα φυλάττει οὗτος ὁ ἀστὴρ πρὸς τοῦτον τὸν ἀστέρα πως, οὐδὲν ἡμῖν συμβάλλεται πρὸς τὰς βιωτικὰς ἀγωγάς· ὁμοίως καὶ ἐπὶ ἄλλων πλείστων. καὶ ταῦτα μὲν ὅτι χρήσιμος ἡ παροῦσα πραγματεία. Ἡ δὲ τάξις προφανὴς ἐκ τῶν τῇ προτεραίᾳ ῥηθέντων. ἐπεὶ γὰρ ἡ μὲν φύσις ἄρχεται ἀπὸ τῶν τελειοτέρων, ἡμῖν δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν ἀσύμμετρόν ἐστι τὸ εὐθέως τοῖς τελειοτέροις προσβάλλειν, ἀγαπῶμεν πρότερον ἀπὸ τῶν τῇ φύσει ὑστέρων καὶ τῶν ἀτελῶν ἄρξασθαι καὶ οὕτως δραμεῖν ἐπὶ τὰ τέλεια. ἐπεὶ οὖν ἐν τοῖς Φυσικοῖς περὶ τῶν ἀτελῶν διελέχθη, ἐνταῦθα δὲ περὶ τῶν τελείων, εἰκότως ὡς πρὸς ἡμᾶς τελευταία ἐστὶν ἡ παροῦσα πραγματεία. ἰστέον δὲ ὅτι ἐπιγράφεται καὶ Σοφία καὶ Φιλοσοφία καὶ Πρώτη φιλοσοφία καὶ Μετὰ τὰ φυσικά, ἐπειδὴ πρότερον διαλεχθεὶς περὶ τῶν φυσικῶν ἐν ταύτῃ τῇ πραγματείᾳ διαλέγεται περὶ τῶν θείων· διὰ τὴν τάξιν οὖν ἔλαχε τὴν προσηγορίαν. Σοφία δὲ οἱονεὶ σάφειά τις οὖσα· τὰ γὰρ θεῖα σαφῆ καὶ φανερώτατα· περὶ γὰρ θείων διαλέγεται. τούτου χάριν εἶπε Σοφίαν. ἀμέλει τοι καὶ ἐν τῇ Ἀποδεικτικῇ φησιν ‘ὡς εἴρηταί μοι ἐν τοῖς περὶ σοφίας λόγοις’· ἡ γὰρ ἀναποδείκτοις ἀρχαῖς χρωμένη ἐπιστήμη σοφία ἐστί. Πρώτην δὲ φιλοσοφίαν, ἐπεὶ περὶ τῶν πρώτων αἰτιῶν καὶ ἀρχῶν ἀναποδείκτων διαλέγεται. Φιλοσοφία δὲ διότι κυριωτάτη καὶ μάλιστα φιλοσοφία ἡ ἐν θεωρίᾳ τε καὶ τῇ τῶν ὄντων γνώσει, εἴγε ἡ μὲν φιλοσοφία κυρίως περὶ τὰ δι’ ἑαυτὰ αἱρετὰ καὶ οὐ δι’ ἄλλα, μόνη δὲ ἡ τῶν ἀρίστων θεωρία δι’ ἑαυτὴν αἱρετή. καὶ θεολογίαν δὲ καλοῦσιν αὐτήν, ἐπεὶ αἱ τῶν ὄντων ἀρχαὶ καὶ τὰ τῶν ὄντων αἴτια τὰ πρῶτα καὶ τελειότατα μάλιστά τε ὄντα θεῖα, περὶ ὧν ἐνταῦθα θεωρεῖ. Ὁ δὲ τρόπος τῆς συντάξεως, ὅτι ἔστιν ἡ παροῦσα πραγματεία οὐχ ὁμοίως ταῖς ἄλλαις ταῖς τοῦ Ἀριστοτέλους συγκεκροτημένη,1 οὐδὲ τὸ εὔτακτόν τε καὶ συνεχὲς ἔχειν δοκοῦσα, ἀλλὰ τινὰ μὲν λείπειν ὡς πρὸς τὸ συνεχὲς τῆς λέξεως, τὰ δὲ ἐξ ἄλλων πραγματειῶν ὁλόκληρα μετενηνέχθαι καὶ πολλάκις τὰ αὐτὰ λέγειν. ἀπολογοῦνται δὲ ὑπὲρ τούτου καὶ καλῶς ἀπολογοῦνται, ὅτι γράψας τὴν παροῦσαν πραγματείαν ἔπεμψεν αὐτὴν Εὐδήμῳ τῷ ἑταίρῳ αὐτοῦ τῷ Ῥοδίῳ, εἶτα ἐκεῖνος ἐνόμισε μὴ εἶναι καλόν, ὡς ἔτυχεν, ἐκδοθῆναι εἰς πολλοὺς τηλικαύτην πραγματείαν. ἐν τῷ οὖν μέσῳ χρόνῳ ἐτελεύτησε καὶ διεφθάρησάν τινα τοῦ βιβλίου· μὴ τολμῶντες δὲ προσθεῖναι οἴκοθεν οἱ μεταγενέστεροι διὰ τὸ πολὺ πάνυ λείπεσθαι τῆς τοῦ ἀνδρὸς ἐννοίας μετήγαγον ἐκ τῶν ἄλλων αὐτοῦ πραγματειῶν τὰ λείποντα ἁρμόσαντες, ὡς ἦν δυνατόν. οὐ μὴν ἀλλὰ καὶ ἐν τούτοις σωζομένην εὕροι ἄν τις τὴν τῶν λεγομένων ἀκολουθίαν. Εἶτα λοιπὸν δεῖ εἰπεῖν καὶ περὶ τοῦ μεγάλου ἄλφα καὶ περὶ τοῦ μικροῦ ἄλφα. εἰδέναι τοίνυν χρὴ ὅτι δεκατέσσαρα βιβλία ἔγραψεν ὁ Ἀριστοτέλης ἐν τῇ παρούσῃ πραγματείᾳ· μέχρι γὰρ τοῦ ν στοιχείου ἔγραψε καὶ αὐτοῦ.2 τινὲς δὲ εἰρήκασιν ὅτι δεκατρία· τὸ γὰρ μεῖζον ἄλφα περὶ οὗ νῦν πρώτως διαλέγεται, οὔ φασιν εἶναι αὐτοῦ, ἀλλὰ Πασικλέους, τοῦ υἱοῦ Βοήθου τοῦ ἀδελφοῦ Εὐδήμου τοῦ ἑταίρου αὐτοῦ.
因为其他动物获得这种明智是为了生计的操持,以便得以保全并获得给养,而人类获得诸学问既是为了生计的操持,也是为了理智本身。因为如果我们知晓这一星体与那一星体以某种方式保持着如此这般的构形,这对我们的生计操持毫无贡献;在其他极多事物上亦同样如此。关于本论著是有用的,就谈这些。其次序从昨日所谈的内容来看是显而易见的。因为自然是从更完满的事物开始,而对我们而言,由于我们自身的软弱,立刻着手研究更完满的事物是不相称的,所以我们乐于先从本性上后起的事物以及不完满的事物开始,并以此方式奔向完满的事物。既然他在《物理学》中讨论了不完满的事物,而在此处讨论完满的事物,那么就我们而言,本论著理所当然处于最后。应当知晓的是,它也被冠以《智慧》、《哲学》、《第一哲学》以及《物理学之后》的题名,因为在先前讨论了物理事物之后,他在这部论著中讨论神圣事物;因此由于次序的缘故它获得了这一称呼。又称《智慧》,因为它仿佛是某种“明晰性”;因为神圣事物是明晰且最显著的;事实上他正在讨论神圣事物。为此缘故他说了“智慧”。确实,在《后分析篇》中他也说“正如我在论智慧的言论中所说的那样”;因为运用不可证明之原理的科学就是智慧。又称《第一哲学》,因为他讨论的是第一原因和不可证明的原理。又称《哲学》,乃是因为处于理论观照以及关于存在者的知识之中的,是最本真且最为名副其实的哲学,既然哲学本真地是关于因其自身而非因他物而值得选择的事物,而唯独对至善之物的理论观照是因其自身而值得选择的。人们也称它为《神学》,因为存在者的原理和存在者的第一且最完满的原因是最为神圣的存在者,他在此处观照的正是它们。至于编排的体例,则在于本论著并非像亚里士多德的其他论著那样组织起来,也未显出具有整饬与连续性,而是在文句的连续性方面有所欠缺,且有些部分是从其他论著中全篇移植而来的,并且常常重复相同的内容。人们对此作出了辩护,而且辩护得很出色:亚里士多德在撰写了本论著之后,将它送给了他在罗德岛的同伴欧德谟,随后欧德谟认为,将如此重大的论著贸然公开发行给众人是不妥的。于是在其间的岁月里他去世了,书稿的一部分损毁了;后世之人因其思力远远不及该作者,不敢凭己意增补,便从他的其他论著中移植了缺失的部分,尽可能予以接榫配合。虽然如此,人们在这些篇章中仍能发现所言之事的连贯性得以保全。然后,最后还必须谈论大阿尔法篇和小阿尔法篇。因此应当知晓,亚里士多德在本论著中共写了十四卷;因为他一直写到了字母Nu本身。但有人曾说有十三卷;因为他们声称,如今首先讨论的大阿尔法篇不是他的,而是属于帕西克勒斯,即他的同伴欧德谟的兄弟波埃托斯的儿子。
- 1.2Ὁ δὲ τρόπος τῆς συντάξεως, ὅτι ἔστιν ἡ παροῦσα πραγματεία οὐχ ὁμοίως ταῖς ἄλλαις ταῖς τοῦ Ἀριστοτέλους συγκεκροτημένη
主格短语 Ὁ δὲ τρόπος τῆς συντάξεως 是引出主题的悬空主格(nominativus pendens),后随的整个 ὅτι 从句(“本论著……这一情况”)对该主题作同位语式的补充说明。在从句内部,由完成时分词迂回式组合 ἔστιν ... συγκεκροτημένη 与分词 δοκοῦσα 构成核心谓词,并统摄后随的一连串不定式(λείπειν、μετενηνέχθαι、λέγειν)以列举体例上的具体欠缺。
- 1.2μέχρι γὰρ τοῦ ν στοιχείου ἔγραψε καὶ αὐτοῦ
短语 καὶ αὐτοῦ 与介词补足语 τοῦ ν στοιχείου 连用,具有强调和包含的作用,意为“乃至字母 Nu 本身(含Nu)”。它强调亚里士多德一直撰写到了希腊字母顺序第十三位的 Nu(计入大小两个阿尔法篇即为现行的第十四卷/N卷)。
