- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:398.14-399.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段针对亚里士多德关于技术生成的论述(1032a32–1032b15)进行阐释,指出在技术生成中,形式(本质)预先存在于工匠的灵魂之中,作为缺失的疾病亦通过对立的健康形式得以认知,且整个生成过程由逆推的“思考”与顺推的“制作”这两个阶段构成。
" Ἀπὸ τέχνης δὲ γίνεται, ὅσων τὸ εἶδος ἐν τῇ ψυχῇ." Φησὶν ὅτι τῶν γινομένων ὑπὸ τέχνης τὰ εἴδη ἐν τῷ τεχνίτῃ ὑπάρχουσιν. ἔχων γὰρ τὸ εἶδος τοῦ ἀβακίου ἐν ἑαυτῷ ὁ τέκτων, οὕτως ποιεῖ τὸ ἀβάκιον· ὁμοίως δὲ καὶ ὁ οἰκοδόμος τοῦ οἴκου, καὶ ὁ ἰατρὸς τῆς ὑγείας, ὅτι συμμετρία ἐστὶν ὁμοιομερῶν καὶ ὀργανικῶν. εἶδος δὲ λέγω τὸ τί ἦν εἶναι ἑκάστου, τουτέστιν αὐτὸ τὸ ἄυλον εἶδος, ἐξ οὗ καὶ τὸ ἔνυλον χαρακτηρίζεται· καὶ οἱ ὁρισμοὶ γὰρ κατὰ τὰ εἴδη λαμβάνονται. εἶτα ἵνα μήτις εἴποι πρὸς αὐτὸν ὅτι τί οὖν καὶ τοῦ ἐναντίου οὐκ ἔστιν ὁ ἰατρός, οἷον τῆς νόσου, φησὶν ὅτι καὶ τῶν ἐναντίων τρόπον τινὰ τὸ αὐτό ἐστιν εἶδος· τῆς γὰρ στερήσεώς ἐστιν οὐσία ἡ ἀντικειμένη οὐσία,1 οἷον ὑγεία νόσου· κατὰ γὰρ τὴν ἀπουσίαν τῆς ὑγείας δηλοῦται ἡ νόσος, ἡ δὲ ὑγεία ἐστὶν ὁ λόγος αὐτὸς ὁ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ. γίνεται δὲ ὑγεία ἐκ νόσου τοῦτον τὸν τρόπον· ἐπειδὴ τόδε ἐστὶν ἡ ὑγεία, ἡ ὁμαλότης τοῦ σώματος, εἰ τύχοι, ἀνάγκη ἐστίν, εἰ μέλλοι ὑγιάζεσθαι τὸ ζῷον, τοδὶ ὑπάρξαι, οἷον ὁμαλότητα, ἵνα μὴ ᾖ ἀνωμαλία τῶν χυμῶν. εἰ δὲ τοῦτο, δεῖ θερμότητος πρὸς τὸ ὁμαλῦναι· καὶ οὕτως ἀεὶ νοεῖ ὁ ἰατρός, ἕως ἂν ἀγάγῃ εἰς τοῦτο, ὅπερ αὐτὸς δύναται ἔσχατον ποιεῖν, τουτέστι τὸ φάρμακον, ὃ μέλλει διδόναι καὶ ὑγιάζειν. εἶτα λοιπὸν ἡ ἀπὸ τοῦ ἰατροῦ κίνησις ἐπὶ τὸν κάμνοντα ποίησις καλεῖται. ὥστε συμβαίνει τρόπον τινὰ τὴν ὑγείαν ἐξ ὑγείας γίνεσθαι † τοῦ * * * καὶ τοῦ λόγου τοῦ ἐνύλου τοῦ ἐν τῷ κάμνοντι· ὁμοίως δὲ καὶ τὴν οἰκίαν ἐξ οἰκίας γίνεσθαι 〈τῆς〉 ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην·2 ὁ γὰρ λόγος τῆς οἰκίας ἄυλος ὑπάρχει ὁ ἐν τῷ οἰκοδόμῳ. ἡ γὰρ ἰατρική ἐστι καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς ὑγείας καὶ τῆς οἰκίας. λέγω δή, φησίν, οὐσίαν ἄνευ ὕλης τὸ τί ἦν εἶναι, τουτέστι τὸν λόγον τῆς ὑγείας καὶ τῆς οἰκίας.
“而出于技术的,是那些其形式在灵魂之中的事物。” 他说道,依技术生成的事物的形式存在于工匠之中。因为木匠将小几的形式存诸自身,便如此制作小几;同样地,建筑师也具有房屋的[形式],医生具有健康的[形式],即同质部分与器官部分的相称比例。而我所谓的“形式”是指每个事物的“何其所是”(本质),亦即非质料的形式本身,具质料的形式也是由此得到表征的;因为定义也是依照形式得出的。接着,为了不使有人对他说“那么为什么医生不同时也是相反者即疾病的医生呢”,他说道,对于相反者,在某种方式上形式也是同一个;因为缺失的实体就是与其对立的实体,如健康对于疾病;因为疾病是依据健康的缺位来显明的,而健康正是医生灵魂之中的理路本身。健康由疾病生成乃是依循这种方式:既然健康是这个,例如碰巧是身体的均齐,那么若动物将要恢复健康,必然要存在这个,即均齐,以使体液不发生不均。而如果是这个,便需要热以达到均齐;医生就总是这样思考,直至他将其推导至这一步,即他自己最终所能做的事情,亦即他将要给予并治愈病患的药物。此后,从医生施加于病人的运动便被称为“制作”。因此在某种方式上发生的是健康从健康中生成,[从无质料的健康中]在病人身上的具质料的理路生成;同样地,具有质料的房屋也从无质料的房屋中生成;因为建筑师心中房屋的理路是非质料地存在的。医术和建筑术正是健康和房屋的形式。因此他说道,我所谓无质料的实体就是本质,亦即健康和房屋的理路。
"Τῶν δὲ γενέσεων καὶ κινήσεων." Φησὶν ὅτι τῶν γενέσεων καὶ τῶν κινήσεων ἡ μὲν καλεῖται νόησις, ἡ δὲ ποίησις,3 ἡ μὲν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἴδους (τουτέστιν ὁ λόγος ὁ ἐν τῷ ποιοῦντι) νόησις, ἡ δὲ ἀπὸ τοῦ τελευταίου τῆς νοήσεως ἀρχομένη ἀπὸ τοῦ τεχνίτου περὶ τὸ ὑποκείμενον ποίησις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων γίνεται, οἷον εἰ 〈ὑγιανεῖ〉, δεῖ ὁμαλυνθῆναι. τί οὖν ἐστι τὸ ὁμαλυνθῆναι; τὸ γενέσθαι τρῖψιν, εἰ τύχοι. τοῦτο δέ ἐστιν, εἰ θερμανθήσεται· τοῦτο δέ ἐστι τοδί. ὑπάρχει δὲ τῳδὶ δυνάμει, τουτέστι τῷ φαρμάκῳ ὑπάρχει δυνάμει ἡ θερμότης· ἀρχόμενον γὰρ θερμαίνει. τοῦτ’ οὖν ἐπ’ αὐτῷ ἐστι τῷ βοηθήματι. τὸ οὖν ποιοῦν, ὅθεν ἄρχεται ἡ κίνησις τοῦ ὑγιαίνειν, ἂν μὲν ἀπὸ τέχνης γένηται, τὸ εἶδός ἐστι τὸ ἐν τῇ ψυχῇ (ἔχων γὰρ τὸν λόγον τῆς ὑγείας ὁ ἰατρὸς οὕτως ποιεῖ τὴν ὑγείαν)· ἐὰν δὲ ἀπὸ ταὐτομάτου γένηται ἡ ὑγεία, ἀπὸ τοῦ λόγου γίνεται, ἀφ’ οὗ καὶ ὁ τεχνίτης ἄρχεται ποιεῖν, τουτέστιν ἀπὸ θερμότητος· γίνεται γὰρ τρῖψις, καὶ ἐντεῦθεν θερμότης ἐπανίσταται αὐτῇ καὶ κολάζει τὸ ψυχρὸν αἴτιον, εἰ τύχοι, τοιοῦτον ὄν, καὶ γίνεται ὁμαλότης, καὶ ἐντεῦθεν ἐπανάζευξις ἐπὶ τὸ κατὰ φύσιν. διό φησιν ὥσπερ καὶ ἐν τῷ ἰατρεύειν ἴσως ἀπὸ τοῦ θερμοῦ ἡ ἀρχή· τοῦτο δὲ ποιεῖ τῇ τρίψει.
“而在生成和运动之中。” 他说道,在生成和运动之中,一种被称为“思考”,另一种被称为“制作”:那出自本原与形式(亦即制造者心中的理路)的是思考,而那始于思考的终点、由工匠施加于底层主体的是制作。在其他情况下也是同样如此:例如如果[病患将要恢复健康],就必须被均齐化。那么均齐化是什么呢?如果碰巧的话,就是进行摩擦。而这在于:如果他变暖了;而这就是此物。并且此物潜能地具备[热],亦即药物潜能地具备热;因为在开始时它能致热。因此这取决于该辅助救治手段本身。所以,使健康恢复的运动从之出发的制造者,如果出于技术,就是灵魂之中的形式(因为医生具有健康的理路,便如此制造健康);但如果健康是出于自发性而生成的,它就是从工匠也据以开始制作的那一理路生成的,亦即从热生成的;因为摩擦发生了,热便由此自身产生并克制了那致病的寒凉起因(如果碰巧是这样的话),于是均齐得以产生,并由此回复到依自然的状态。为此他说道,正如在医疗中一样,本原或许是从热开始的;而他是通过摩擦来制造这点的。
- 7.32τῆς γὰρ στερήσεώς ἐστιν οὐσία ἡ ἀντικειμένη οὐσία
带定冠词的 ἡ ἀντικειμένη οὐσία(“对立的实体”)为主语,不带冠词的 οὐσία 为表语,τῆς στερήσεως 为修饰表语 οὐσία 的属格:“因为缺失的实体就是与其对立的实体”。此处表明缺失(如疾病)并不具有独立的实体形式,而只能通过其对立的积极实体(健康)来规定。
- 7.32ὁμοίως δὲ καὶ τὴν οἰκίαν ἐξ οἰκίας γίνεσθαι 〈τῆς〉 ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην
在由 συμβαίνει 引导的宾格不定式结构(τὴν οἰκίαν ἐξ οἰκίας γίνεσθαι)中,设置了两个起对照作用的修饰成分:由介词 ἐκ 管辖的属格短语 〈τῆς〉 ἄνευ ὕλης(“从无质料的[房屋]”),以及对不定式主语 τὴν οἰκίαν 起限定同位语作用的宾格短语 τὴν ἔχουσαν ὕλην(“[产生出]具有质料的[房屋]”)。
- 7.33ἡ μὲν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἴδους (τουτέστιν ὁ λόγος ὁ ἐν τῷ ποιοῦντι) νόησις, ἡ δὲ ἀπὸ τοῦ τελευταίου τῆς νοήσεως ἀρχομένη ἀπὸ τοῦ τεχνίτου περὶ τὸ ὑποκείμενον ποίησις
该句紧承前一句 τῶν γενέσεων καὶ τῶν κινήσεων ἡ μὲν καλεῖται νόησις, ἡ δὲ ποίησις(“一种被称为思考,另一种被称为制作”),承前省略了动词 καλεῖται 或 ἐστί。两肢分别由带有介词短语的主语(ἡ μὲν... / ἡ δὲ...)和表语(νόησις / ποίησις)构成严整的对照。括号中的 τουτέστιν ὁ λόγος 是对 τοῦ εἴδους 的解释性重述,以解释性的主格形式插入。
