← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§397.3-398.13

生成的三种方式与三种原因的作用

依据《形而上学》卷Z第7章开篇(1032a12),阿斯克勒庇俄斯解释了生成的三种方式(依自然、依技术、出于自发性与偶然)以及质料因、形式因、动力因的作用,并举例说明了自然与技术中目的与偶然的运作方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.31

" Τῶν δὲ γινομένων τὰ μὲν φύσει γίνονται, τὰ δὲ τέχνῃ." Καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, σκοπὸν ἔχει διαλεχθῆναι περὶ τῆς ἀύλου καὶ κυρίως οὐσίας. ἐπεὶ δὲ ἡ αἰσθητὴ φανερά ἐστι μᾶλλον, πρότερον διαλέγεται περὶ αὐτῶν. αὗται δὲ πᾶσαι ἢ ὑπὸ φύσεως γίνονται ἢ ὑπὸ τέχνης ἢ ἀπὸ τοῦ αὐτομάτου. φησὶν οὖν ὅτι τῶν γινομένων τὰ μὲν φύσει γίνονται, τὰ δὲ τέχνῃ, τὰ δὲ ἀπὸ τοῦ αὐτομάτου. πάντα δὲ τὰ γινόμενα ἔχουσι καὶ ποιητικὸν αἴτιον καὶ ὑλικὸν καὶ εἰδικόν. διὰ μὲν γὰρ τὸ ὑπό τινος τὸ ποιητικόν, διὰ δὲ τὸ ἔκ τινος τὸ ὑλικόν, διὰ δὲ τὸ τὶ τὸ εἰδικὸν ἐδήλωσε. διὸ καὶ ἐπήγαγε λέγων τὸ δὲ τὶ λέγω καθ’ ἑκάστην κατηγορίαν· ἢ γὰρ οὐσία ἐστὶ τὸ γινόμενον, οἷον ἄνθρωπος ἢ ἀβάκιον, ἢ ποσὸν μέγεθος, τουτέστιν αὔξησις, ἢ ποιόν, καθ’ ὅ φαμεν ὅτι γέγονε λευκόν. αἱ τοίνυν γενέσεις, φησίν, αἱ φυσικαὶ αὗταί εἰσιν, ὧν ἡ γένεσίς ἐστιν ἐκ φύσεως. τὸ γὰρ σπέρμα καὶ τὸ καταμήνιον δημιουργούμενον ὑπὸ τῆς φύσεως οὕτω παράγεται, καὶ γίνεται ἄνθρωπος. τὸ δὲ ἐξ οὗ γίνεται, ἣν λέγομεν ὕλην·1 τὸ δὲ ὑφ’ οὗ τῶν φύσει ὄντων·2 τὸ δὲ τὶ φυσικὰ ὑπάρχουσι τὰ ὑπὸ φύσεως γινόμενα εἴδη, οἷον ἄνθρωπος ἢ φυτὸν ἤ τι ἄλλο τῶν τοιούτων, ἅτινα εἴδη κυρίως μάλιστα λέγομεν εἶναι οὐσίας· ἕκαστον γὰρ τῶν πραγμάτων κατὰ τὸ εἶδος τὸ ἑαυτοῦ χαρακτηρίζεται. ἅπαντα δέ, φησί, τὰ γινόμενα εἴτε ὑπὸ φύσεως εἴτε ὑπὸ τέχνης ἔχουσιν ὕλην· δυνατὸν γὰρ καὶ γενέσθαι ἄνθρωπον καὶ μὴ γενέσθαι, καὶ πάλιν τὸν οἶκον ὡσαύτως, τὸ δὲ δυνάμει τοῦτο ὕλη ἐστίν· ὥστε πάντα τὰ γινόμενα ἔχουσιν ὕλην. φησὶν οὖν ὅτι ἐπὶ τῶν φυσικῶν πραγμάτων καὶ τὸ ὑλικὸν αἴτιον καὶ τὸ ποιητικὸν καὶ τὸ εἰδικὸν φύσει ἐστί. τὸ γὰρ γινόμενον ἔχει φύσιν τὴν φροντίζουσαν αὐτοῦ, οἷον τὸ φυτὸν καὶ τὸ ζῷον, καὶ ὑφ’ οὗ ἡ κατὰ τὸ εἶδος λεγομένη φύσις3 ἡ ὁμοειδὴς τῷ ποιοῦντι· αὕτη δέ ἐστιν ἐν ἄλλῳ, οἷον, εἰ τύχοι, ἐν τῷ πατρί· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ. οὕτως μὲν οὖν, φησί, γίνεται τὰ γινόμενα διὰ τὴν φύσιν, αἱ δὲ ἄλλαι γενέσεις οὐ κυρίως λέγονται εἶναι γενέσεις, ἀλλὰ μᾶλλον ποιήσεις. ἐπειδὴ δὲ τὸ γεννᾶν ἐπὶ μόνης φύσεως λέγεται, εἰκότως καὶ γένεσις ἐπ’ αὐτῶν, ἐπὶ δὲ τῶν ἄλλων οὐ λέγεται τὸ γεννᾶν· οὐ γὰρ λέγεται γεννᾶν ὁ οἰκοδόμος τὸν οἶκον, ἀλλὰ ποιεῖν αὐτὸν λέγεται. πάλιν τοίνυν αἱ ποιήσεις ἢ ἀπὸ τέχνης ὑπάρχουσιν, ὥσπερ ὑγίεια ἀπὸ ἰατρικῆς, ἢ ἀπὸ δυνάμεως, ὥσπερ λέγομεν ὅτι ἀπὸ τοῦ θερμοῦ γέγονεν ὁ ἱδρώς, ἢ διανοίας, ὅτι χειμῶνος γέγονεν ἡ ναυμαχία. τούτων δέ φησί τινα γίνεσθαι καὶ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης παραπλησίως, ὥσπερ καὶ ἐν τοῖς ὑπὸ φύσεως γινομένοις, ὡς ἡνίκα ἐλέγομεν ὅτι ὁ λίθος ὁ κατελθὼν καὶ γενόμενος ἐπιτήδειος πρὸς καθέδραν ἐκ ταὐτομάτου γέγονεν, ὑπὸ φύσεως μὲν ἐνεχθεὶς ἐπὶ τὸ κάτω, οὐ διὰ τοῦτο δὲ ἐνεχθείς, διὰ τὸ γενέσθαι αὐτὸν ἐπιτήδειον πρὸς καθέδραν· ἀλλὰ τοῦτο ἐκ ταὐτομάτου γέγονε. καὶ πάλιν ὁ δεῖνα ὀρύττων περιέτυχε θησαυρῷ κατὰ τύχην· οὐ γὰρ διὰ τοῦτο ὤρυττεν. οὕτως οὖν, φησί, γίνεται καὶ ἐν τοῖς κατὰ τέχνην· πολλάκις γὰρ τοῦ ἰατροῦ μὴ ὑγιάσαντος τρῖψις ἐγένετο τῶν ποδῶν τοῦ κάμνοντος, καὶ ἐντεῦθεν θερμότης ἐκινήθη, καὶ ἔδρασεν εἰς τὰ ἐνοχλοῦντα αἴτια καὶ ἔπαυσε τὴν νόσον, τῆς τρίψεως μὴ γεγονυίας διὰ τοῦτο. καὶ ἐπὶ τῆς φύσεως οὖν γίνονται, φησίν, ἔνια καὶ ἐκ σπέρματος, ὥσπερ ἄνθρωποι καὶ ἵπποι, καὶ ἄνευ σπέρματος, ὥσπερ σκώληκες καὶ πάντα τὰ ὑπὸ σήψεως γινόμενα, καὶ πόαι ὑπὸ τῆς καθόλου φύσεως, ὥσπερ αἱ βοτάναι. περὶ μὲν οὖν τούτων, φησίν, ὕστερον ἐροῦμεν· προϊὼν δὲ ἐρεῖ πολλὰ περὶ αὐτῶν.

“在生成的事物中,有些依自然而生成,有些则依技术而生成。” 正如我们在通论中所说,他的意图在于探讨非质料的、严格意义上的实体。但既然感觉实体更为显明,他便先探讨它们。而这些全部要么依自然生成,要么依技术生成,要么由自发性生成。于是他说道,在生成的事物中,有些依自然生成,有些依技术生成,有些则由自发性生成。并且所有生成的事物都具有动力因、质料因和形式因。因为通过“由某物”他表明了动力因,通过“出于某物”表明了质料因,通过“某一确定之物”表明了形式因。为此他也接着说道:“而我所谓的‘某一确定之物’是依各个范畴而言的;因为生成的事物要么是一个实体,如人或写字板,要么是大小方面的量,亦即生长,要么是性质,依照性质我们说它‘变白了’。”因此他说道,自然生成就是那些其生成出于自然的生成。因为精液和经血由自然所制作,便是如此被产生出来的,从而人便生成了。而它从之生成的东西,就是我们所称的质料;它由之生成的东西[动力因]则属于依自然而存在之物;而“某一确定之物”则是依自然生成的自然形式,如人或植物或其他诸如此类的事物,我们说这些形式最严格地说是实体;因为每个事物都依照它自身的形式而被刻画表征。并且他说道,一切依自然或依技术生成的事物都具有质料;因为一个人有可能生成也有可能不生成,房屋也是同样如此,而这个处于潜能状态的东西就是质料;从而所有生成的事物都具有质料。因此他说道,在自然事物上,质料因、动力因和形式因都是依自然的。因为生成的事物,如植物和动物,具有照料它的自然,而它由之生成的东西[动力因]则是依照形式被言说的自然,它与制造者是同种的;而这存在于另一个之中,例如碰巧在父亲之中;因为人产生人。因此他说道,因自然而生成的事物便是如此生成的,而其他的生成并不严格地被称为生成,而是宁可被称为制作。既然“生育”仅依自然而被言说,理所当然地生成也依它们[自然事物]而被言说,而对其他事物则不说“生育”;因为建筑工并不被称为生育房屋,而是被称为制造房屋。再者,制作要么出于技术,如同健康出于医术,要么出于潜能,如同我们说汗水出于热,要么出于思想,如同冬日里发生了海战。而他说道,在这些事物中,也有某些事物以类似的方式出于自发性和出于偶然生成,正如在依自然生成的事物中一样,例如当我们说那块掉下来且适合用作座位的石头是出于自发性生成的一样:它依自然向下移动,但并不是为了成为适合的座位而移动的;相反,这是出于自发性生成的。再如某人挖掘时偶然发现了宝藏;因为他并不是为了这个缘故而挖掘的。因此他说道,在依照技术的事物中也是如此生成的;因为许多时候尽管医生没有治愈,患者的脚遭到了摩擦,热由此被引发,作用于致病的起因并消除了疾病,而擦脚并不是为此目的而发生的。于是他说道,在自然中,有些事物既从种子生成,如人和马,也有些事物没有种子而生成,如蛆虫和一切因腐败而生成的事物,还有由普遍自然生成的草类,如野草。因此他说道,关于这些事物我们稍后再谈;而在后文推进中他将就它们论述许多内容。

语法注3 条
  1. 7.31τὸ δὲ ἐξ οὗ γίνεται, ἣν λέγομεν ὕλην

    关系代名词ἣν在性与格上被从句内的表语名词ὕλην同化(吸引),而非遵循中性的先行词短语τὸ ἐξ οὗ γίνεται。整个结构是注解者将亚里士多德原文中的介词短语依次对应解释为质料因、动力因和形式因的名词性对比句之一。

  2. 7.31τὸ δὲ ὑφ’ οὗ τῶν φύσει ὄντων

    省略系词ἐστί的句式。主语是带冠词的介词短语τὸ ὑφ' οὗ(“它由之生成的东西”,即动力因),而属格短语τῶν φύσει ὄντων充当表语性属格,表示所属(“属于依自然而存在的事物”)。

  3. 7.31καὶ ὑφ’ οὗ ἡ κατὰ τὸ εἶδος λεγομένη φύσις

    此处同样省略了动词ἐστί。介词短语ὑφ' οὗ被实体化,表示动力因(“由之产生者”),并与主语/表语ἡ κατὰ τὸ εἶδος λεγομένη φύσις(“依形式被言说的自然”)相连接。紧接着的句首αὕτη δέ ἐστιν ἐν ἄλλῳ即指代作为动力因的这种形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:397.3-398.13