- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:395.15-397.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了1031b28–1032a6,论证了在单纯实体中无论是否赋予名称,若是将事物与其是其所是分离开都会导致无穷后退,由此确立了它们在形式实体中的同一性,并处理了有关偶性的诡辩难题。
" Ἄτοπον δ’ ἂν φανείη κἂν εἴ τις ἑκάστῳ ὄνομα θεῖτο τῶν τί ἦν εἶναι." Φησὶν ὅτι κἂν ὑποθώμεθα τὸ τί ἦν εἶναι ὄνομα ἔχειν τι, οἷον λίθον ἤ τι ἄλλο τοιοῦτον, ἄτοπόν ἐστι τὸ χωρίζειν ἐπὶ τῶν ἁπλῶν οὐσιῶν τὸ τόδε εἶναι τοῦ τῷδε εἶναι. εἰ γὰρ κεχώρισται καὶ ἔστιν αὐτοῦ ἀλλότριον, ἐπειδὴ οὐσίας ἐστὶ δηλωτικόν, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ἔσται καὶ παρ’ ἐκεῖνο ἄλλο τὸ τί ἦν εἶναι ἵππῳ, τουτέστιν ἕτερος ὁρισμὸς † τοῦ τί ἦν ἄλλο τί ἦν εἶναι, ἐπειδὴ οὐσίας ἐστὶ δηλωτικόν, τῶν δὲ οὐσιῶν ὑπάρχουσιν ὁρισμοί. διό φησι τί ἦν εἶναι ἵππῳ ἕτερον, τουτέστι διάφορον παρὰ τὸ ἐξ ἀρχῆς τί ἦν εἶναι. καίτοι, φησί, τί κωλύει καὶ νῦν ἔνια εἶναι εὐθὺς τί ἦν εἶναι, τουτέστιν ἄνευ ὀνόματος; διὰ γὰρ τοῦ εὐθὺς τὸ ἄνευ ὀνόματος ἐδήλωσε.1 τουτέστι τί κωλύει, κἂν μὴ ὑποθώμεθα ὠνομάσθαι τὸ τί ἦν εἶναι, ἀλλότριον δέ ἐστι τοῦ τόδε εἶναι, καὶ ἔστιν οὐσίας δηλωτικόν, εἶναι καὶ αὐτοῦ ὁρισμόν; καὶ περὶ ἐκείνου ἐρωτήσομεν πάλιν τοῦ τί ἦν εἶναι ‘ταὐτόν ἐστι τῇ οὐσίᾳ ἢ οὐκ ἔστι ταὐτόν’; εἰ μὲν οὖν ταὐτόν ἐστιν, ἔχω τὸ ζητούμενον· εἰ δὲ διάφορον, πάλιν καὶ περὶ ἐκείνου τὰ αὐτὰ ἐρωτήσω, καὶ οὕτως ὁ λόγος ἐπ’ ἄπειρον ἐλεύσεται. δύναται δὲ τὸ καίτοι τί κωλύει καὶ νῦν εἶναι ἔνια εὐθὺς τί ἦν εἶναι οὕτω νοεῖσθαι, ὅτι εἴπερ μὴ ταὐτόν ἐστι τὸ τῷδε εἶναι καὶ τὸ τόδε εἶναι, τί κωλύει τῆς οὐσίας ἐκείνης εὐθὺς γίνεσθαι ὁρισμόν, εἴ γε πάσης οὐσίας ἐστὶν ὁρισμός; διὸ ἐπήγαγε εἴπερ οὐσία τὸ τί ἦν εἶναι, ἑκάστης δὲ οὐσίας ἐστὶν ὁρισμός, ἔσται καὶ τοῦ τί ἦν εἶναι ὁρισμός· καὶ οὗτος ὁ αὐτός ἐστι τοῦ τόδε εἶναι ἢ διάφορος.2 εἰ μὲν οὖν ὁ αὐτός, ἔχω τὸ ζητούμενον· εἰ δὲ μή ἐστιν ὁ αὐτός, πάλιν ἐπὶ ἕτερον ἐλευσόμεθα, καὶ οὕτως ἐπ’ ἄπειρον ὁδεύσομεν. ὥστε οὐ μόνον ἕν ἐστι τὸ τῷδε εἶναι καὶ τὸ τόδε εἶναι, ἀλλὰ καὶ ὁ λόγος αὐτῶν ὁ αὐτός, ὡς δῆλον ἐκ τῶν εἰρημένων. πολλὰ γὰρ ἄτοπα ἐδείξαμεν ἑπόμενα τῷ λόγῳ τῷ ὑποτιθεμένῳ αὐτὰ κεχωρίσθαι ἀπ’ ἀλλήλων. οὔτε γὰρ κατὰ συμβεβηκὸς ἓν τὸ ἑνὶ εἶναι καὶ ἕν, ἀλλὰ καθ’ αὑτό, καὶ μία οὐσία. ἄλλως τε δὴ καὶ ἐπ’ ἄπειρον ὁ λόγος προέρχεται, εἰ ἄλλο ἔσται τὸ τῷδε εἶναι καὶ τόδε εἶναι. ἐπειδὴ 〈γὰρ〉 καὶ τὸ τί ἦν εἶναι οὐσίας ἐστὶ δηλωτικόν, ἔσται αὐτοῦ ὁρισμός· καὶ εἰ μὲν ὁ αὐτός, ἔχω τὸ ζητούμενον· εἰ δὲ διάφορος, καὶ ἐπ’ ἐκείνου ἐρωτῶ, καὶ ἐπ’ ἄπειρον ὁ λόγος προέρχεται. καὶ πάλιν τὸ ἓν ἐπειδὴ οὐσία ἐστίν, ἔσται αὐτοῦ ὁρισμός, καὶ οὗτος ἢ ἀλλότριος ἢ ὁ αὐτός. εἰ μὲν οὖν ὁ αὐτός, ἔχω τὸ ζητούμενον· εἰ δὲ ἀλλότριος, πάλιν ἔσται κἀκείνου ὁρισμός, καὶ οὕτως ἐπ’ ἄπειρον προερχόμεθα. διό φησιν ὥστε καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς ἔσται λόγος.
“即使有人给每个是其所是赋予一个名称,这也显得是荒谬的。” 他说道,即使我们假定是其所是具有某个名称,例如‘石头’或其他诸如此类的名称,在单纯实体上把是这一个与对这一个而言的存在分离开也是荒谬的。因为如果它是被分离的并且对它而言是异己的,既然它是揭示实体的,正如我们在通论中所说的那样,在那一个之外还将存在另一个马的是其所是,亦即存在另一个定义,†即是其所是的另一个是其所是†,既然它是揭示实体的,而实体具有定义。为此他说道,存在另一个马的是其所是,亦即与最初的是其所是不同的[是其所是]。 “然而,”他说道,“现今有什么妨碍某些事物直接就是其所是、亦即没有名称呢?”因为通过‘直接’,他表明了‘没有名称’。亦即:即使我们不假定是其所是被赋予了名称,但它对是这一个而言是异己的并且揭示实体,有什么妨碍它自身也具有定义呢?而且关于那一是其所是,我们将再次发问:‘它与实体是同一的,还是不是同一的?’如果它是同一的,我就得到了所寻求的结论;但如果它是不同的,关于那一项我也将再次同样发问,如此论证将进展到无穷。并且“然而现今有什么妨碍某些事物直接就是其所是”也可以这样来理解:如果对这一个而言的存在与是这一个确实不是同一的,既然每个实体都有定义,有什么妨碍那一实体的定义直接生成呢?为此他接着说,如果确实是其所是乃是实体,而每个实体都有定义,那么是其所是的定义也将存在;而且这一定义要么与是这一个是同一的,要么是不同的。如果它是同一的,我就得到了所寻求的结论;但如果它不是同一的,我们将再次走向另一项,如此我们将进展到无穷。从而,正如从所言之中显明的那样,不仅对这一个而言的存在与是这一个是单一的,而且它们的定义也是同一的。因为我们指出了,对假定它们彼此分离的论点而言,伴随着许多荒谬。事实上,对一而言的存在与一并不是依偶性而为一,而是依其自身而为一,并且是一个实体。尤其是,如果对这一个而言的存在与是这一个是不同的,论证就会进展到无穷。因为既然是其所是也是揭示实体的,它也将具有定义;如果它是同一的,我就得到了所寻求的结论;但如果它是不同的,关于那一项我也发问,论证便进展到无穷。再者,既然一乃是实体,它也将具有定义,而这一定义要么是异己的,要么是同一的。如果它是同一的,我就得到了所寻求的结论;但如果它是异己的,那一项也将再次具有定义,如此我们便进展到无穷。为此他说道:“所以在它们身上也将有同样的论证。”
"Ὅτι μὲν οὖν ἐπὶ τῶν πρώτων καὶ καθ’ αὑτὰ λεγομένων." Δείξας διὰ πολλῶν ἐπιχειρημάτων πολλὰ ἑπόμενα ἄτοπα τοῖς ὑποτιθεμένοις διαφορὰς εἶναι τοῦ τῷδε εἶναι καὶ τοῦ τόδε εἶναι, ἐντεῦθεν συμπεραίνει τὰ εἰρημένα, καὶ φησιν ὅτι ἐπὶ τῶν πρώτων καὶ καθ’ αὑτὰς λεγομένων οὐσιῶν, τουτέστι τῶν ἁπλῶν, τὸ ἑκάστῳ εἶναι καὶ ἕκαστον ταὐτόν ἐστιν.
“因此,在第一位的并且依其自身被表述的事物上,[……显然]。” 通过许多论证表明了在假定对这一个而言的存在与是这一个存在差异的人们身上伴随着许多荒谬之后,从这里开始他总结了所言,并说道在第一位的且依其自身被表述的实体上,亦即在单纯实体上,对各个事物而言的存在与各个事物自身乃是同一的。
"Οἱ δὲ σοφιστικοὶ ἔλεγχοι πρὸς τὴν θέσιν ταύτην φανερὸν ὅτι τῇ αὐτῇ λύονται λύσει καὶ εἰ ταὐτὸ τὸ Σωκράτης καὶ τὸ Σωκράτει εἶναι.3" Ὅτι ἐπὶ μὲν τῶν συμβεβηκότων οὐκ ἔστι ταὐτὸν ἀνθρώπῳ λευκῷ εἶναι καὶ ἄνθρωπος λευκός, ἐπειδὴ τὰ συμβεβηκότα τῶν οὐσιῶν διάφορα ὑπάρχουσι καὶ παντελῶς ἐξηλλαγμένα. εἶτα ἐπειδὴ ἀνωτέρω ἄλλοις ἐχρήσατο παραδείγμασιν εἰπὼν λευκῷ ἀνθρώπῳ εἶναι καὶ λευκὸς ἄνθρωπος, ἐνταῦθά φησι Σωκράτης καὶ Σωκράτει εἶναι. φησὶν οὖν ὅτι οὐδὲν διαφέρει τὸ κεχρῆσθαι διαφόροις παραδείγμασιν· οὔτε γὰρ * * * τὰ παραδείγματα. διό φησιν οὐδὲν γὰρ διαφέρει οὔτε ἐξ ὧν ἐρωτηθείη ἄν τις οὔτε ἐξ ὧν λύων ἐπιτύχοι, τουτέστιν οὔτε τὸ ἐρωτῆσαι, ἐὰν χρήσαιτό τις διαφόροις παραδείγμασιν ἐρωτώμενος, οὐδὲν βλάπτει τὸν λόγον, μόνον ἵνα συμφωνῶσι τῇ φύσει τῶν παραδειγμάτων. εἶτά φησιν ὅτι πῶς μὲν οὖν τὸ τί ἦν εἶναι ταὐτὸν καὶ πῶς οὐ ταὐτὸν ἑκάστῳ, εἴρηται, ὅτι ἐπὶ μὲν τῶν ἁπλῶν ταὐτό ἐστιν, ἐπὶ δὲ τῶν συνθέτων διάφορον.
“而针对这一主张的诡辩反驳显然可以通过同样的解答来解决,苏格拉底与对苏格拉底而言的存在是否同一[也是如此]。” 在偶性事物上,对白人而言的存在与白人并不是同一的,因为偶性与实体不同并且完全有别。接着,既然上文他使用了别的例子,说了“对白人而言的存在”与“白人”,在此处他便说了“苏格拉底”与“对苏格拉底而言的存在”。于是他说道,使用不同的例子毫无分别;因为例子并不是* * *。为此他说道:“因为无论从被质问的前提来看,还是从解决问题而成功的前提来看,都毫无分别”;亦即哪怕是提问,如果有人在被问时使用了不同的例子,也丝毫不损害论证,只要它们与例子的本性相符合即可。随后他说道,是其所是究竟在何种意义上与各个事物是同一的,又在何种意义上不是同一的,已经说过了,亦即在单纯事物上是同一的,而在复合事物上则是不同的。
- 7.28διὰ γὰρ τοῦ εὐθὺς τὸ ἄνευ ὀνόματος ἐδήλωσε
介词短语 διὰ τοῦ εὐθύς(“通过‘直接’”)修饰主要动词 ἐδήλωσε(“表明了”)。注解者在句法和语义上将亚里士多德原文(1031b32)的副词 εὐθύς(“直接”)诠释为指代不存在中间媒介名称(τὸ ἄνευ ὀνόματος)。
- 7.28καὶ οὗτος ὁ αὐτός ἐστι τοῦ τόδε εἶναι ἢ διάφορος
属格 τοῦ τόδε εἶναι 连接在形容词 ὁ αὐτός(以及并列的 διάφορος)之后,而非使用通常与 ὁ αὐτός 搭配的与格。这是受与 διάφορος(“不同的”)相对比的影响,或者表现为比较/区分性属格的构造型态。
- 7.30καὶ εἰ ταὐτὸ τὸ Σωκράτης καὶ τὸ Σωκράτει εἶναι
连词 εἰ 在此并非引导条件从句(“如果”),而是引导间接疑问从句(“是否”),构成一个名词性从句,用以指明前文 τῇ αὐτῇ λύσει(“通过同样的解答”)所适用的问题内容。
