← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§393.32-395.14

非质料形相的同一性与实体定义的无穷倒退

阿斯克勒庇俄斯注解了《形而上学》卷Z第6章末尾(1031b15–28),确立了在非质料形相中事物与其本质(是其所是)是同一的,而在复合与偶性实体中二者有别,并通过无穷倒退论证证明了实体与定义的同一性,随后过渡到第7章关于生成(依本性、技艺与自发偶然)的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.26

" Ἅμα δὲ δῆλον ὅτι εἴπερ εἰσὶν αἱ ἰδέαι, οἵας τινές φασιν." Ἐντεῦθεν πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας ἀποτείνεται καὶ λέγοντας αὐτὰς οὐσίας εἶναι αὐθυποστάτους, εἰς ἃς ἀποβλέπων ὁ δημιουργὸς ποιεῖ ἃ ποιεῖ. φησὶν οὖν ὅτι εἴπερ εἰσὶν αἱ ἰδέαι οἵας τινές φασι, τουτέστιν οὐσίαι καὶ μὴ λόγοι, οὐκ ἔσται τὸ ὑποκείμενον, τουτέστι τὸ σύνθετον. ταύτας γὰρ τὰς ἰδέας οὐσίας μὲν ἀναγκαῖον εἶναι, εἴ γε καὶ πρότεραι ὑπάρχουσιν, οὐ θεωροῦνται δὲ ἐν ὑποκειμένῳ ταῖς συνθέτοις οὐσίαις, ἐπεὶ οὕτως ἔσονται [αἱ] κατὰ μέθεξιν, ἀΰλους δὲ αὐτὰς βούλονται, † ἐπεὶ τὰ ἐνταῦθα οὐκ ἔσονται οὐσίαι. ἐκ τούτων, φησί, τῶν λόγων μεμαθήκαμεν τὰ κατὰ σύνθεσιν ὡς οὐκ ἔστιν1 ἓν καὶ ταὐτὸν αὐτὸ ἕκαστον καὶ τὸ τί ἦν εἶναι, καὶ ὅτι τοῦτό ἐστι τὸ ἐπίστασθαι ἕκαστον τὸ γινώσκειν τὸν ὁρισμὸν αὐτοῦ. ὥστε ἐπὶ τῶν ἀΰλων ἀνάγκη ἕν τι εἶναι ἄμφω, ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτοῦ. τὸ μέντοι γε κατὰ συμβεβηκὸς λεγόμενον, οἷον τὸ μουσικὸν ἢ τὸ λευκόν, διὰ τὸ διττὸν σημαίνειν οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι ταὐτόν ἐστι τὸ τί ἦν εἶναι καὶ αὐτό. λέγεται γὰρ καὶ τὸ σῶμα λευκὸν ᾧ συμβέβηκε, καὶ αὐτὸ δὲ πάλιν τὸ συμβεβηκὸς λέγεται εἶναι λευκόν· ὥστε κατὰ τὶ μὲν τὸ αὐτό ἐστιν ἐπὶ αὐτῶν τὸ τί ἦν εἶναι καὶ αὐτό, κατὰ τὶ δὲ οὔ. τῷ μὲν γὰρ ἀνθρώπῳ καὶ τῷ λευκῷ ἀνθρώπῳ οὐ τὸ αὐτό, ἐπειδὴ σύνθετόν ἐστι καὶ ἄλλης καὶ ἄλλης φύσεως ὑπάρχει, τῷ πάθει δὲ τὸ αὐτό, τουτέστιν αὐτῷ τῷ λευκῷ· ταὐτὸν γάρ ἐστιν εἰπεῖν λευκὸν καὶ λευκῷ εἶναι· ἁπλῶς γὰρ ἔστιν.

“同时显然的是,如果确实存在诸相,正如某些人所主张的那样……” 从这里开始,他把论述引向那些尊崇诸相、并声称相是自存的实体——造物主正是注视着它们来制作他所制作的一切——的人们。于是他说道,如果确实存在某些人所说的那样的诸相,亦即是实体而非定义,那么基底、亦即复合物就不会存在。因为如果这些相确实在先存在,它们必然是实体,但在复合实体中并不被视为居于基底之中,因为若是这样,它们就会通过分有而存在,然而他们却希望相是非质料的(† 否则此岸的事物就不会是实体)。他说道,根据这些论证,我们已经了解到关于依复合而成的事物,各个事物自身与其是其所是并非一且同一,而且认识各个事物就是知晓它的定义。从而在非质料的事物上,二者,即各个事物与其是其所是,必然是某种单一的事物。然而,依偶性被表述的事物,例如精通音乐的或白,由于具有双重涵义,说其是其所是与它自身是同一的并不是真的。因为既称具有此偶性的物体为白,反过来又称此偶性本身为白;从而在它们身上,就某一维度而言是其所是与它自身是同一的,而在某一维度上则不然。因为对于人和白人而言它们并不是同一的,因为它是复合物并且属于不同的本性;但对于承受状态而言则是同一的,亦即对于白自身而言;因为说白与对白而言的存在是同一的;因为它是单纯地存在的。

§7.27

"Ἄτοπον δ’ ἂν φανείη κἂν εἴ τις ἑκάστῳ ὄνομα θεῖτο τῶν τί ἦν εἶναι." Ἐντεῦθεν ἑτέραν ἐπιχείρησιν τίθησι κατασκευαστικὴν τοῦ ὅτι ἐπὶ τῶν ἄλλων πραγμάτων ταὐτόν ἐστιν ἕκαστον καὶ τὸ τῷδε εἶναι, εἴτε τῷ τῷδε εἶναι ὄνομα θείημεν,2 οἷον λίθον, εἴτε μὴ θείημεν αὐτῷ ὄνομα, τούτου [τοῦ] προσλαμβανομένου ὅτι ἔστιν οὐσίας ὁρισμὸς καὶ ὅτι τὸ τί ἦν εἶναι οὐσίαν δηλοῖ. τούτων οὕτω διωρισμένων ἐπὶ τῶν ἁπλῶν εἰδῶν τὸ τῷδε εἶναι τοῦ τόδε εἶναι ἢ κεχώρισται ἢ οὐ κεχώρισται, τουτέστιν ἢ ταὐτόν ἐστιν ἢ οὐκ ἔστι ταὐτόν. εἰ μὲν οὖν ὑποθώμεθα αὐτὸ μὴ κεχωρίσθαι, ἔχω τὸ ζητούμενον, ὅτι ταὐτόν ἐστιν τὸ τῷδε εἶναι καὶ τὸ τόδε εἶναι· εἰ δὲ μὴ ὑποθώμεθα εἶναι ταὐτόν, ἐπειδὴ τὸ τί ἦν εἶναι οὐσίας ἐστὶ δηλωτικόν, ἐρωτῶμεν αὐτοὺς ‘ἐκείνη ἡ οὐσία, ἧς ἐστι δηλωτικὸν τὸ τί ἦν εἶναι, ἔχει ὁρισμὸν ἢ οὐκ ἔχει’; εἰ μὲν οὖν μὴ ἔχει, ἄτοπον τὸ λέγειν οὐσίας μὴ εἶναι ὁρισμόν, εἰ δὲ ἔστιν αὐτῆς ὁρισμός, πάλιν ἐρωτῶμεν αὐτοὺς ‘ὁ ὁρισμὸς ἐκεῖνος ὁ αὐτός ἐστι τῇ οὐσίᾳ ἢ οὐκ ἔστιν ὁ αὐτός’; εἰ μὲν οὖν φῶσιν ὅτι ὁ αὐτός ἐστιν, ἔχω τὸ ζητούμενον· εἰ δὲ εἴπωσιν ὅτι οὐκ ἔστιν ὁ αὐτός, πάλιν περὶ ἐκείνου ὁμοίως ἐρωτήσεις αὐτούς, καὶ οὕτως ἐπ’ ἄπειρον προελευσόμεθα. εἶτα ταῦτα εἰρηκώς, ἐπειδὴ σκοπὸν ἔχει διαλεχθῆναι περὶ τῆς κυρίως οὐσίας, πρότερον δὲ διαλέγεται περὶ τῆς ἡμῖν φανερᾶς, τούτου χάριν φησὶ πρότερον περὶ τῆς αἰσθητῆς, λέγων ὅτι τῶν γινομένων τὰ μὲν φύσει ἐστί, τὰ δὲ τέχνῃ, τὰ δὲ ἀπὸ ταὐτομάτου· ὕστερον δὲ προστίθησι καὶ τὰ ἀπὸ διανοίας. οὔτε γὰρ ταὐτόν ἐστι τὰ ἀπὸ τέχνης τοῖς ἀπὸ διανοίας· πᾶς γὰρ ἔχει προαίρεσιν, εἶτα τέχνην. καί φησιν ὅτι ἐπὶ τούτων τρία θεωροῦνται, τὸ ποιητικὸν αἴτιον, τὸ ὑλικόν, τὸ εἰδικόν. καὶ ἐπὶ μὲν τῶν φυσικῶν τὰ τρία φυσικὰ ὑπάρχουσι, καὶ τὸ εἶδος τὸ ἀνθρώπινον, εἰ τύχοι, καὶ ἡ ὕλη καὶ αὐτὴ ἡ φύσις· ἐπὶ δὲ τῶν τεχνητῶν ποιητικὸν αἴτιον ὁ τέκτων, εἰ τύχοι, ὑλικὸν τὰ ξύλα, εἰδικὸν τὸ τοιόνδε εἶδος τοῦ ἀβακίου. εἶτα λοιπόν φησιν ὅτι διττή ἐστιν ἡ ὑγίεια, ἡ ἄυλος ἡ ἐν τῷ ποιοῦντι καὶ ἰατρεύοντι, καὶ ἡ ἔνυλος, ἣ γίνεται ἐν τῷ ἰατρευομένῳ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, οἷον οἰκοδόμων καὶ τῶν ἄλλων τῶν τοιούτων.

“即使有人给每个是其所是赋予一个名称,这也显得是荒谬的。” 从这里开始,他提出了另一个确立性的论证,证明在其他事物上各个事物与对这一个而言的存在也是同一的,无论我们是否给对这一个而言的存在赋予一个名称(例如‘石头’),还是不给它赋予名称,并且还附加了这一条前提:存在实体的定义,以及是其所是揭示了实体。在这些得以如此规定之后,在单纯的形相上,对这一个而言的存在与是这一个要么被分离开,要么没有被分离开,亦即要么是同一的,要么不是同一的。如果我们假定它没有被分离,我就得到了所寻求的结论,即对这一个而言的存在与是这一个乃是同一的;但如果我们不假定它是同一的,既然是其所是揭示了实体,我们就质问他们:‘是其所是所揭示的那一实体究竟具有定义还是不具有?’如果它不具有,说实体没有定义是荒谬的;如果存在它的定义,我们再次质问他们:‘那一定义与该实体是同一的,还是不是同一的?’如果他们说它是同一的,我就得到了所寻求的结论;但如果他们说它不是同一的,你将同样再次就那一项质问他们,如此我们将进展到无穷。接着在说完了这些之后,既然他的主旨是讨论本原意义上的实体,但首先讨论对我们显明的事物,为此他首先论及可感觉的实体,说道在生成的事物中,有些是依本性的,有些是依技艺的,有些是依自发偶然的;随后他还补充了依思想的事物。因为依技艺的事物与依思想的事物并不是同一的;因为每个人都先具有抉择,随后才具有技艺。而且他说道,在这些事物上考察到三个要素:作用因、质料因、形相因。在自然事物中,这三者作为自然的事物而存在,例如人的形相(假定如此)、质料以及本性自身;而在人造物中,作用因例如是木匠(假定如此),质料因是木材,形相因则是算板的如此这般的形相。接着最后他说道,健康是双重的:一种是在施作者与行医者心中的非质料的健康,另一种则是在受医者身上生成的具质料的健康;在其他一切事物上也是如此,例如建筑师与其他诸如此类的事物。

语法注2 条
  1. 7.26τὰ κατὰ σύνθεσιν ὡς οὐκ ἔστιν

    先行提宾构式(prolepsis)。宾格短语 τὰ κατὰ σύνθεσιν 被置于主句动词 μεμαθήκαμεν 的宾语位置,但在句意逻辑上充当后随 ὡς 从属从句的主语(或主题),即“就复合物而言,各个事物自身与其本质并非同一”。

  2. 7.27εἴτε τῷ τῷδε εἶναι ὄνομα θείημεν

    定冠词 τῷ 使整个不定式短语 τῷδε εἶναι 实词化并呈现为与格,充当 ὄνομα θείημεν(为……赋予名称)所支配的间接宾语,意为“无论我们是否为‘对这一个而言的存在’赋予名称”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:393.32-395.14