- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:392.33-393.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯依据《形而上学》卷7第6章(1031a28–1031b14)进行阐释,论证在按自身被表述的非质料性单纯实体上,事物与其本质(是其所是)必然同一,若将二者分离则既会丧失认识,也会摧毁本质的实存。
" Ἐπὶ δὲ τῶν καθ’ αὑτὰ λεγομένων ἀνάγκη ἀεὶ ταὐτὸν εἶναι." Δείξας ὅτι ἐπὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων οὐκ ἔστι ταὐτὸν τὸ λευκῷ εἶναι καὶ τὸ λευκὸν εἶναι, καὶ ἀνθρώπῳ λευκῷ εἶναι καὶ ἄνθρωπον λευκόν, ἐντεῦθεν ζητεῖ λέγων, ἆρά γε ἐπὶ τῶν καθ’ αὑτὸ λεγομένων ἀνάγκη ταὐτὸν εἶναι τὸ ψυχῇ εἶναι καὶ ψυχὴν εἶναι, οἷον εἴ τινες ὑπάρχουσιν οὐσίαι ὧν οὐσιῶν * * * καὶ παρὰ ταύτας οὐκ εἰσιν οὐσίαι ἄλλαι φύσει πρότεραι αὐτῶν ὑπάρχουσαι.
“但是在按自身被表述的事物上,始终必然是同一的。” 在表明了在依偶性被表述的事物上,“对白而言的存在”与“是白”并非同一,并且“对白人而言的存在”与“白人”也非同一之后,他从这里开始探究,说道:究竟在按自身被表述的事物上,“对灵魂而言的存在”与“是灵魂”是否必然是同一的,例如是否存在某些实体,在这些实体[之前没有其他实体],而且除它们之外不存在本性上先于它们而存在的其他实体。
"Οἵας φασὶν εἶναί τινες τὰς ἰδέας." Ἰδοὺ πῶς οἶδεν ὅτι οὐσίας ἔλεγον τὰς ἰδέας καὶ οὐ λόγους οἱ ταύτας πρεσβεύοντες; εἰ γάρ ἐστι, φησίν, ἕτερον αὐτὸ τὸ ἀγαθὸν καὶ τὸ ἀγαθῷ εἶναι, καὶ ζῴῳ καὶ ζῷον εἶναι, καὶ ὄντι καὶ τὸ ὄν, ἔσονται ἄλλαι οὐσίαι καὶ φύσεις καὶ ἰδέαι παρὰ τὰς λεγομένας, καὶ πρότεραι οὐσίαι ἐκεῖναι, εἰ τὸ τί ἦν εἶναι οὐσία ἐστί. καὶ εἰ μὲν ἀπολελυμέναι εἶεν1 ἀλλήλων τὸ ἀγαθὸν καὶ τὸ ἀγαθῷ εἶναι, τοῦ μὲν ἀγαθοῦ οὐκ ἔστιν ἐπιστήμη, ἐπειδὴ διὰ τῶν ὅρων γινώσκονται τὰ πράγματα, τῷ δὲ ἀγαθῷ εἶναι οὐκ ἔστιν ὕπαρξις, ἐπειδὴ τὸ ἀγαθὸν εἰρήκαμεν εἶναι οὐσίαν· λέγω δή, φησί, τὸ ἀπολελύσθαι,2 εἰ μήτε τῷ ἀγαθῷ αὐτῷ ὑπάρχει τὸ εἶναι ἀγαθῷ μήτε τούτῳ τὸ εἶναι ἀγαθόν. ἡ γὰρ ἐπιστήμη ἑκάστου καὶ ἡ γνῶσις αὐτοῦ διὰ τοῦ ὁρισμοῦ θηρᾶται καὶ ἐπὶ τοῦ ἀγαθοῦ καὶ ἐπὶ τῶν ἄλλων πάντων. ὥστε εἰ μὴ τῷ ἀγαθῷ εἶναί ἐστι ταὐτὸν τὸ ἀγαθόν, οὔτε τῷ ὄντι εἶναί ἐστι τὸ ὂν οὐδὲ τῷ ἑνὶ ἕν. ὥστε εἰ μηδὲ τῷ ὄντι εἶναι τὸ ὄν ἐστιν, οὐκ ἔσται ὕπαρξις τῶν τί ἦν εἶναι. ἄλλως τε δὴ οὐκ ἔστιν ἀγαθὸν ᾧτινι μὴ ὑπάρχει ἀγαθῷ εἶναι· ὥστε ἔσται τὸ ἀγαθὸν κεχωρισμένον ἀγαθότητος, ὅπερ προφανῶς ἐστιν ἄτοπον. εἰ γὰρ οἱ ὁρισμοὶ τῶν πραγμάτων δηλοῦσι τὴν φύσιν τοῦ ὑποκειμένου, τὸ δὲ ἀγαθὸν οὐ μετέχει τοῦ οἰκείου ὁρισμοῦ, οὐδὲ τῆς ἀγαθότητος ἄρα μεθέξει. ὥστε πᾶσα ἀνάγκη ἓν εἶναι τὸ ἀγαθὸν καὶ ἀγαθῷ εἶναι καὶ μίαν φύσιν ἁπλῆν, καὶ καλὸν καὶ καλῷ εἶναι, ὅσα μὴ κατ’ ἄλλο λέγεται, τουτέστι τὰ σύνθετα. ἐπὶ γὰρ τῶν συνθέτων διαφέρει τὸ τῷδε εἶναι καὶ τόδε εἶναι· τὸ μὲν γὰρ σύνθετόν ἐστι τόδε εἶναι, τουτέστιν ὁ Σωκράτης, τὸ δὲ εἶδος τοῦ Σωκράτους τοῦτό ἐστι τὸ τῷδε εἶναι [καὶ τόδε εἶναι]. πρῶτα οὖν ἐστι καὶ καθ’ αὑτὰ καλὰ καὶ ἀγαθὰ τὰ ἄυλα καὶ μὴ χραινόμενα ὑπὸ τῆς ὕλης.
“正如某些人所主张的相那样的[实体]。” 看啊,他是多么清楚尊崇诸相的人把相称为实体而非定义!因为他说道,如果善自身与“对善而言的存在”是不同的,以及“对动物而言”与“是动物”、“对存在者而言”与“存在者”是不同的,那么除了所谈及的那些之外,还将有其他的实体、本性与相,并且如果“是其所是”是实体,那么那些[相]就是更在先的实体。如果善与“对善而言的存在”彼此相互分离,那么对于善而言就没有科学知识(因为事物是通过定义而被认识的),而对于“对善而言的存在”而言就没有实存(因为我们已经说过善是实体)。“我所谓的相互分离,”他说道,“是指如果‘对善而言的存在’既不属于善自身,‘是善’也不属于后者。”因为各个事物的科学知识与认知是通过定义而被探求的,无论在善上还是在其他一切事物上都是如此。因此,如果善与“对善而言的存在”不是同一的,那么存在者与“对存在者而言的存在”不是[同一的],一与“对一而言的存在”也不是[同一的]。因此,如果存在者甚至与“对存在者而言的存在”不是[同一的],那么诸“是其所是”就不会有实存。此外,凡不具有“对善而言的存在”者便不是善的;从而善将与善性相分离,这显然是荒谬的。因为如果事物的定义揭示了基底的本性,而善并不分有其固有的定义,那么它也就不会分有善性。因此完全必然的是:善与“对善而言的存在”是一且是一个单纯的本性,美与“对美而言的存在”亦然,凡不是因他者而被表述的事物皆是如此,亦即非复合的事物。因为在复合事物上,“对这一个而言的存在”与“是这一个”是不同的;因为复合事物是“是这一个”,亦即苏格拉底,而苏格拉底的形相则是“对这一个而言的存在”。因此,最初的、按自身即是美与善的事物,乃是非质料性的、未被质料所沾染的事物。
"Καὶ γὰρ τοῦτο ἱκανὸν ἐὰν ὑπάρχῃ καὶ μὴ ᾖ εἴδη." Φησὶν ὅτι πάντῃ καὶ πάντως, ἐὰν ὦσιν ἁπλᾶ εἴδη, τουτέστιν ἐὰν ὑπάρχωσιν, ἀνάγκη ἐστὶ τὸ αὐτὸ εἶναι τὸ τῷδε εἶναι καὶ τόδε εἶναι ἐπὶ τῶν ἁπλῶς εἰδῶν, κἂν ὑπάρχωσιν ἰδέαι κἂν μὴ ὑπάρχωσι διὰ τὰ προειρημένα.
“因为只要这一条成立便足够了,即使不存在诸相。” 他说道,由于上述原因,无论在任何方面、无论如何,只要存在单纯的形相,亦即只要它们实存,那么在单纯的诸形相上,“对这一个而言的存在”与“是这一个”必然是同一的,不论诸相存在还是不存在。
- 7.24ἀπολελυμέναι εἶεν
分词 ἀπολελυμέναι 为阴性复数,而其后紧接着列出的并列主语则是两个中性单数(τὸ ἀγαθόν 与 τὸ ἀγαθῷ εἶναι)。这是依照意义的一致(constructio ad sensum),呼应了前句中提到的阴性名词“实体、本性与相(οὐσίαι καὶ φύσεις καὶ ἰδέαι)”,将善及其本质视为这些实体的具体例证。
- 7.24λέγω δή, φησί, τὸ ἀπολελύσθαι
带冠词的不定式 τὸ ἀπολελύσθαι 作为动词 λέγω 的宾格宾语,构成界定含义的句式:“我所谓的分离是指……”。接下来的 εἰ 引导的分句(μήτε... μήτε...)具体补充了该界定的内容。
