← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§391.35-392.32

事物与其本质的同一性以及偶性复合体的难题

针对亚里士多德在《形而上学》卷Z第6章(1031a15)中提出的“是其所是”(本质)与“各个事物”是否同一的问题,阿斯克勒庇俄斯阐释了其公式化表达与三段论推论的还原过程,并通过区分基底上的同一与定义上的同一,消解了智者们关于偶性复合体的论辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.22

" Πότερον δὲ τὸ αὐτό ἐστιν 〈ἢ〉 ἕτερον τὸ τί ἦν εἶναι καὶ ἕκαστον." Ἐντεῦθεν ζητεῖ [εἰ] ἆρά γε ταὐτόν ἐστιν ἀνθρώπῳ1 εἶναι καὶ ἄνθρωπον2 (διὰ μὲν γὰρ τοῦ τί ἦν εἶναι ἐδήλωσε τὸ ἀνθρώπῳ εἶναι, διὰ δὲ τοῦ ἕκαστον τὸν ἄνθρωπον), καὶ ψυχῇ εἶναι καὶ ψυχὴν εἶναι. δεῖ οὖν τοῦτο ἡμᾶς ζητῆσαι· ἔστι γὰρ καὶ τοῦτο ἀναγκαῖον πρὸς τὴν τῆς οὐσίας ἐπίσκεψιν. εἶτα λοιπὸν καὶ συλλογισμὸν πλέκει ἐν δευτέρῳ σχήματι δεικνύντα ὅτι ταὐτόν ἐστι τὸ ψυχῇ εἶναι καὶ τὸ ψυχὴν εἶναι. φησὶ γὰρ ὅτι ἕκαστον πρᾶγμα οὐκ ἄλλο δοκεῖ εἶναι τῆς ἑαυτοῦ οὐσίας, ἀλλὰ τὴν ὕπαρξιν ἔχει κατὰ τὴν οἰκείαν οὐσίαν· καὶ ὁ ὁρισμὸς λέγεται ἡ ἑκάστου οὐσία· ταὐτὸν ἄρα ἐστὶν ἕκαστον καὶ ὁ ὁρισμὸς αὐτοῦ, τουτέστι ταὐτόν ἐστιν ἄνθρωπον εἶναι καὶ ἀνθρώπῳ εἶναι. καὶ δοκεῖ μὲν ὁ συλλογισμὸς ἐκτεθεῖσθαι ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν, ὅπερ ἐστὶν ἀσυλλόγιστον·3 ἀλλὰ δεῖ τὴν μίαν πρότασιν ἀντιστρέψαι καὶ ἀναγαγεῖν τὸν συλλογισμὸν ἐπὶ τὸ πρῶτον σχῆμα, οἷον ἕκαστον κατὰ τὴν οἰκείαν οὐσίαν ὑπάρχει, ἡ δὲ οἰκεία ἑκάστου οὐσία ὁ ὁρισμός ἐστιν ἑκάστου, ταὐτὸν ἄρα ἐστὶν ἕκαστον καὶ ὁρισμός, τουτέστιν ἀνθρώπῳ καὶ ἄνθρωπον εἶναι. φησὶν οὖν ὅτι ἐπὶ τῶν κατὰ συμβεβηκὸς δόξει ἕτερον εἶναι τὸ λευκὸς ἄνθρωπος καὶ λευκῷ ἀνθρώπῳ εἶναι· εἰ γὰρ ταὐτόν ἐστιν, ὡς ἔλεγον οἱ σοφισταί, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, ἀνθρώπῳ εἶναι καὶ λευκῷ ἀνθρώπῳ (ἐπειδὴ τὸ αὐτό, φασίν, ἐστὶν ἄνθρωπος καὶ λευκὸς ἄνθρωπος, ἵνα μὴ αὐτὸς ἑαυτοῦ ἕτερος ὁ Καλλίας γένηται, ὥστε καὶ τῷ λευκῷ ἀνθρώπῳ καὶ τῷ ἀνθρώπῳ ταὐτόν), ἔστι δὲ ἄνθρωπος καὶ ἀνθρώπῳ εἶναι ταὐτόν, ὥστε καὶ λευκὸς ἄνθρωπος καὶ λευκῷ ἀνθρώπῳ ταὐτόν ἐστιν. εἶτα ἐπιλυόμενός φησιν ὅτι οὐκ ἀνάγκη ὅσα κατὰ συμβεβηκὸς τὰ αὐτὰ ὑπάρχουσιν, ἤδη καὶ κατὰ πάντα τὰ αὐτὰ εἶναι. ὁ γὰρ ἄνθρωπος καὶ λευκὸς ἄνθρωπος κατὰ μὲν τὸ ὑποκείμενον τὰ αὐτὰ ὑπάρχουσι, κατὰ δὲ τὸν ὁρισμὸν οὐ τὰ αὐτά· ἄλλος γὰρ ὁρισμὸς ἀνθρώπου καὶ ἄλλος λευκοῦ. οὔτε γὰρ τὰ ἄκρα,4 τουτέστι τὰ κατὰ συμβεβηκός, ὡσαύτως γίνεται τὰ αὐτά, ὥσπερ καὶ τὰ καθ’ αὐτὰ ὑπάρχοντα ἑνὶ γίνεται τὰ αὐτά, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ ὁ περὶ τοῦ ἀνθρώπου καὶ τοῦ ζῴου λόγος, ὅτι ὑπάρχουσι τῷ Σωκράτει καὶ εἰσὶ τὰ αὐτὰ ἀλλήλοις. τὰ οὖν ἄκρα κατὰ συμβεβηκὸς ὑπάρχουσι τὰ αὐτά, οἷον τὸ λευκῷ εἶναι καὶ τὸ μουσικῷ· διὸ ἄλλος ὁρισμὸς λευκοῦ καὶ ἄλλος μουσικοῦ· κατὰ δὲ τὸ ὑποκείμενον τὰ αὐτὰ ὑπάρχουσι. δοκεῖ δὲ τῷ ὄντι τοῖς πολλοῖς μὴ κατὰ συμβεβηκὸς ὑπάρχειν.

“究竟是其所是与各个事物是同一的还是相异的。” 从这里开始他探究,“对人而言的存在”与“人”究竟是否同一(因为通过“是其所是”他指称了“对人而言的存在”,而通过“各个事物”指称了“人”),以及“对灵魂而言的存在”与“是灵魂”是否[同一]。因此我们必须探究这一点;因为这对于考察实体也是必然的。接着,他在第二格中构织出一个三段论,表明“对灵魂而言的存在”与“是灵魂”是同一的。因为他说道,各个事物并不显得与其自身的实体不同,而是按照其特有的实体而具有存在;而定义被称为各个事物的实体;因此各个事物与其定义是同一的,亦即“是人”与“对人而言的存在”是同一的。然而该三段论似乎是在第二格中由两个肯定命题构成的,而这是不能得出有效推论的;但是必须换位其中一个前提,将该三段论还原为第一格,例如:各个事物按照其特有的实体而存在,而各个事物特有的实体是各自的定义,因此各个事物与定义是同一的,亦即“对人而言”与“是人”[是同一的]。因此他说道,在偶性事物上,“白人”与“对白人而言的存在”将显得是相异的。因为正如智者们所说的那样,也正如在通论中所说,如果“对人而言的存在”与“对白人而言的存在”是同一的(他们说,既然人与白人是同一的,以免卡利亚斯变得不同于他自身,从而对于白人与对于人也是同一的),而且人与“对人而言的存在”是同一的,那么白人与“对白人而言的存在”也就成为同一的了。接着,他在消解[这一论题]时说道,凡是依照偶性而为同一的事物,未必立刻在一切方面都是同一的。因为人与白人在基底上是同一的,但在定义上并不是同一的;因为人的定义是一回事,白的定义是另一回事。因为各个端项,亦即偶性事物,其成为同一并不像自身属于单一事物者成为同一那样;正如在通论中关于人和动物的说明所言,它们属于苏格拉底并且彼此同一。因此各个端项是依照偶性而为同一的,例如“对白而言的存在”与“对有音乐修养而言的存在”;因此白的定义是一回事,有音乐修养的定义是另一回事;但在基底上它们是同一的。然而在事实上,在多数人看来,它们并不像是依照偶性而归属的。

语法注4 条
  1. 7.22εἰ γὰρ ταὐτόν ἐστιν, ὡς ἔλεγον οἱ σοφισταί, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, ἀνθρώπῳ εἶναι καὶ λευκῷ ἀνθρώπῳ

    总结智者派论点的复合句结构。条件从句 εἰ... ταὐτόν ἐστιν 以两个不定式短语 ἀνθρώπῳ εἶναι 和 λευκῷ ἀνθρώπῳ[εἶναι]为主语,其后插入了解释原因的括号分句(ἐπειδὴ τὸ αὐτό, φασίν...)。后文的 ἔστι δὲ... 为小前提,而 ὥστε καί... 则引出其荒谬的推论结果。

  2. 7.22ἀνθρώπῳ εἶναι καὶ ἄνθρωπον

    与格加不定式(ἀνθρώπῳ εἶναι)表示本质(“对人而言的存在”),而宾格(ἄνθρωπον)表示具体事物本身(“人”)。它们分别与引文中提出的“是其所是”(τὸ τί ἦν εἶναι)和“各个事物”(ἕκαστον)相呼应。

  3. 7.22ὅπερ ἐστὶν ἀσυλλόγιστον

    关系代词 ὅπερ 的先行词是前文所述的“在第二格中由两个肯定命题构成”。在亚里士多德的三段论逻辑中,第二格必须包含一个否定前提才能得出有效结论,因此此处被评为“不可推论的”(ἀσυλλόγιστον)。

  4. 7.22τὰ ἄκρα

    正如紧随其后的同位语短语 τουτέστι τὰ κατὰ συμβεβηκός(亦即偶性事物)所解释的,此处指的是属于同一基底的偶性特质(如白与音乐修养)。类比于三段论中的两端项(大项与小项),通过作为基底的中项联系起来的偶性属性在此被称为“端项”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:391.35-392.32