← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§390.35-391.34

塌鼻之例与自身偶性定义中的同义反复之难

阿斯克勒庇俄斯探讨了亚里士多德《形而上学》1030b28处的疑难,通过鼻子与塌鼻的例子论证自身偶性只能通过附加来定义,从而导致冗复与无穷倒退,因而严格意义上的定义仅属于单纯的实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.21

" Ἔστι δὲ καὶ ἑτέρα ἀπορία περὶ αὐτῶν." Καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, καὶ ἑτέραν ἀπορίαν κινεῖ περὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων, δεικνὺς ὅτι οὐκ ἔστιν αὐτῶν ὁρισμός. εἰ μὲν γάρ, φησί, τὸ αὐτό ἐστι σιμὴ ῥὶς καὶ κοίλη ῥίς, ταὐτὸν ἔσται τὸ σιμὸν τῷ κοίλῳ. εἰ δὲ μή ἐστι ταὐτὸν τὸ κοῖλον τῷ σιμῷ,1 ἐπειδὴ τὸ μὲν σιμὸν ἐπὶ ῥινὸς καὶ μόνης φέρεται, τὸ δὲ κοῖλον καὶ ἐπὶ ῥινὸς λέγεται καὶ ἐπὶ ἐπιφανείας καὶ ἄλλων, εἰ οὖν τὸ σιμὸν οὐδέν ἐστιν ἕτερον ἢ κοιλότης ἐν ῥινί, ἢ οὐ δυνατὸν εἰπεῖν ῥῖνα σιμήν, ἢ ὁ λέγων τοῦτο ἀδολεσχεῖ δὶς τὸ αὐτὸ λέγων ῥὶς ῥὶς κοίλη, καὶ διὰ τῆς σιμότητος καὶ διὰ τῆς ῥινὸς ῥῖνα δηλῶν. ἡ γὰρ σιμὴ ῥὶς ῥίς ἐστι κοίλη, ὥστε ὁ λέγων κοίλανσιν ῥινὸς ἀντὶ σιμότητος παραλαμβάνων τὴν κοίλανσιν δὶς λέγει τὴν ῥῖνα. ὥστε οὐ δυνατόν, φησίν, εἶναι τῶν τοιούτων ὁρισμόν· εἰς ἄπειρον γὰρ πρόεισιν· οὐδὲν γὰρ ἕτερον λέγει ἢ ὅτι ἡ ῥὶς ῥίς ἐστι σιμή, καὶ ὁ αὐτὸς λόγος ἔσται. ὁ γὰρ λέγων ὅτι σιμότης ἐστὶ κοίλανσις ἐν ῥινὶ οὐδὲν ἕτερον λέγει ἢ ὅτι τῇ ῥινὶ ῥὶς σιμὴ ἔνεστιν. ὥστε δῆλον ἐντεῦθεν ὅτι κυρίως ὁρισμὸς μόνης τῆς οὐσίας ἐστί, καὶ οἱ κυρίως ὁρισμοὶ ἁπλῶν ὑπάρχουσι πραγμάτων. εἰ γὰρ καὶ τῶν ἄλλων κατηγοριῶν, ἀνάγκη τοὺς ὁρισμοὺς ἐκ προσθέσεως εἶναι, οἷον τοῦ ποιοῦ καὶ τοῦ περιττοῦ· ποιότητα λέγω καθ’ ἣν ποιοί τινες λέγονται, καὶ περιττὸν ἀριθμὸν τὸν μὴ δίχα διαιρούμενον, καὶ παρέλαβον τὸ ὑποκείμενον·2 οὐ γὰρ ἄνευ ἀριθμοῦ δυνατὸν ὁρίσαι τὸ περιττόν, οὐδ’ ἄνευ ζῴου τὸ θῆλυ. ἐπὶ δὲ τῶν ἐκ προσθέσεως συμβαίνει δὶς τὸ αὐτὸ λέγειν, ὥσπερ ἐν τούτοις, οἷον ἄρτιός ἐστιν ἀριθμὸς ὁ διαιρούμενος δίχα, καὶ τοῦ ἀριθμοῦ ἀριθμὸν ἐδήλωσε διὰ τῆς δίχα διαιρέσεως.3 ὥστε τῶν συνδυαζομένων, τουτέστι τῶν ἐκ προσθέσεως, οὐκ ἔστι κυρίως ὁρισμός, φημὶ δὴ τῶν καθ’ αὑτὸ συμβεβηκότων, οἷον, ὡς φησιν αὐτός, ἀριθμοῦ περιττοῦ· ἀλλὰ τοῦτο λανθάνει τοὺς πολλούς, ὅτι οὐκ ἀκριβῶς ταῦτα λέγονται. εἰ δέ εἰσι καὶ τούτων ὅροι, ἤτοι ἄλλον τρόπον εἰσὶ καὶ οὐχ ὅμοιοι τῆς οὐσίας, ἐπειδὴ μηδὲ ἁπλῶν εἰσι πραγμάτων, ἢ καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, πολλαχῶς δεῖ λέγειν εἶναι τὸν ὁρισμόν. ὥστε καθὸ οἱ ὅροι μιᾶς φύσεως καὶ ἁπλῆς εἰσι δηλωτικοί (ἓν γὰρ πρᾶγμα θέλουσι περιλαμβάνειν), οὐκ ἔστιν ὁρισμὸς εἰ μὴ τῆς οὐσίας· καθὸ δὲ πολλαχῶς λέγεται ὁ ὁρισμός, καταχρηστικώτερον καὶ ἐπὶ τῶν μὴ δηλούντων μίαν οὐσίαν ἔσται ὁρισμὸς καὶ τῶν καθ’ αὑτὸ συμβεβηκότων. εἶτα συμπεραινόμενός φησιν ὅτι μεμαθήκαμεν ὅτι ὁρισμός ἐστιν ὁ λόγος ὁ δηλῶν τὴν οὐσίαν τοῦ πράγματος καὶ ὅτι ἢ μόνων ἐστὶ τῶν οὐσιῶν ὁρισμὸς ἢ μάλιστα τῶν οὐσιῶν τῶν πρώτων καὶ τῶν ἁπλῶν, λοιπὸν τῶν ἄλλων κατὰ δεύτερον λόγον, καὶ οὐ κυρίως οὔτε ἀκριβῶς, ἐπειδὴ μὴ φυλάττουσι τὰ τοῦ ὁρισμοῦ μίαν δηλοῦντες φύσιν.

“关于它们,还有另一个疑难。” 正如我们在通论中所说,关于自身偶性他也提出了另一个疑难,表明它们是没有定义的。因为他说道,如果“塌鼻”和“凹鼻”是同一回事,那么“塌”与“凹”就将是同一的。但如果“凹”与“塌”不是同一的——既然“塌”仅适用于鼻子,而“凹”既可用于鼻子,也可用于表面及其他事物——,那么如果“塌”不过就是鼻子中的凹陷,要么就不可能说“塌鼻”,要么说这话的人就是在冗复多言,把同一件事说了两次:“鼻、鼻、凹的”,并且既通过“塌”又通过“鼻”来指称鼻子。因为塌鼻就是凹鼻,因此说“鼻子的凹陷”来代替“塌”的人,由于引入了凹陷,就把“鼻”说了两次。所以他说道,这类事物不可能有定义;因为这会导致无穷倒退;因为他所说的无非就是鼻子是塌鼻,而且同样的说明依然成立。因为说“塌是鼻子中的凹陷”的人,所说的无非就是“在鼻子中有塌鼻”。因此由此显而易见,严格意义上的定义仅属于实体,而严格意义上的定义属于单纯的事物。因为如果其他范畴也有定义,其定义就必然是通过附加而成的,例如质的定义和奇数的定义;我是指依之而被称为有某种性质的性质,以及不能被二等分的数即奇数,而我引入了基底;因为不借助数就不可能定义奇,不借助动物也不可能定义雌。但在通过附加而成的事物中,就会出现将同一件事说两次的情况,正如在这些情形中:例如偶数是被二等分的数,通过被二等分,它指称了数的数。因此,对于结合而成的事物,亦即通过附加而成的事物,严格而言是没有定义的,我是指自身偶性,例如正如他自己所说的奇数;但这逃过了多数人的注意,即这些说法并不严格。但如果这些事物也有定义,那么它们要么属于另一种方式,不同于实体的定义,既然它们甚至不是单纯事物的定义;要么正如在通论中所说,必须承认定义是多义地被言说的。因此,就定义表示单一且单纯的本性而言(因为它们希望包涵一件事物),除了实体之外便没有定义;但就定义是多义地被言说而言,即使对于不表示单一实体的事物,即对于自身偶性,也转用性地存在着定义。接着他在作结时说道,我们已经获知,定义是表示事物实体的言词,并且定义要么仅属于实体,要么首要地属于第一且单纯的实体,至于其余事物则是在第二种意义上,既非严格亦非精确,因为它们并没有通过表示单一本性而保全定义的特质。

语法注3 条
  1. 7.21εἰ δὲ μή ἐστι ταὐτὸν τὸ κοῖλον τῷ σιμῷ

    整句的句法骨架始于 εἰ δὲ μή ἐστι...,中间插入了解释性分句(ἐπειδὴ τὸ μὲν σιμὸν...),随后通过带有复指小辞 οὖν 的条件从句(εἰ οὖν τὸ σιμὸν οὐδέν ἐστιν...)承前启后,最终引出选言式的主句(ἢ οὐ δυνατὸν εἰπεῖν... ἢ ὁ λέγων τοῦτο ἀδολεσχεῖ...)。两个 εἰ 从句并非相互排斥,而是后者承接并推进了前者的前提假定。

  2. 7.21καὶ παρέλαβον τὸ ὑποκείμενον

    动词 παρέλαβον 为第一人称单数不定过去时直陈式主动语态,与前面的 ποιότητα λέγω... 呼应,表明注疏者以第一人称指出自己在定义中“引入了基底”(语法上虽亦可作第三人称复数“人们引入了”,但与前文 λέγω 保持一致作第一人称最为自然)。

  3. 7.21καὶ τοῦ ἀριθμοῦ ἀριθμὸν ἐδήλωσε διὰ τῆς δίχα διαιρέσεως

    属格 τοῦ ἀριθμοῦ 与宾格 ἀριθμόν 并置,表示指称了“数之数”(或在数之上又多加了数)。在定义偶数时,既给出了“数”,又通过二等分表示了偶数(这本身又是一种数),从而使同一个属(数)被重复言说,导致了冗复赘言(ἀδολεσχία)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:390.35-391.34