← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§389.33-390.34

关于偶性同一性的驳斥与对理念论的批判

阿斯克勒庇俄斯通过区分基底与定义说明,驳斥了诡辩派关于偶性中本质与存在为同一的谬误推理,随后针对柏拉图主义的理念论展开批判,指明无论设定本质与理念是结合还是分离都会导致荒谬推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.20#2

εἶτα λοιπὸν ἐκτίθεται καὶ σοφιστικὸν παραλογισμόν, ἐξ οὗ πειρᾶται δεικνύναι (καὶ ὕστερον δὲ ἀνατρέπει αὐτόν) ὅτι καὶ ἐπὶ τῶν συμβεβηκότων τὸ αὐτό ἐστι λευκὸν εἶναι καὶ λευκῷ εἶναι. καὶ προέρχεται ὁ λόγος τοῦτον τὸν τρόπον. οἱ γὰρ σοφισταὶ οὕτως φασὶν ὅτι ὁ ἄνθρωπος τὸ αὐτό ἐστι τῷ λευκῷ ἀνθρώπῳ· εἰ γὰρ ὑποθώμεθα ἕτερον εἶναι τὸν ἄνθρωπον παρὰ τὸν λευκὸν ἄνθρωπον, ἐπειδὴ Καλλίας καὶ ἄνθρωπός ἐστι καὶ λευκὸς ἄνθρωπος, αὐτὸς ἑαυτοῦ ἔσται ἕτερος, ὅπερ ἐστὶν ἀδύνατον. καὶ εἰ ταὐτόν ἐστιν ἄνθρωπος καὶ λευκὸς ἄνθρωπος, διὰ τὰ αὐτὰ ταὐτὸν ἔσται τὸ καὶ ἀνθρώπῳ εἶναι καὶ λευκῷ ἀνθρώπῳ εἶναι. ὥστε συνάγεται ἐντεῦθεν ὅτι ταὐτόν ἐστι καὶ λευκὸν εἶναι καὶ λευκῷ εἶναι. τὸ δὲ ἀληθὲς συνήχθη διὰ τὸ συγχωρῆσαι1 τῇ προτάσει τῇ λεγούσῃ ὅτι ταὐτὸν ἄνθρωπος καὶ λευκὸς ἄνθρωπος· εἰ δὲ ταῦτα, ταὐτὸν ἔσται τὸ λευκὸν τῷ μουσικῷ καὶ τῷ γραμματικῷ, ἐπειδὴ ἐν τῷ Ἀριστάρχῳ, εἰ τύχοι, θεωροῦνται ταῦτα. τί οὖν δεῖ ἡμᾶς λέγειν; ὅτι τὰ μὲν καθ’ αὑτὸ ὑπάρχοντα τῷ αὐτῷ καὶ ἀλλήλοις εἰσὶ ταὐτά, ὥσπερ τὸ ζῷον λογικὸν καὶ ὁ ἄνθρωπος καθ’ αὑτὸ ὑπάρχει τῷ Σωκράτει, καὶ ἀλλήλοις ἐστὶ ταὐτά· οὐ μέντοι γε καὶ τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα, ἐπειδὴ ταὐτὰ μέν εἰσι τὰ ὑποκείμενα, οὐκέτι μέντοι γε καὶ κατὰ τὸν λόγον. ὁ γὰρ ἄνθρωπος ὁ λευκὸς καὶ ὁ μουσικὸς τὰ αὐτὰ μὲν κατὰ τὸ ὑποκείμενον, ἐὰν ἀμφότερα σχοίη ἄνθρωπος, οὐκέτι μέντοι γε καὶ κατὰ τὸν λόγον τὰ αὐτά· ἕτερος γὰρ ὁρισμὸς λευκοῦ καὶ ἕτερος ἀνθρώπου καὶ ἕτερος μουσικοῦ· ὥστε τὰ κατά τι κοινωνοῦντα κοινὸν οὐκ αἰτητέον καὶ κατὰ πάντα κοινωνεῖν.2 ταῦτα εἰρηκὼς ἔρχεται λοιπὸν ἐπὶ τὰς ἰδέας, ἅς φασι καὶ πρώτας εἶναι οὐσίας, καί φησιν ὅτι ἡ ἰδέα τῆς οὐσίας καὶ [τῆς] τοῦ ἀγαθοῦ καὶ τῶν ἄλλων ὁμοίως ταὐτόν ἐστι, τὸ οὐσίᾳ εἶναι καὶ οὐσίαν εἶναι, καὶ ἀγαθῷ εἶναι καὶ ἀγαθὸν εἶναι. ἢ γὰρ ταὐτόν ἐστιν ἢ οὐκ ἔστι ταὐτόν. εἰ μὲν οὖν ταὐτόν ἐστιν, ἔχω τὸ ζητούμενον· εἰ δὲ μή ἐστι ταὐτὸν ἀλλ’ ἕτερον τὸ ἀγαθὸν εἶναι καὶ ἀγαθῷ εἶναι, εἰ συνέζευκται, ἔσονται σύνθετοι αἱ ἰδέαι καὶ οὐχ ἁπλαῖ, ὅπερ ἐστὶν ἄτοπον, εἴ γε εἴδη εἰλικρινῆ αὐτὰ ὑποτίθενται·3 εἰ δὲ μὴ συνέζευκται ἀλλὰ κεχώρισται, ἔσονται ἄλλαι οὐσίαι πρότεραι τῶν ἰδεῶν, ὅπερ οὐδὲ αὐτοὶ βούλονται· καὶ περὶ ἐκείνων δὲ τὸ αὐτὸ ἐρώτημα. ἔπειτα αἱ ἰδέαι οὐκέτι ἔσονται γνωσταὶ τῶν ὁρισμῶν κεχωρισμένων ἐξ αὐτῶν, ἐπειδὴ τὰ πράγματα γινώσκονται ἐκ τῶν ὁρισμῶν αὐτῶν. ἔπειτα δὲ καὶ ἐκεῖναι οὐκ ἔσονται οὐσίαι, εἴ γε κεχωρισμέναι ὑπάρχουσι τῶν οὐσιῶν· ὥστε τὸ ἀγαθὸν οὐκ ἔστιν ἀγαθόν, ἐπειδὴ ὁ ὁρισμὸς τοῦ ἀγαθοῦ κεχώρισται αὐτοῦ καὶ τὸ ἀγαθῷ εἶναι. ἐρεῖ δὲ καὶ πρὸς τοὺς τὰς ἰδέας εἰσάγοντας, ὅτι ἐπειδὴ κυρίως ὑποτίθεσθε τὰς ἰδέας, αὗται αἱ σύνθετοι οὐσίαι οὐκ ἔσονται οὐσίαι, ἐπειδὴ κεχωρισμέναι ὑπάρχουσιν τῶν ὄντως οὐσιῶν. οὐ γὰρ δυνατὸν εἰπεῖν ὅτι αἱ ἰδέαι ἐν ταῖς οὐσίαις θεωροῦνται· οὐ γὰρ κατὰ μέθεξιν, ὡς φησιν αὐτός, θεωροῦνται, ἀλλὰ αὐθυπόστατα ὑπάρχουσιν, εἴδη ὄντα εἰλικρινῆ.

接着,他又列举了一个诡辩式的谬误推理,[诡辩者]试图由此表明(而他后来又予以驳斥):即使在偶性上,‘作为白存在’与‘对于白而言的存在’也是同一的。这一论辩是按如下方式进行的。因为诡辩者们这样说:人与白人是同一的;因为如果我们假设人不同于白人,那么由于卡利亚斯既是人又是白人,他自身就将不同于自身,而这是不可能的。而且如果人与白人是同一的,出于同样的缘由,‘对于人而言的存在’与‘对于白人而言的存在’也将是同一的。因此由此推导出的结论是:‘作为白存在’与‘对于白而言的存在’也是同一的。但实际上[这一推论]是由于让步认可了‘人与白人是同一的’这一前提而被推导出来的;如果承认这一点,那么白与懂音乐(有教养)和懂文法也将是同一的,因为假定这些都见于阿里斯塔库斯身上。那么我们应当说什么呢?凡自身属于同一事物者,彼此之间也是同一的,正如理性动物与人自身属于苏格拉底,并且彼此也是同一的;然而依偶性属于者却不再如此,因为基底虽是同一的,依定义(说明)而言却不再是同一的。因为白人与懂音乐的人依基底而言固然是同一的(如果一个人兼具这两者),但依定义而言却不再是同一的;因为白的定义是一回事,人的定义是另一回事,懂音乐的定义又是另一回事。因此,不应当要求凡在某种共同特征上相通的事物,在一切方面也相通。说了这些之后,他接着谈到相(理念),他们称之为第一实体,并且说实体的理念以及善的理念,还有其他事物的理念同样也是同一的,即‘对于实体而言的存在’与‘作为实体存在’,以及‘对于善而言的存在’与‘作为善存在’。因为要么是同一的,要么不是同一的。如果是同一的,我就得到了所寻求的;但如果不是同一的,而是‘作为善存在’与‘对于善而言的存在’互不相同,如果它们是结合在一起的,诸理念就将是复合的而非单纯的,这是荒谬的,既然他们设定它们是纯粹的形式;如果它们不是结合在一起而是相分离的,就会有先于诸理念的其他实体存在,而这连他们自己也不愿意接受;并且关于那些实体也会产生同样的问题。其次,如果定义与理念相分离,诸理念就不再是可知的,因为事物是通过它们的定义而被认识的。再次,如果与实体相分离而存在,那些也将不是实体;从而善就不是善,因为善的定义以及‘对于善而言的存在’已经与它相分离。他还会对引入诸相的人说:既然你们设定诸理念是严格本原性的,那么这些复合实体就将不是实体,因为它们与真实存在的实体相分离而存在。因为不可能说理念见于实体之中;因为正如他自己所言,它们不是依据分有而被观察到的,而是作为纯粹的形式自立地存在着。

语法注3 条
  1. 7.20τὸ δὲ ἀληθὲς συνήχθη διὰ τὸ συγχωρῆσαι

    τὸ ἀληθές 既可作主格主语,亦可作宾格副词(意为“事实上 / 实际上”)。此处按宾格副词处理,而 συνήχθη 的隐蔽主语指代前述诡辩推理所得出的错误结论,整个分句意在指出该结论乃因承认了错误的前提而产生。

  2. 7.20τὰ κατά τι κοινωνοῦντα κοινὸν οὐκ αἰτητέον καὶ κατὰ πάντα κοινωνεῖν

    由动形容词 αἰτητέον 构成的非人称句(“不应当要求……”)。τὰ κατά τι κοινωνοῦντα κοινόν 为宾格主语短语(“在某种共同点上相通的事物”),不定词短语 κατὰ πάντα κοινωνεῖν(“在一切方面相通”)则充当要求的内容。

  3. 7.20εἴ γε εἴδη εἰλικρινῆ αὐτὰ ὑποτίθενται

    εἴ γε 引导表示理由或限制性前提的从句(“既然 / 果真”)。动词 ὑποτίθενται 带有双重宾格结构,αὐτά 为直接宾语,εἴδη εἰλικρινῆ 为宾语补足语(“既然他们设定它们是纯粹的形式”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:389.33-390.34