- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:38.20-39.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》986a18中关于毕达哥拉斯学派数之元素(有界与无界、奇与偶、一)的论述,阐明它们如何对应于质料因、形式因与动力因。
" Τούτων δέ." Φησὶν ὅτι τοῦ ἀριθμοῦ τὸ μὲν πεπερασμένον ἔλεγον, τὸ δὲ ἄπειρον· πεπερασμένον μὲν τὸ περιττόν, ἐπεὶ τὸ εἶδος ἐδήλουν δι’ αὐτοῦ, ἔστι δὲ πέρας τὸ εἶδος, εἴ γε καὶ περατοῖ τὴν ὕλην· τὸ δὲ ἄρτιον ἄπειρον ἔλεγον εἶναι, ἐπεὶ τὴν ὕλην ἐδήλουν δι’ αὐτοῦ, ἥτις ἐπ’ ἄπειρόν ἐστι διαιρετή. τὸ δὲ ἕν, φησίν, ἔλεγον ἐξ ἀμφοτέρων εἶναι τούτων, μᾶλλον δὲ ἀμφότερα ἐκ τοῦ ἑνός. ὅτι γὰρ τοῦτο λέγει, σαφῶς ἐδήλωσεν ἐπαγαγὼν τὸν δὲ ἀριθμὸν ἐκ τοῦ ἑνός· ἔστι δὲ ἀριθμὸς τὸ περιττὸν καὶ τὸ ἄρτιον, ὥστε τὸ περιττὸν καὶ τὸ ἄρτιον ἐκ τοῦ ἑνὸς ὑπάρχουσιν· πάντα γὰρ ἐκ τῆς πρωτίστης αἰτίας ὑπάρχουσιν. ἀριθμοὺς δέ, καθάπερ εἴρηται, τὸν ὅλον οὐρανὸν ὑπετίθεντο· ὥσπερ γὰρ ὁ κόσμος δεκτικός ἐστι τῶν εἰδῶν, οὕτω καὶ ὁ δέκα ἀριθμὸς ἐν ἑαυτῷ ἔχει πάντας τοὺς ἀριθμούς, οἷον δεχάς τις οὖσα.1 χρήσιμον οὖν αὐτῷ τὸ γνῶναι εἰς τί τῶν αἰτίων ἀνήγαγον καὶ οἱ Πυθαγόρειοι τὰς ἀρχάς· φαίνεσθαι δὲ ἐξ ὧν ἔλεγον, ὅτι ὁ ἀριθμὸς αὐτοῖς ἀρχὴ τῶν ὄντων ὡς ὕλη· ἐκ γὰρ τῆς τούτων συνθέσεως τὰ ἄλλα πάντα ἐγέννων. τὸ δὲ ὡς πάθη τε καὶ ἕξεις εἴη ἂν δηλωτικὸν2 τοῦ τοὺς ἀριθμοὺς αὐτοῖς καὶ τῶν παθῶν καὶ τῶν ἕξεων εἶναι γεννητικοὺς καὶ αἰτίους, ὅπερ εἴη ἂν τὸ ὡς ποιητικὸν αἴτιον· κατὰ γὰρ τὰς ἐν τούτοις διαφορὰς τὰ πάθη τε καὶ τὰς ἕξεις ἐγγίνεσθαι τοῖς ἐξ αὐτῶν συγκειμένοις. τὰ γὰρ πάθη τε καὶ αἱ ἕξεις τῶν ἀριθμῶν τῶν ἐν τοῖς οὖσι παθῶν τε καὶ ἕξεων αἴτια, οἷον τὸ διπλάσιον, τὸ ἐπίτριτον, τὸ ἡμιόλιον. ἅπας οὖν ἀριθμὸς ὕλη, πάθος δὲ τὸ ἄρτιον, ἕξις δὲ τὸ περιττὸν ὡς εἶδος, τὸ δὲ ἓν ἐξ ἀμφοῖν· διὸ καὶ ἀρτιοπέριττον ἡ μονάς· καὶ ὅτι ἐκ τοῦ ἑνὸς συγκειμένου ἐκ περιττοῦ τε καὶ ἀρτίου ἡ γένεσις τῷ ἀριθμῷ. ἐσαφήνισε δὲ τὴν δόξαν αὐτῶν διὰ τοῦ εἰπεῖν πεπερασμένον καὶ ἄπειρον· τὸ γὰρ ἄπειρον ἡ ὕλη, τὸ δὲ πέρας τὸ εἶδος.
“而这些之中。” 他说,他们曾说数的一方面是有界的,另一方面是无界的;有界的是奇数,因为他们借由奇数表示形式,而形式是界限,既然它甚至限定了质料;另一方面他们说偶数是无界的,因为他们借由偶数表示质料,而质料是可以无限分割的。而他说,他们曾说“一”是由这两者构成的,或者不如说两者都出自“一”。因为他意指这一点,通过接着补充说“而数出自一”已明白地显示出来;而数就是奇数与偶数,因此奇数与偶数都出自“一”而存在;因为一切事物都出自最第一的原因而存在。而正如已经说过的,他们假定整个天空就是数;因为正如宇宙能够接受诸形式,十这个数也在自身之中包含了一切数,仿佛是一种容器。因此对他来说,知晓毕达哥拉斯学派也将诸原理归结为诸原因中的哪一种是有用的;并且从他们所说的话看来,数对他们而言作为质料是存在者的原理;因为他们正是从这些成分的结合中生成所有其他事物的。而“作为受动状态与素性”则表明数对他们而言也是诸受动状态与素性的生成者与原因,这也就是作为动力因的情形;因为正是根据这些之中的差异,受动状态与素性才在由它们构成的事物中产生。因为数的受动状态与素性——例如两倍、三分之四、二分之三——是存在者之中的受动状态与素性的原因。因此,一切数都是质料,偶数是受动状态,奇数是作为形式的素性,而“一”由两者构成;所以单子也是兼具偶与奇的;并且因为从由奇数与偶数组合而成的“一”中,产生了数的生成。而他通过说“有界与无界”澄清了他们的意见;因为无界的是质料,而界限是形式。
- 1.45οἷον δεχάς τις οὖσα
尽管语法主语是阳性的 ὁ δέκα ἀριθμός(数字十),但分词 οὖσα 却呈现阴性形式,这是受到了表语名词 δεχάς(容纳者)的性吸引,或者反映了与阴性名词 δεκάς(十/十数)在语音上的双关修辞。阿斯克勒庇俄斯借由此词源双关,将宇宙接受(δεκτικός)诸形式与十接纳所有数并列对应。
- 1.45τὸ δὲ ὡς πάθη τε καὶ ἕξεις εἴη ἂν δηλωτικὸν
亚里士多德原文(986a16-17)中的短语 ὡς πάθη τε καὶ ἕξεις 前带有中性定冠词 τὸ,构成实质上的主语。谓语动词是表示潜在的 ἄν 搭配祈愿法 εἴη,形容词 δηλωτικόν 支配属格的带冠词不定式从句 τοῦ ... εἶναι。该不定式结构中,逻辑主语为宾格 τοὺς ἀριθμούς,表语为 γεννητικοὺς καὶ αἰτίους。
