← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§388.3-389.33

包含基底的自身偶性定义与附加疑难

阿斯克勒庇俄斯讨论了关于将基底包含于定义之中的自身偶性(如塌鼻)在定义上面临的附加、冗语和无穷后退等疑难,借助《辩谬篇》梳理出定义的层级,并顺理成章地过渡到事物与其本质是否同一的探究。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.19

" Ἔχει δὲ ἀπορίαν, ἐάν τις μή φησιν ὁρισμὸν εἶναι τὸν ἐκ προσθέσεως λόγον." Ἐντεῦθεν τὴν ἀπορίαν κινεῖ, ὅτι δεῖ 〈ζητεῖν〉, φησίν, εἰ μὴ ὑπάρχουσιν ὁρισμοὶ τῶν ἐκ προσθέσεως, τουτέστι τῶν παραλαμβανόντων τὰ ὑποκείμενα ἐν τοῖς ὁρισμοῖς ἑαυτῶν, ὥσπερ ἐπὶ τοῦ λευκοῦ εἰρήκαμεν, ὁριζόμενοι χρῶμα διακριτικὴν ὄψεως ἐν σώματι θεωρουμένην. φησὶν οὖν ὅτι εἰ ὁ λόγος οὗτος ἀληθής, ἀδύνατον εἶναι ὁρισμὸν τῶν συμβεβηκότων καθ’ αὑτό· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν συνδεδυασμένων,1 τὰ καθ’ αὑτὰ συμβεβηκότα· ἐκ προσθέσεως γὰρ ἀνάγκη δηλοῦν τὸν ὁρισμὸν αὐτῶν. οἷον ἔστι ῥὶς καὶ κοιλότης καὶ σιμότης δῆλον· τὸ δὲ ἐκ τῶν δυεῖν λεγόμενόν ἐστιν ὁ ὁρισμός, καὶ οὐ κατὰ συμβεβηκὸς ὑπάρχουσιν οὔτε ἡ σιμότης οὔτε ἡ κοιλότης τῇ ῥινί, ἀλλὰ καθ’ αὑτό. οὔτε γὰρ ὡς ὑπάρχει τὸ λευκὸν Καλλίᾳ ἢ ἀνθρώπῳ κατὰ συμβεβηκός, οὕτως ὑπάρχει καὶ τῇ ῥινὶ τὸ σιμόν, 〈ἀλλ’〉 ὥσπερ τὸ ἄρρεν τῷ ζῴῳ ὑπάρχει καθ’ αὑτό, καὶ τὸ ἴσον τῷ ποσῷ, καὶ ὅσα λέγονται καθ’ αὑτὸ ὑπάρχειν. ταῦτα δέ ἐστιν ὅσα ἐν τοῖς ὁρισμοῖς ἑαυτῶν παραλαμβάνουσι τὰ ὑποκείμενα, ὥσπερ ἐπὶ τοῦ ἀριθμοῦ. καὶ ἔστιν ὁ τοιοῦτος τρόπος δεύτερος τῶν καθ’ αὑτό, καθάπερ ἐν τῇ Ἀποδεικτικῇ ἐλέγετο. τὸ γὰρ λευκὸν ἐνδέχεται ἄνευ τοῦ ἀνθρώπου δηλῶσαι, τὸ δὲ θῆλυ οὐ δύναται ἄνευ τοῦ ζῴου. ὥστε ἢ οὐκ ἔστι τούτων ὁρισμός, ἢ εἴπερ ἐστίν, ἀνάγκη ἐκ προσθέσεως εἶναι, ὥσπερ εἰρήκαμεν.

“然而,如果有人说依附加的说明不是定义,就会产生困难。” 他由此引发了这一困难:他说,如果依附加的事物没有定义,即那些在自身的定义中包含基底的事物没有定义,正如我们关于白所说的(将其定义为‘在物体中被观察到的、分辨视觉的颜色’),就必须〈探究〉。因此他说,如果这一说法为真,那么自身偶性就不可能有定义;因为他说‘结合之物’,表明的正是自身偶性;因为依附加来指明它们的定义是必然的。例如,显然有鼻子、凹陷和塌鼻;而由这两者所表述的乃是定义,塌鼻与凹陷都不是依偶性属于鼻子,而是自身属于。因为塌鼻属于鼻子,并不像白依偶性属于卡利亚斯或属于人那样,而是像雄性自身属于动物、相等自身属于量,以及所有被称为自身属于的事物那样。而这些事物就是那些在自身定义中包含基底的事物,正如在数的情况中所见。正如在《后分析篇》中所说的,这种方式属于自身所有的第二种方式。因为白可以脱离人来表明,而雌性离开动物则不能表明。因此,要么这些事物没有定义,要么即使有定义,也必然如我们所言是依附加的。

§7.20#1

"Ἔστι δὲ ἀπορία καὶ ἑτέρα περὶ αὐτῶν· εἰ μὲν γὰρ τὸ αὐτό ἐστι σιμὴ ῥὶς καὶ κοίλη ῥίς, τὸ αὐτὸ ἔσται τὸ σιμὸν καὶ τὸ κοῖλον." Δείξας ἤτοι ἀπορήσας διὰ τῶν προλαβόντων ὅτι οὐ δυνατόν ἐστι τῶν καθ’ αὑτὸ ὑπαρχόντων συμβεβηκότων εἶναι ὁρισμούς, ἐπειδὴ ἐκ προσθέσεως ὑπάρχουσιν, ἅτε δὴ συμπαραλαμβανόντων αὐτοῖς καὶ τὰ ὑποκείμενα,2 ὡς ἐπὶ τοῦ ἀριθμοῦ εἰρήκαμεν καὶ τῆς σιμότητος (ἐρωτώμενοι γὰρ τί ἐστι περιττόν, φαμὲν ἀριθμὸς εἰς ἄνισα διαιρούμενος καὶ παρελάβομεν τὸ ὑποκείμενον αὐτοῦ εἰς τὸν ὁρισμόν, φημὶ δὴ τὸν ἀριθμόν) ἐντεῦθεν ἀπορίαν τινὰ κινεῖ ἀναιροῦσαν τῶν τοιούτων συμβεβηκότων τοὺς ὁρισμούς. τί γάρ; φησὶν ὅτι ἀδύνατόν ἐστιν εἶναι ὁρισμὸν τῶν τοιούτων· καὶ ἐν αὐτῇ γὰρ τῇ προφορᾷ τοῦ λόγου ἀδολεσχοῦμεν δὶς τὰ αὐτὰ λέγοντες. ἡνίκα γάρ φαμεν ὅτι σιμότης ἐστὶ κοίλανσις ἐν ῥινί, οὐδὲν ἕτερον λέγομεν, ἢ ὅτι ῥὶς ῥίς ἐστι, καὶ διπλασιάζομεν τὴν ῥῖνα, ὅπερ ἐστὶν ἀδολεσχία. ἡ γὰρ κοιλότης λαμβάνεται ἀντὶ τῆς σιμότητος, ἡ δὲ σιμότης πάντως συνεισφέρει ἑαυτῇ τὴν ῥῖνα· ὥστε ὁ λέγων ‘σιμότης ἐστὶ κοίλανσις ἐν ῥινὶ’ οὐδὲν ἕτερον λέγει ἢ ὅτι ῥὶς ῥίς, καὶ ὡς εἴρηται, ἀδολεσχεῖ. εἰ τοίνυν οὐδὲ προενέγκασθαι δυνατόν ἐστι τὰ τοιαῦτα, πολλῷ μᾶλλον οὐδὲ ὁρίσασθαι. τὸ δὲ ἀληθέστερον τοῦτό ἐστιν· ἰστέον ὅτι ἡνίκα ὁριζόμεθα τὸν λευκὸν ἄνθρωπον, πάντως ἀποδίδομεν ὁρισμὸν καὶ τοῦ λευκοῦ καὶ τοῦ ἀνθρώπου λέγοντες ὅτι λευκὸς ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν μετέχον χρώματος διακριτικοῦ ὄψεως. οὕτως οὖν καὶ ἐνταῦθα συμβήσεται ἡ σιμότης τῇ ῥινί. ὁ γοῦν ὅρος ὁ λέγων ὅτι σιμότης ἐστὶ κοίλανσις ἐν ῥινὶ τὴν σιμότητα λέγει μόνον. ἐὰν οὖν βουληθῶμεν ὁρίσασθαι ἀμφότερα, φημὶ δὴ τὴν σιμότητα καὶ τὸ ὑποκείμενον αὐτῆς, τουτέστι τὴν ῥῖνα, δὶς τὸ αὐτὸ παραληφθῆναι λέγομεν, ὅτι ῥὶς σιμή ἐστι ῥὶς κοιλότητα ἔχουσα ἐν ῥινί. * * * τῇ ῥινὶ καὶ ῥὶς σιμὴ ἐνυπάρχει· καὶ γίνεται καὶ ἄλλο ἓν διὰ τὴν σιμότητα, καὶ οὕτως ἐπ’ ἄπειρον. λέγομεν οὖν ἡμεῖς, ἅπερ καὶ αὐτὸς λέγει, ὅτι καθάπερ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις εἴρηται ὑπ’ αὐτοῦ, ὅτι, ἡνίκα μὲν αὐτὴ καθ’ αὑτὴν λαμβάνεται ἡ σιμότης, πάντως συνεισφέρει ἑαυτῇ τὴν ῥῖνα, ἡνίκα δὲ μετὰ τῆς ῥινὸς παραλαμβάνεται, οὐκέτι δηλοῖ τὴν ῥῖνα, ἀλλὰ τότε ὡς πάθος παραλαμβάνεται τῆς ῥινός· καὶ οὐκέτι συμβαίνει ἡμῖν ἀδολεσχεῖν λέγουσιν δὶς τὸ αὐτό. ἐρωτώμενοι οὖν τί ἐστι ῥὶς σιμή, φαμὲν ὅτι κοίλανσις ἐν ῥινί. ἰστέον 〈τοίνυν〉 ὅτι κυρίως μὲν ὁρισμὸς τῆς οὐσίας ἐστίν, εἴ γε οἱ κυρίως ὁρισμοὶ τῶν ἁπλῶς ὑπάρχουσι πραγμάτων, εἶτα λοιπὸν κατὰ δεύτερον λόγον τῶν συμβεβηκότων ἁπλῶς, ἐπειδὴ ἄνευ προσθήκης λέγονται, καὶ τρίτον τῶν καθ’ αὑτὰ συμβεβηκότων, ἐπειδὴ μετά τινος προσθήκης λέγονται. ταῦτα εἰρηκὼς ἐφεξῆς ζητεῖ, ἆρά γε ταὐτόν ἐστιν εἰπεῖν ζῷον εἶναι καὶ ζῴῳ εἶναι,3 καὶ ἀγαθὸν εἶναι καὶ ἀγαθῷ εἶναι, καὶ ψυχὴν εἶναι καὶ ψυχῇ εἶναι. καὶ καθόλου ἐπὶ μὲν τῶν ἁπλῶν πραγμάτων, ὡς εἴρηται ἐν Κατηγορίαις, ταὐτὸν εἶναι τὸ ζῷον εἶναι καὶ τὸ ζῴῳ εἶναι, τουτέστιν ἐπὶ τῶν ἁπλῶν οὐσιῶν, καὶ ψυχὴν εἶναι καὶ ψυχῇ εἶναι· ἐπὶ μέντοι γε τοῦ ἀνθρώπου οὐκέτι, ἐπειδὴ σύγκειται ἐξ ὕλης καὶ εἴδους, ὥστε οὐκ ἔστι ταὐτὸν λέγειν ἀνθρώπῳ εἶναι καὶ ἄνθρωπον εἶναι.

“关于它们还有另一困难;因为如果塌鼻子和凹鼻子是同一事物,塌和凹也就是同一事物。” 他通过前述内容表明或提出了困难,即自身具有的偶性不可能有定义,既然它们依附加而存在,正如它们将基底也一同带入自身之中,正如我们在数和塌鼻的情况中所说的那样(因为被问及奇数是什么时,我们说‘被分为不相等部分的数’,并且在定义中已经包含了它的基底,我指的正是数);由此他引发了消除此类偶性之定义的某种困难。何以如此?他说,此类事物不可能有定义;因为在说明的表述本身之中,我们就会因两次说出相同的事物而陷于冗语。因为当我们说‘塌是鼻子中的凹陷’时,我们所说的无非就是‘鼻子是鼻子’,并且把鼻子重复了两次,这正是冗语。因为凹陷是代替塌而被采用的,而塌无论如何都将鼻子一同带入自身;因此,说‘塌是鼻子中的凹陷’的人,所说的无非就是‘鼻子是鼻子’,正如所言,他陷于冗语。因此,如果连表述此类事物都是不可能的,那么定义它们就更是远远不可能的。但更真实的情况乃是如此:应当知道,当我们定义‘白人’时,我们无论如何都会给出白和人的定义,说‘白人是分有分辨视觉之颜色的会死的理性动物’。因此在这里,塌鼻也将以同样方式成为鼻子的偶性。无论如何,说‘塌是鼻子中的凹陷’的这一定义仅仅谈及了塌。因此,如果我们想要定义这两者,我指的是塌及其基底即鼻子,我们就会说同一事物被两次采用,即‘塌鼻子是在鼻子中具有凹陷的鼻子’。[……]在鼻子中,塌鼻子也内在于其中;并且由于塌而又产生了另一个单一体,以此类推乃至无穷。因此正如他自己所言,我们也说,正如他在《辩谬篇》中所说的那样,当塌自身独立被采用时,它必定将鼻子一同带入自身;但当它与鼻子一同被采用时,它就不再指称鼻子,而是作为鼻子的变态而被采用;而我们就不会再因两次说出同一事物而陷于冗语。因此当被问及塌鼻子是什么时,我们说是‘鼻子中的凹陷’。〈因此〉应当知道,严格意义上的定义属于实体(如果严格意义上的定义属于无条件存在的事物),其次依据第二种说明属于无条件的偶性(因为它们无需附加而被表述),第三则属于自身偶性(因为它们伴随着某种附加而被表述)。他在说了这些之后,接着探究:说‘作为动物存在’与‘对于动物而言的存在’,以及‘作为善存在’与‘对于善而言的存在’,还有‘作为灵魂存在’与‘对于灵魂而言的存在’,是否为同一回事。正如在《范畴篇》中所言,总的来说在单纯的事物上,‘作为动物存在’与‘对于动物而言的存在’是同一的(即在单纯实体上),‘作为灵魂存在’与‘对于灵魂而言的存在’也是同一的;然而在人上却不再如此,因为人是由质料与形式合成的,所以说‘对于人而言的存在’与‘作为人存在’并不是同一的。

语法注3 条
  1. 7.19συνδεδυασμένων

    在句式 τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν συνδεδυασμένων, τὰ καθ’ αὑτὰ συμβεβηκότα 中,属格分词 συνδεδυασμένων 是直接引用亚里士多德原文(1030b17)的形式。虽保留了原句上下文中的属格形式,但随后的宾格短语 τὰ καθ' αὑτὰ συμβεβηκότα 作为同位语起到了阐释其所指内容的作用。

  2. 7.20ἅτε δὴ συμπαραλαμβανόντων αὐτοῖς καὶ τὰ ὑποκείμενα

    在接在表原因的连词 ἅτε δὴ 之后的属格分词 συμπαραλαμβανόντων 中,其意义上的主语指向前文中的自身偶性(τῶν καθ’ αὑτὸ ὑπαρχόντων συμβεβηκότων),构成独立属格结构(亦可视为直接依性格一致修饰该属格名词)。与格代词 αὐτοῖς 则反身性地指代这些偶性自身。

  3. 7.20ζῴῳ εἶναι

    这是亚里士多德表示本质的特有术语表达(τὸ τινὶ εἶναι),由与格名词搭配不定式 εἶναι 构成,意为‘对于某物而言的存在’,即该事物的本质(是什么)。此处它与宾格不定式短语(ζῷον εἶναι,‘作为动物存在’)形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:388.3-389.33