- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:386.29-388.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》1030a27,阐明对事物本性的把握优先于对名称的探究,分析了实体与偶性在定义上的位序,并论证了因连续性或连接词结合而成的单一体何以不具有严格意义上的定义。
" Δεῖ μὲν οὖν σκοπεῖν καὶ τὸ πῶς δεῖ λέγειν περὶ ἑκάστου." Φησὶν ὅτι πρότερον δεῖ γινώσκειν τὸ πρᾶγμα οἷόν ἐστι καὶ μετὰ τοῦτο τὸ ὄνομα αὐτοῦ, εἶθ’ οὕτως τὸν ἀκριβῆ λόγον διδόναι περὶ αὐτοῦ. τοῦτο οὖν φησιν ὅτι δεῖ μὲν σκοπεῖν περὶ ἑκάστου πῶς δεῖ λέγειν περὶ αὐτοῦ, πότερον ὡς ἁπλῶς ὄντος ἢ ὡς πῇ ὄντος. πρότερον δὲ δεῖ σκοπεῖν τὴν φύσιν τοῦ πράγματος καὶ ὡς ἔχει φύσεως, καὶ τότε τὸ ὄνομα αὐτοῦ πολυπραγμονεῖν. διὸ καὶ νῦν, ἐπειδὴ τὸ λεγόμενον φανερόν ἐστιν ὅτι περὶ ὄντος ἐστὶν ὁ λόγος, καὶ ὁ ὁρισμὸς ὁμοίως ὑπάρχει πρώτως μὲν καὶ κυρίως τῇ οὐσίᾳ, ἐπειδὴ καὶ αὕτη κυρίως ἐστὶν ὄν, μετὰ δὲ ταῦτα καὶ τοῖς συμβεβηκόσιν, ὥσπερ καὶ ὁ ὁρισμὸς τῶν συμβεβηκότων οὐχ ἁπλῶς ἐστιν ὁρισμός, ἀλλὰ ποσοῦ ἐστιν ὁρισμὸς ἢ ποιοῦ. δεῖ γὰρ λέγειν τὰ συμβεβηκότα ἢ ὁμωνύμως εἶναι ὄντα ἢ προστιθέντα καὶ ἀφαιροῦντα,1 ὅτι ποσὸν ἐν οὐσίᾳ καὶ ποιὸν ὁμοίως (καὶ τὸ μὲν προστιθέντα περὶ τῶν συμβεβηκότων λέγει, τὸ δὲ ἀφαιροῦντα περὶ τῶν οὐσιῶν, οἷον λέγεται ὁρισμὸς ποσοῦ ἢ ποιοῦ, ἐπὶ δὲ τῆς οὐσίας δεῖ ἀφαιρεῖν τὸ τῆς οὐσίας ὄνομα καὶ λέγειν ὁρισμὸν τοῦ ὄντος, ἐπειδὴ κατὰ τοῦ ἁπλῶς ὄντος λέγεται ἡ οὐσία), ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν λέγομεν ἐπιστητόν· οὕτως δὲ καὶ τὰ συμβεβηκότα ἐροῦμεν. ὁ μέντοι γε ὀρθὸς ἔχει λόγος μήτε ὁμωνύμως λέγεσθαι τὰ συμβεβηκότα, ἐπειδὴ κοινωνοῦσι κατὰ τὸ πρᾶγμα, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, μήτε ὡσαύτως, τουτέστι συνωνύμως, ἐπειδὴ οὐχ ὁμοίως αὐτῶν κατηγορεῖται τὸ ὄν, ἀλλ’ ὥσπερ τὸ ἰατρικὸν σμιλίον λέγεται, ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, καὶ τὸ ἰατρικὸν σιτίον, οὐ τὸ αὐτὸ δὲ καὶ ἕν, τουτέστιν οὐ συνωνύμως, οὐ μέντοι γε καὶ ὁμωνύμως· οὐδὲν γὰρ οὔτε ἰατρικὸν σῶμα οὔτε δὲ σκεῦος λέγεται οὔτε ὁμωνύμως οὔτε δὲ καθ’ ἕν, τουτέστι συνωνύμως, ἀλλὰ πρὸς ἕν, τουτέστιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. φησὶν οὖν, ὅμως ὡς ἂν βούλοιτό τις ταῦτα λεγέτω, ἢ ὁμωνύμως ἢ συνωνύμως· μόνον δεῖ τὴν ἔννοιαν αὐτὸν γινώσκειν τοῦ πράγματος· οὔτε γὰρ περὶ ὀνομάτων ἐστὶν ἡμῖν ὁ λόγος. ἐκεῖνο δέ ἐστι φανερὸν ὅτι ὁ πρῶτος καὶ ἁπλῶς ὁρισμὸς τῆς οὐσίας ἐστίν, ἐπειδὴ καὶ τὸ ἁπλῶς ὂν ἡ οὐσία· ἐν αὐτῇ γὰρ καὶ τὰ συμβεβηκότα θεωροῦνται. ἔστιν οὖν καὶ τῶν συμβεβηκότων ὁρισμός, ἀλλ’ οὐχ ὁμοίως οὐδὲ πρῶτος· οὔτε γὰρ τῶν κατὰ συνέχειαν ἐχόντων τὸ ἕν ἐστιν ὁρισμὸς οὔτε τῶν συνδέσμῳ. διὸ οὔ φαμεν ὁρισμὸν εἶναι τῆς Ἰλιάδος, ἐπειδὴ μία ἐστὶ τῇ συνεχείᾳ ἡ Ἰλιάς, ἅτε δὴ ἓν ἔχουσα τέλος, εἴ γε ἡ πᾶσα ποίησις, φησί, πρὸς τέλος ὁρᾷ τὴν ἁρπαγὴν τῆς Ἑλένης. οὔτε δὲ τῶν συνδέσμῳ ἕν, ὥσπερ ὁ οἶκος· ἐκ γὰρ τῆς συνδέσεως τῶν λίθων καὶ τῶν ξύλων ἔχει τὸ ἓν ἐπίκτητον. φησὶν οὖν ὅτι οὐκ ἐξ ἀνάγκης, ἐὰν τοῦτο τιθῶμεν καὶ ὑποθώμεθα ὁρισμὸν εἶναι τοῦδε τοῦ πράγματος, ὁ δὲ ὁρισμὸς τὸ αὐτὸ δηλοῖ ὀνόματι, τουτέστιν ὃ ἂν ὄνομα λόγῳ τὸ αὐτὸ σημαίνῃ, ἤδη ὁρισμὸν εἶναι τοῦτον,2 ὥσπερ ἐπὶ τῆς Ἰλιάδος εἰρήκαμεν καὶ τοῦ οἴκου, ἀλλὰ τῷ λόγῳ, τουτέστι τῷ μὴ δηλοῦντι τὸ ἓν κατὰ συνέχειαν ἢ κατὰ σύνδεσμον. τοῦτο δὲ ἐὰν ὁρισμὸς ἑνὸς πράγματος ὑπάρχῃ μὴ ἔχοντος τὸ ἓν τῇ συνεχείᾳ, ὥσπερ ἡ Ἰλιὰς ἢ ὅσα συνδέσμῳ ἔχουσι τὸ ἕν, ἀλλ’ ὁσαχῶς λέγεται τὸ ἕν. τὸ δὲ ἓν λέγεται ὥσπερ καὶ τὸ ὄν· τὸ δὲ ὂν τὸ μέν ἐστιν οὐσία, τὸ δὲ ποσὸν τὸ δὲ ποιόν. διὸ καὶ λευκοῦ ἀνθρώπου ἔσται λόγος, τουτέστι τοῦ συνθέτου, ἐπειδὴ ἀμφότερα ὄντα· ἄλλον δὲ τρόπον τοῦ λευκοῦ καὶ ἄλλον οὐσίας, ἐπειδή, ὡς εἴρηται, κυρίως ὄν ἐστιν ἡ οὐσία.
“因此,人们也应当考察关于每一事物应当如何表述。” 他说,人们应当首先认识事物是怎样的,在这之后认识它的名称,然后再以此方式给出关于它的准确说明。因此他说的是:人们应当关于每一事物考察应当如何关于它进行表述,是作为无条件的存在,还是作为在某种意义上的存在。而且人们应当首先考察事物的本性以及它在本性上处于何种状态,然后才去探究它的名称。因此在眼下,既然所讨论的内容表明该论说乃是关于存在的,定义同样首要且严格地属于实体(既然实体严格说来也是存在),在这些之后也属于偶性,正如偶性的定义并不是无条件的定义,而是量的定义或质的定义。因为人们必须说,偶性要么是同名异义地作为存在,要么是通过附加与抽取,说量在实体中,质同样如此(用‘附加’他是就偶性而言,用‘抽取’则是就实体而言;例如,人们称之为量的定义或质的定义,但在实体的情况中则应当抽取实体的名称而称之为‘存在的定义’,因为实体是针对无条件的存在而被表述的),正如我们也把不可知之物称为‘可知之物’一样;关于偶性我们也当这样表述。然而,正确的说明认为偶性既不是同名异义地被表述(因为它们在事物上是相通的,正如在通论中所说的那样),也不是以同样方式即同名同义地被表述(因为存在并非一律地述说于它们),而是正如医疗用小刀被表述那样,作为源自一物且指向一物的事物,以及医疗用食物那样;它们并非同一且单一体,即并非同名同义,但也绝非同名异义;因为无论是医疗用身体还是器皿,都不曾同名异义地被表述,也未曾依循单一者(即同名同义地)被表述,而是指向单一者,即作为源自一物且指向一物的事物。因此他说,无论如何,人们爱怎样表述这些事物就怎样表述,无论是同名异义还是同名同义;只要当事人知晓该事物的概念即可;因为我们的论说并不是关于名称的。但这一点是显然的:首要且无条件的定义乃是属于实体的,既然无条件的存在也就是实体;因为偶性也是在实体中被观察到的。因此偶性也具有定义,但不是同样具有,也不是首要的;因为对于那些依连续性具有单一性的事物,或由连接词[结合之物],都没有定义。因此我们不说存在《伊利亚特》的定义,因为《伊利亚特》因其具有单一的目的而依连续性是一(如果整部诗作如他所言以海伦被劫为终极目的的话);对于那些由连接词结合为一的事物,例如房屋,也[没有定义];因为它是由石头和木材的结合而附带获得单一性的。因此他说,即使我们设定并假设这是该事物的定义,且定义用名称表明同一事物(即无论何种名称在说明中指称同一事物),这并不必然就是现成的定义,正如我们在《伊利亚特》和房屋的情况中所说的那样,而是取决于说明,即不依连续性或连接词来指明单一性的说明。如果定义所针对的单一体不是像《伊利亚特》或那些由连接词结合为一的事物那样依连续性具有单一性,而是依单一性所具有的多种表述方式来表述的单一体,情况便是如此。而‘一’正如‘存在’一样被表述;存在的一部分是实体,另一部分是量,另一部分是质。因此也将存在‘白人’即复合体的说明,因为两者都是存在;但白是以一种方式,而实体是以另一种方式,因为正如所言,实体才是严格意义上的存在。
- 7.18προστιθέντα καὶ ἀφαιροῦντα
阳性单数宾格分词,与非人称表达 δεῖ λέγειν 的逻辑主语(泛指的论述者或表述者)一致。正如注疏者随后的解释(καὶ τὸ μὲν προστιθέντα περὶ τῶν συμβεβηκότων λέγει...)所证实的,这是表示方式的状语分词,指表述定义的主体通过附加(在偶性情况中)或抽取(在实体情况中)来进行说明。
- 7.18φησὶν οὖν ὅτι οὐκ ἐξ ἀνάγκης, ἐὰν τοῦτο τιθῶμεν καὶ ὑποθώμεθα ὁρισμὸν εἶναι τοῦδε τοῦ πράγματος, ὁ δὲ ὁρισμὸς τὸ αὐτὸ δηλοῖ ὀνόματι, τουτέστιν ὃ ἂν ὄνομα λόγῳ τὸ αὐτὸ σημαίνῃ, ἤδη ὁρισμὸν εἶναι τοῦτον
该句子的核心结构是由 οὐκ ἐξ ἀνάγκης [ἐστὶν] ... ἤδη ὁρισμὸν εἶναι τοῦτον(……并不必然就是现成的定义)构成的带不定词的宾格结构。中间插入了条件从句 ἐὰν τοῦτο τιθῶμεν ... 以及并列的从句 ὁ δὲ ὁρισμὸς τὸ αὐτὸ δηλοῖ ὀνόματι。后者的 δὲ 在条件框架内充当对比性连词,整体表达让步与假设的涵义:“即使我们假设……且即使定义表明与名称相同的事物,也并不必然就已经是定义”。
