- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:385.15-386.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对《形而上学》卷Z第4章1030a17的引文,阿斯克勒庇俄斯解释说,正如存在是在多种意义上被表述的那样,定义也是在多种意义上被表述的,实体具有首要意义的定义,而偶性则具有次要和带条件的定义;他继而论述了存在跨越各范畴的歧义与指称单一性,以及出于附加的定义的疑难。
"〈Ἢ〉 καὶ ὁ ὁρισμὸς ὥσπερ τὸ τί ἐστι πλεοναχῶς λέγεται." Δείξας διὰ τῶν προλαβόντων λογικῶς1 ὅτι οὐκ ἔστιν ὁρισμὸς τῶν συμβεβηκότων, ἐπειδὴ οἱ ὁρισμοὶ ἁπλῶν πραγμάτων ὑπάρχουσι καὶ τῶν καθ’ αὑτό, τὰ δὲ συμβεβηκότα * * * οὔτε καθ’ αὑτὸ ὑπάρχουσιν (αὐτὸ γὰρ τοῦτο λέγεται κατὰ συμβεβηκός· οὔτε γὰρ ἁπλᾶ πράγματα ὑπάρχουσιν, ἐπειδὴ συνεισφέρουσι καὶ ἕτερα μεθ’ ἑαυτῶν λεγόμενα, οὔτε [γὰρ] αὐτὰ καθ’ αὑτὰ ὑποστῆναι δύνανται), ἐντεῦθεν ἀνατρέπει τὰ εἰρημένα ὑπ’ αὐτοῦ λογικῶς καὶ δείκνυσιν ὅτι καὶ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων εἰσὶν ὁρισμοί, κεχρημένος τοιούτῳ ἐπιχειρήματι, ὅτι ὥσπερ τὸ ὂν καὶ ἡ ὕπαρξις τῶν πραγμάτων πλεοναχῶς λέγεται, οὕτω καὶ οἱ ὁρισμοὶ πλεοναχῶς λέγονται. ἐπειδὴ οὖν ἡ οὐσία κυρίως ὄν ἐστι, διὰ τοῦτο καὶ ὁ ὁρισμὸς αὐτῆς κυρίως ὁρισμός ἐστι· καὶ πάλιν ἐπειδὴ τὰ συμβεβηκότα οὔκ εἰσι κυρίως ὄντα, οὐδὲ οἱ ὁρισμοὶ αὐτῶν ἁπλῶς ὑπάρχουσιν, ὥσπερ οἱ ὁρισμοὶ τῆς οὐσίας, ἀλλὰ δὴ μετὰ προσδιορισμοῦ· ὁρισμὸς γὰρ ποιοῦ καὶ ποσοῦ οὐχ ὥσπερ ἐκεῖσε ὁρισμὸς τοῦ ὄντος ἄνευ τῆς οὐσίας.2 ὥστε καὶ τὰ συμβεβηκότα ἔχουσιν ὁρισμούς, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ὥσπερ φασὶν οἱ σοφισταὶ περὶ τοῦ μὴ ὄντος. ἐρωτῶσι γὰρ οὕτως ‘τὸ μὴ ὂν ἔστιν ἢ οὐκ ἔστιν’; εἰ μὲν οὖν ἔστιν, αὐτόθεν ἄτοπον τὸ λέγειν ὅτι ἔστι τὸ μὴ ὄν· εἰ δὲ μή ἐστι [τὸ] μὴ ὄν, αἱ δύο ἀρνήσεις μίαν κατάθεσιν ποιοῦσιν, ὥστε πάλιν ἔστι τὸ μὴ ὄν. λέγομεν οὖν ὅτι φαμὲν ὅτι ἔστι τὸ μὴ ὂν ὡς μὴ ὑπάρχον. οὕτως οὖν φημι καὶ ἐπὶ τῶν συμβεβηκότων ὅτι ὑπάρχουσιν αὐτῶν ὁρισμοὶ οὐχ ὡς ἁπλῶς ὄντων, ἀλλ’ ὡς πῇ ὄντων. εἶτα ταῦτα εἰρηκὼς ζητεῖ, ἆρά γε συνωνύμως κατηγορεῖται τὸ ὂν τῶν δέκα κατηγοριῶν ἢ ὁμωνύμως. καὶ δείκνυσιν ὅτι οὔτε συνωνύμως οὔτε ὁμωνύμως (〈οὐχ〉 ὁμωνύμως μὲν ἐπειδὴ ὅλως κοινωνοῦσι τῇ οὐσίᾳ κατὰ τὸ πρᾶγμα, τὰ δὲ ὁμώνυμα οὐ κοινωνοῦσιν ἀλλήλοις κατὰ τὸ πρᾶγμα, ταῦτα δέ, καθὸ καὶ αὐτὰ λέγονται ὄντα, μετέχουσι τοῦ ὄντος· οὐ συνωνύμως δὲ ἐπειδὴ οὐκ ἔστιν εἷς ὁρισμὸς τῆς οὐσίας καὶ τῶν συμβεβηκότων, ἐπειδὴ μηδὲ μιᾶς ὑπάρχουσιν οὐσίας), ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν,3 τουτέστι τῶν πολλαχῶς λεγομένων, ὥσπερ τὸ ἰατρικὸν σμιλίον καὶ σιτίον ἀπὸ τῆς ἰατρικῆς λέγονται καὶ ἔχουσι μίαν ἀρχὴν τὴν ἰατρικήν, οὐκ ἔστι δὲ εἷς αὐτῶν ὁρισμός. ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς περὶ τῶν ἐκ προσθέσεως, καί φησιν ὅ τι ἐλέγομεν ἀνωτέρω ὅτι οὐκ ἔστι τῶν ἐκ προσθέσεως ὁρισμός. οἷον ἡνίκα βουλόμεθα ὁρίσασθαι τὸ λευκόν, λέγομεν χρῶμα διακριτικὸν ὄψεως ἐν σώματι θεωρούμενον. εἰ τοίνυν, φησίν, οὗτος ὁ λόγος ἀληθὴς ὑπάρχει τῶν καθ’ αὑτὸ συμβεβηκότων, παραλαμβάνομεν τὰ ὑποκείμενα εἰς τοὺς ὁρισμοὺς αὐτῶν· 〈ὥστε〉 οὐκ ἔσονται ὁρισμοί, ἐπειδὴ ἐκ προσθέσεως γίνονται οἱ ὁρισμοί. οἷον ὡς ἐπὶ τῆς σιμότητος· ἄνευ γὰρ τῆς κοιλάνσεως τῆς ἐν ῥινὶ οὐ δυνατὸν νοεῖσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων. καὶ οὕτως μὲν προέρχεται ἡ ἀπορία, προϊὼν δὲ ἐπιλύεται αὐτήν.
“或者定义正如‘是什么’一样也是在多种意义上被表述的。” 在通过前文的论证逻辑地指明了偶性没有定义之后——这是因为定义属于单纯的事物以及就自身而言的事物,而偶性[……]也不就自身而言存在(因为正是这一点被称为‘依偶性’;因为它们既不是单纯的事物,既然它们把随同自身被表述的其他事物也一同带入,它们也不能就其自身而自立持存)——从这里起,他推翻了自己此前逻辑地所说的话,并指明偶性地存在的事物也具有定义;他采用了如下的论据:正如存在与诸事物的存有是在多种意义上被表述的,定义同样也是在多种意义上被表述的。因此,既然实体是严格意义上的存在,由于这个原因,其定义也是严格意义上的定义;反之,既然偶性并非严格意义上的存在,它们的定义也就不像实体的定义那样无条件地存在,而是带有附加限制地存在;因为质和量的定义并不像那里没有实体的存在之定义那样。因此偶性也具有定义,但不是无条件地,而是正如诡辩家们关于非存在所说的那样。因为他们如此发问:“非存在是存在,还是不存在?”如果它是存在,说非存在存在直接就是荒谬的;但如果非存在不存在,两个否定构成一个肯定,以至于非存在再次存在。因此我们说,我们主张非存在作为非存有之物而存在。因此关于偶性我也是这样说:它们有定义存在,不是作为无条件的存在者,而是作为在某种意义上的存在者。接着,在说了这些之后,他探究:存在究竟是同名同义地被述说于十个范畴,还是同名异义地被述说?他指明它既非同名同义地,也非同名异义地(说不是同名异义的,是因为它们根据事物完全与实体相通,而同名异义的事物在事物上互不相通,但这些事物就它们自身也被称为存在而言,分有了存在;说不是同名同义的,是因为实体和偶性并没有单一的定义,既然它们也不属于单一的实体),而是如同那些源自一物且指向一物的事物,即在多种意义上被表述的事物那样;正如医疗用小刀和医疗用食物都从医术出发而被表述,并拥有医术这一单一始基,但它们却没有单一的定义。在说了这些之后,他接下来探究关于出于附加的事物,并阐述了我们上面所说的:出于附加的事物没有定义。例如,当我们意欲定义白时,我们说“在物体中被观察到的、分化视觉的颜色”。他说,如果关于就自身而言的偶性的这个说明是真的,我们就把底层载体引入到了它们的定义中;从而它们将不是定义,因为定义变成了出于附加的。例如,就像在凹鼻的情况中那样;因为没有在鼻子中的凹陷,它就不可能被构想;同样在其他此类事物上也是如此。疑难就是这样展开的,但他继续往下就解决了它。
"Ἢ καὶ ὁ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται." Καὶ γὰρ τὸ ὂν ἕνα μὲν τρόπον σημαίνει τὴν οὐσίαν, εἶτα λοιπὸν καὶ τὰς ἄλλας κατηγορίας. ὥσπερ καὶ τὸ ὂν ὑπάρχει πᾶσιν ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τῇ μὲν οὐσίᾳ πρώτως τοῖς δὲ συμβεβηκόσιν ἑπομένως καὶ διὰ τὴν οὐσίαν, οὕτως δὲ καὶ ὁ ὁρισμὸς ἁπλῶς μὲν τῇ οὐσίᾳ ὑπάρχει, πῶς δὲ τοῖς ἄλλοις, τουτέστι τοῖς συμβεβηκόσι. καὶ γὰρ ἐπὶ τοῦ ποιοῦ ἐρωτῶμεν τί ἐστι τὸ ποιόν· ὥστε καὶ τοῦ ποιοῦ ἐστιν ὁρισμός, ἀλλ’ οὐχ ἁπλῶς ὁρισμός· ἀλλ’ ὥσπερ ἐπὶ τοῦ μὴ ὄντος λογικῶς φασιν οἱ σοφισταὶ εἶναι τὸ μὴ ὄν, οὐχ ἁπλῶς δὲ εἶναι αὐτὸ ἐροῦμεν, ἀλλ’ οὕτως εἶναι ὡς μὴ ὄν, οὕτω δὲ καὶ τὸ ποιὸν ἔστι μέν, οὐχ ἁπλῶς δέ ἐστιν ὥσπερ ἡ οὐσία.
“或者定义正如‘是什么’一样也是在多种意义上被表述的。” 因为存在一方面意指实体,随后进而也意指其他范畴。正如存在虽然属于一切事物,但并非同样地属于,而是首要地属于实体,随后地且由于实体而属于偶性,定义同样也是无条件地属于实体,而在某种意义上属于其他事物,即偶性。因为在质的情况中,我们确实也询问质是什么;因此质也具有定义,但不是无条件的定义;而是正如诡辩家在非存在的情况中逻辑地主张非存在存在,但我们并不说它无条件地存在,而是说它作为非存在而以这种方式存在,质虽然存在,但并不像实体那样无条件地存在。
- 7.16λογικῶς
副词 λογικῶς 在古代亚里士多德注解中通常具有“辩证地”或“依形式/逻辑推论”的含义。在此它指明前述主张(即偶性没有定义)是基于抽象和逻辑前提建立的,而随后亚里士多德通过引入“多重意义”推翻了(ἀνατρέπει)这套论证。
- 7.16ὁρισμὸς γὰρ ποιοῦ καὶ ποσοῦ οὐχ ὥσπερ ἐκεῖσε ὁρισμὸς τοῦ ὄντος ἄνευ τῆς οὐσίας.
副词 ἐκεῖσε 虽然字面上表示方向,但在此用作处所指示,意为“在那里(即在实体的情况中)”。全句的句法结构为:“质和量的定义并不像那里的存在定义那样可以没有实体(意即质和量的定义必须涉及实体)”。
- 7.16ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν
在句法上,该短语与前面的 οὔτε συνωνύμως οὔτε ὁμωνύμως 形成对比;需补充 κατηγορεῖται 读作:“[存在被述说于各范畴]乃如同那些源自单一者且指向单一者之物”。这是亚里士多德哲学中关于“核心歧义/指向一的歧义”的标准表达。
