← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§384.4-385.14

偶性复合体不可定义与实体种的严格定义

阿斯克勒庇俄斯根据亚里士多德《形而上学》卷Z第4章(1029b22–1030a2),论证了偶性及其复合体(如“白人=斗篷”)并不存在本原意义上的定义,并阐明唯独直接从属分化出其实质种差的实体形式(种)才严格具有定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.14

" Ἐπειδή ἐστι καὶ κατὰ τὰς ἄλλας κατηγορίας σύνθετα." Ἐντεῦθεν ζητεῖ εἰ ἄρα ὑπάρχουσιν ὁρισμοὶ τῶν συμβεβηκότων. καὶ πιθανῶς ἀνατρέπει ὅτι οὐκ εἰσὶ λέγων οὕτως, ὅτι ἐπειδὴ ἐστι καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις, φημὶ δὴ ταῖς λοιπαῖς ἐννέα τοῦ συμβεβηκότος, σύνθετα (ἔστι γάρ τι ὑποκείμενον ἑκάστῳ, οἷον τῷ ποιῷ καὶ τῷ ποσῷ καὶ τῷ ποτὲ καὶ ταῖς ἄλλαις κατηγορίαις), δεῖ σκοπῆσαι, εἰ ἄρα ὑπάρχει ὁρισμὸς καὶ τούτων τῶν συμβεβηκότων, οἷον τίς ἐστιν ὁ ὁρισμὸς τοῦ λευκοῦ ἀνθρώπου. ἔστω δὴ ἓν ὄνομα τοῦ λευκοῦ ἀνθρώπου τὸ ἱμάτιον. ἔστιν οὖν ὁρισμὸς ἱματίου, ὃν δεῖ ζητῆσαι; φησὶν οὖν ὅτι οὐκ ἔστιν ὁρισμὸς τῶν τοιούτων, ἐπειδὴ οὐχ ὑπάρχουσι τῶν καθ’ αὑτὸ λεγομένων, τοιοῦτοι δὲ θέλουσιν εἶναι οἱ ὁρισμοὶ καθ’ αὑτό. τὸ γὰρ οὐ καθ’ αὑτὸ διχῶς λέγεται· ἢ γὰρ ἐκ προσθέσεως ἢ ἐκ διαζεύξεως. ἐκ μὲν οὖν προσθέσεως, ἐπειδὴ λευκὸν βουλόμενοι ὁρίσασθαι ἀποδεδώκαμεν λόγον ἀνθρώπου λευκοῦ· τὸ δὲ τοιοῦτον οὐκ ἔστι καθ’ αὑτό, ἑνὸς δὲ πράγματός ἐστιν ὁ κυρίως ὁρισμός. πάλιν δὲ εἰ σημαίνοι τὸ ἱμάτιον λευκὸν ἄνθρωπον, ὁ δὲ ὁριζόμενος τὸ ἱμάτιον ὁρίζοιτο ὡς λευκόν· τοῦτο γὰρ οὐκ ἔστι καθ’ αὑτό, οὔτε δὲ ὅλον τὸ ζητούμενον ὁ ὁρισμὸς περιέλαβε. τὸ δὲ λευκὸς ἄνθρωπος· ὁ οὖν ἄνθρωπός ἐστι λευκός, οὐ μέντοι ὁ ὁρισμὸς αὐτῷ τοῦ λευκῷ εἶναι ὑπάρχει.1

“既然依其他范畴也有复合体。” 由此他探究偶性是否确实具有定义。并且他令人信服地驳斥了它们具有定义的主张,如下说道:既然在其他范畴中——我指的是属于偶性的其余九个范畴——也有复合体(因为对于每一者,如质、量、“何时”以及其余范畴,都有某个底层载体),就必须考察这些偶性是否也具有定义,例如“白人”的定义是什么。假定“斗篷”是白人的一个名称。那么是否存在应当被探求的“斗篷”的定义呢?因此他说,此类事物并不存在定义,因为它们不属于就自身而言被表述的事物,而定义应当是就自身而言的。因为“非就自身而言”有两种说法:或出于附加,或出于分离。出于附加的,如当我们意欲定义白时,却给出了白人的说明;因为这样的东西并非就自身而言,而严格意义上的定义乃是一件事物的。反之,如果斗篷指称白人,而定义斗篷的人将其定义为白;这也不是就自身而言的,而且定义并未涵括被探求的整体。至于白人:人是白的,然而白之存在的定义并不属于他。

§7.15

"Ἀλλὰ τὸ ἱματίῳ εἶναι." Ἐντεῦθεν ζητεῖ, εἰ ἄρα τοῦ συνθέτου ἐστὶν ὁρισμός, καί φησιν οὕτως. ἆρα τοῦ ἱματίου, τουτέστι τοῦ συνθέτου, ἐστὶν ὁρισμὸς ἢ οὐκ ἔστι; τῆς γὰρ οὐσίας ἐστὶ κυρίως ὁρισμός, ἐπειδὴ καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ἐστὶ καὶ ἑνὸς πράγματος· ὅταν δὲ ἄλλο κατ’ ἄλλου λέγηται, οὐκ ἔστι τοῦ τοιούτου ὁρισμός, ἐπεὶ μηδὲ μίαν φύσιν δηλοῖ. οἷον ὁ λευκὸς ἄνθρωπος οὐκ ἔστιν ὅπερ τόδε τι, ἐπειδὴ μόναις ταῖς οὐσίαις ὑπάρχει τὸ ὅπερ τόδε τι, τουτέστιν ὁρισμός. εἰ τοίνυν τοῦτο, ἔστι τὸ τί ἦν εἶναι, τουτέστιν οὐσία, ὅσων ὁ λόγος ἐστὶν ὁρισμὸς καὶ οὐκ ὄνομα ἤγουν ὑπογραφή. διό φησιν ὁρισμὸς δέ ἐστιν οὐκ ἐὰν ᾖ ὄνομά τι ἢ ὑπογραφὴ τὸ αὐτὸ δηλοῖ·2 ὁ γὰρ τοιοῦτος οὐκ ἔστιν ὁρισμός, ἐπεὶ οὕτως εὑρίσκοιντο πάντες οἱ λόγοι καὶ αἱ ὑπογραφαὶ ὅροι· ἕκαστον γὰρ πρᾶγμα ἔχει καὶ ὄνομά τι καὶ ὑπογραφήν. συμβήσεται οὖν καὶ τῆς Ἰλιάδος εἶναι ὁρισμόν, ἐπειδὴ ἔχει καὶ ὄνομα καὶ ὑπογραφὴν ὅτι σύγκειται ἐκ τοιῶνδε στοιχείων καὶ πράξεων. ποῦ δὲ τὸ γένος ἢ αἱ διαφοραί; ὥστε οὐ δυνατὸν εἶναι ὁρισμὸν τὸ αὐτὸ καὶ λόγον καὶ ὄνομα καὶ τῶν μὴ ὑπαρχόντων καθ’ αὑτό, ἀλλ’ ἐὰν πρώτου τινὸς ᾖ, τὸ τοιοῦτόν ἐστιν ὁρισμός· τοιαῦτα δέ ἐστιν ὅσα λέγεται μὴ τῷ ἄλλο κατ’ ἄλλου λέγεσθαι, ἀλλ’ ἑνὸς πράγματος καὶ μόνου. ὥστε οὐκ ἔσται ὁρισμὸς τῶν μὴ διαιρουμένων εἰδῶν ἐκ γένους, ὥσπερ τοῖς καθ’ ἕκαστα· οὔτε γὰρ πρώτως ὑπάρχουσιν αὐτοῖς αἱ διαφοραί, ἀλλὰ διὰ μέσων τῶν εἰδῶν. τῶν οὖν εἰδῶν εἰσιν οἱ ὁρισμοί· ταῦτα γὰρ οὐ κατὰ μετοχὴν ὑπάρχουσι τῶν διαφορῶν καὶ παθῶν, ὥσπερ τὰ συμβεβηκότα ἢ τὰ ἄτομα, ἀλλ’ οὐσιωδῶς. τοῖς οὖν ἄλλοις ὑπάρχουσιν ὑπογραφαὶ ἤγουν ὀνόματα, ὅτι προγάστωρ, φαλακρός, Ἀθηναῖος, Σωκράτης, ἢ ἀντὶ λόγου ἁπλοῦ, τουτέστιν ὀνόματος, ὁ ὑπογραφικὸς λόγος ἀκριβέστερος· ὁρισμὸς δὲ οὐκ ἔσται ἐπὶ τούτων, ἐπειδὴ οὐδ’ ἀμέσως μετέχουσι τῶν διαφορῶν, ὥσπερ τὰ κυρίως ὁριστὰ † δεῖν οὕτως εἶναι.

“然而斗篷的存在。” 由此他探究复合体是否存在定义,并如下说道:究竟斗篷(即复合体)具有定义,还是不具有?因为严格意义上的定义属于实体,既然它既属于就自身而言存在的事物,也属于单一事物;而当一物被用来述说另一物时,此类事物并没有定义,因为它甚至不表示单一的本性。例如白人并不是“这个具体之物”,因为“这个具体之物”(即定义)唯独属于实体。因此,如果这是真的,那么凡是其说明是定义而非名称或描绘性说明的事物,其本质(即实体)便存在。因此他说,并非只要有某种名称或描绘性说明表示同一事物,它就是定义;因为这样的东西并不是定义,既然照此一来,所有的说明与描绘性说明都会被发现是定义了;因为每一事物都既有某种名称,也有描绘性说明。由此甚至将得出《伊利亚特》也有定义的结论,因为它既有名称,也有描绘性说明,说明它由这些成分和行动所组成。然而属和种差在哪里呢?因此,同一个既是说明又是名称的东西,同时也是不就自身而言存在之物的定义,这是不可能的;相反,如果它是某种居先之物的,这样的东西才是定义;而此类事物就是那些不以一物述说另一物而被表述,而是单单属于单一事物的事物。因此,对于那些并非从属区分出的种的事物而言,便没有定义,正如对于各个个别事物一样;因为种差并非首要地属于它们,而是通过中间的种属于它们。所以定义属于诸种;因为这些种并非像偶性或不可分的个体那样通过分有而具有种差和变状,而是实体性地具有。因此对于其他事物,属于它们的是描绘性说明或名称,如大腹、秃顶、雅典人、苏格拉底,或者用以替代单纯说明(即名称)的更为严密的描绘性说明;但是在这些事物上并不存在定义,因为它们并不像严格可定义之物那样无中介地分有种差……

语法注2 条
  1. 7.14τὸ δὲ λευκὸς ἄνθρωπος· ὁ οὖν ἄνθρωπός ἐστι λευκός, οὐ μέντοι ὁ ὁρισμὸς αὐτῷ τοῦ λευκῷ εἶναι ὑπάρχει.

    句首的 τὸ δὲ λευκὸς ἄνθρωπος 起到关系宾格或话题标记短语的作用(意为“至于白人”)。随后的 ὁ οὖν ἄνθρωπος... 构成主句,其中 ὁ ἄνθρωπος 是 ἐστι λευκός 的主语,第二分句中与格 αὐτῷ(对人而言)由主语 ὁ ὁρισμὸς τοῦ λευκῷ εἶναι(白之存在的定义)补充构成完整的判断。

  2. 7.15ὁρισμὸς δέ ἐστιν οὐκ ἐὰν ᾖ ὄνομά τι ἢ ὑπογραφὴ τὸ αὐτὸ δηλοῖ

    这是对亚里士多德原文 1030a7–8(οὐ γὰρ εἰ ὄνομα καὶ λόγος ταὐτὸν σημαίνει, ὁρισμός)的意译改述。在句法上,条件分句 οὐκ ἐὰν... δηλοῖ(“并非若……表示同一事物就是定义”)作表语性使用,前面的 ὁρισμός 为主语。ᾖ 是 ὄνομά τι 的系动词,或与 δηλοῖ 构成了句式交错。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:384.4-385.14