- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:382.28-384.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对《形而上学》卷7第3章末与第4章初(1029b1),阿斯克勒庇欧斯阐明认识从对我们更明白的感性个别之物上升至本性上更可知者的进程,并确立定义的条件:自身本性、首要性以及与被定义项的外延等同对应。
" Ἐπειδὴ ἐν ἀρχῇ διειλόμεθα, πόσοις ὁριζόμεθα τὴν οὐσίαν." Φησὶν ὅτι κατ’ ἀρχὰς τοῦ προκειμένου βιβλίου εἰρήκαμεν ὅτι τετραχῶς λέγεται ἡ οὐσία, ἡ καθόλου, τὸ γένος, τὸ ὑποκείμενον καὶ τὸ τί ἦν εἶναι, τουτέστιν ὁ ὁρισμὸς τοῦ πράγματος. δεῖ οὖν ἡμᾶς πρότερον εἰπεῖν περὶ τῆς οὐσίας τῆς ὡς ὁρισμοῦ λαμβανομένης, τουτέστι περὶ τοῦ ἐνύλου εἴδους. δεῖ γὰρ ἐκ τῶν σαφεστέρων προϊέναι ἐπὶ τὰ ἀσαφέστερα, ἐπειδὴ καὶ αἱ μαθήσεις οὕτω γίνονται διὰ τῶν ἧττον γνωρίμων τῇ φύσει εἰς τὰ μᾶλλον αὐτῇ γνώριμα· τὰ γὰρ μερικὰ μᾶλλον ἀγνοεῖται τῇ φύσει ἤπερ τὰ καθόλου. αἱ δὲ μαθήσεις ἐκ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἀνέρχονται, ὥσπερ εἴρηται ἐν τῇ θεωρίᾳ ἐπὶ τῆς ἰατρικῆς καὶ τῆς νομοθετικῆς. καὶ ἐν ταῖς πράξεσι δὲ τὸ αὐτὸ ὁρῶμεν γινόμενον, ἐκ τῶν ἑκάστου ἀγαθῶν, τουτέστι τῶν μερικῶν ἀγαθῶν, τὰ ὅλως ἀγαθά,1 τουτέστι τὰ καθόλου· τὸ γὰρ καθόλου ἀγαθὸν καὶ ἑκάστῳ ἀγαθόν ἐστιν. ὁ γὰρ νομοθέτης ἐκ τῆς ἑνὸς κολάσεως ἀρετὴν ποιεῖ, ἥτις ἐστὶ καθόλου. οὕτως τοίνυν ἐκ τῶν ἡμῖν γνωρίμων τὰ τῇ φύσει πρότερα καὶ γνώριμα γίνονται ἡμῖν γνώριμα. τὰ δὲ ἡμῖν γνώριμα καὶ πρῶτα ὡς πρὸς ἡμᾶς πολλάκις ἠρέμα γνώριμα τῇ φύσει ὑπάρχουσι, καὶ μικρὸν ἢ οὐδὲν ἔχει τοῦ κυρίως ὄντος. οὔτε γὰρ τὰ αἰσθητὰ ὑπάρχουσι τὰ κυρίως ὄντα, ἅπερ ἡμῖν εἰσι γνώριμα, ἀλλὰ τὰ νοητά· ἐκεῖθεν γὰρ καὶ τοῖς αἰσθητοῖς τὸ εἶναι ὑπάρχει. δεῖ οὖν ἡμᾶς ἐκ τῶν φαύλως μὲν γνωστῶν, τουτέστιν ἐκ τῶν αἰσθητῶν, ἡμῖν δὲ μᾶλλον γνωρίμων τὰ κυρίως γνωστὰ θηρᾶσαι καὶ μὴ ὑπερβάθμιον πόδα τεῖναι.2 δεῖ οὖν πρότερον εἰπεῖν ἡμᾶς περὶ τοῦ ἐνύλου εἴδους ἔνια λογικῶς, τουτέστιν οὐκ ἀκριβῶς· εἶπε γὰρ οὐκ ἀκριβῶς, ἐπειδὴ δείκνυσιν ὅτι μόνων τῶν οὐσιῶν ὑπάρχουσιν ὁρισμοί, καὶ ὕστερον ἀποδείκνυσιν ἀληθῶς ὅτι καὶ συμβεβηκότων ὑπάρχουσιν ὁρισμοί. ἢ λογικῶς εἶπεν, ἐπειδὴ ἐκ τοῦ ὑστέρου τὸ πρότερον βούλεται κατασκευάσαι, τουτέστιν ἐκ τοῦ ὁρισμοῦ τὸ εἶδος. πρότερον γάρ ἐστι τὸ εἶδος τοῦ ὁρισμοῦ· δεῖ γὰρ εἶναι τὸ εἶδος πρότερον, εἶθ’ οὕτως τὸν ὁρισμὸν αὐτοῦ ἐπιγίνεσθαι. καί φησιν ὅτι ἐκεῖνός ἐστιν ὁρισμὸς ὁ δηλῶν τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος καθ’ αὑτό, οἷον ὁ Σωκράτης ἐν τῷ ἀνθρώπῳ ἔχει τὸ εἶναι, οὐκ ἐν τῷ μουσικῷ· οὐ γὰρ κατὰ ταὐτὸν ὑπῆρχε μουσικός, τουτέστι καθ’ αὑτὸν † ἄλλος ἄνθρωπος ὑπάρχει καθ’ αὑτό. καὶ οὐκ ἀρκεῖ μόνον τὸ καθ’ αὑτὸ εἶναι εἰς ὁρισμόν· οὐ γὰρ τὸ οὕτως καθ’ αὑτό, ὥσπερ τῇ ἐπιφανείᾳ ὑπάρχει τὸ λευκόν. οὐκ ἔστι γὰρ τὸ ἐπιφανείᾳ εἶναι τὸ λευκῷ εἶναι· οὐ γὰρ πᾶν λευκὸν ἐπιφάνεια, εἰ καὶ πρώτως αὐτοῦ μετέχει, ἐπειδὴ οὐκ ἐξισάζει, ὥσπερ τὸ ζῷον λογικὸν θνητὸν ἐξισάζει τῷ ἀνθρώπῳ. ἀλλὰ μὴν οὐδ’ εἰ ὑποθοῖτό τις ἅμα λέγεσθαι τὴν ἐπιφάνειαν καὶ τὸ λευκόν, ἵνα τήνδε τὴν ἐπιφάνειαν λάβωμεν τὴν λευκήν· οὔτε γὰρ τὸ ὁριστόν ποτε παραλαμβάνεται μετὰ τοῦ ὁρισμοῦ· οὐδεὶς γὰρ λέγει ὅτι ἄνθρωπος ἄνθρωπός ἐστι ζῷον λογικόν. ἐν ᾧ οὖν ὁρισμῷ μὴ πρόσεστιν αὐτὸ τὸ ὁριστὸν λέγοντι καὶ περιελόντι τὸ ὁριστόν,3 τὸ τοιοῦτόν ἐστιν ὁρισμὸς τοῦ πράγματος. ὥστε εἰ ταὐτὸν λάβωμεν καὶ ὁρισμὸν τοῦ λευκοῦ τὸ λεῖον ἀντὶ τοῦ τῆς ὄψεως διακριτικοῦ, ἵνα ταὐτὸν ὑποθώμεθα ἐπιφάνειαν λευκὴν καὶ λείαν, τὸ αὐτὸ ἔσται τὸ λευκὸν τῷ λείῳ. ὥστε ἐντεῦθεν συνάγεται ὅτι δεῖ ἐξισάζειν τῷ ὁριστῷ τὸν ὁρισμόν. εἰ τοίνυν μὴ ἐξισάζει ἐπὶ τῆς ἐπιφανείας τὸ λευκόν (οὐ γὰρ πᾶσα ἐπιφάνεια λευκή), δῆλον ὅτι οὐκ ἂν κυρίως καθ’ αὑτὸ ὑπάρχοι τὸ λευκὸν τῇ ἐπιφανείᾳ, ὥστε καὶ ὁ ὁρισμὸς αὐτῆς * * * γίνεται. ἀλλὰ μὴν οὐδὲ τὸ ἐπιφανείᾳ τὸ ἐπιφανείᾳ λευκῇ εἶναι.4 ἀλλὰ μὴν οὐδὲ ἡ ἐπιφάνεια, φησί, ἐπιφάνεια λευκή ἐστιν, οὐδὲ ἔστι φύσις ἐπιφανείας καὶ τί ἦν εἶναι ἡ λευκὴ ἐπιφάνεια· ἐπὶ πλέον γὰρ ἡ ἐπιφάνεια τῆς λευκῆς ἐπιφανείας.
“既然我们在开头区分了我们以多少种方式规定实体。” 他说,在本卷的开头我们已经说过,实体有四种说法:普遍、属、底层载体,以及本质(即事物的定义)。因此我们必须首先讨论作为定义被把握的实体,即讨论具质形式。因为我们必须从更明白的事物前进到更不明白的事物,既然学习过程也是如此发生的:通过在本性上较不为人知的事物走向在本性上更为其所知的事物;因为个别事物在本性上比普遍事物更不为人知。但学习过程是从个别事物上升到普遍事物,正如在关于医术和立法的理论考察中所说的那样。在行动中我们也看到同样的事情发生:从各人的善(即个别的善)[上升到]全然的善(即普遍的善);因为普遍的善对每个人而言也是善。因为立法者从惩罚一人出发而产生美德,而美德是普遍的。因此,通过对我们而言可知的事物,本性上在先且可知的事物便对我们成为可知的。然而对我们可知且相对于我们居先的事物,在本性上往往仅微弱地可知,并且很少或根本不具有本原意义上的存在。因为对我们而言可知的可感觉事物并非本原的存在,可理知事物才是;因为可感觉事物也是从那里获得其存在的。因此我们必须从粗略可知、即从可感觉的但对我们而言更可知的事物出发,去探求本原上可知的事物,而不可跨级越步。因此我们必须首先在某些方面逻辑地、即非严格地讨论具质形式;他之所以说非严格地,是因为他指出唯独实体具有定义,而随后又真实地证明偶性也具有定义。或者他说逻辑地,是因为他希望从后继之物确立在先之物,即从定义确立形式。因为形式在先于定义;必须先有形式存在,随后其定义才如此随之产生。他说,定义是显示底层事物自身本性的东西;例如苏格拉底在‘人’中具有其存在,而不在‘通晓音律者’中;因为他并非依照同一事物而作为通晓音律者存在,即非就自身而言……[人]是就自身而言作为人存在的。而且单单自身存在对于定义而言并不充分;因为并非如白属于平面那样的自身存在。因为平面的存在并非白的存在;因为并非所有白的东西都是平面,即便它首要地分有白,既然它并不等同对应,正如理性的有死动物等同对应于人那样。即使有人假定平面与白一并被表述,以便我们取这块白色的平面,也绝非如此;因为被定义项决不与定义一同被采纳;因为没有人会说人是‘人是理性的动物’。因此,凡在述说并剥除被定义项时,被定义项自身并不附加在其中的定义,这样的东西才是事物的定义。因此,如果我们把光滑作为同一的东西且作为白的定义来取,以替代离析视线者,以便我们将白色的平面与光滑的平面假定为同一的,那么白就会与光滑成为同一的。由此推知,定义必须与被定义项等同对应。因此,如果在平面上白并不等同对应(因为并非所有平面都是白的),显然白就不会本原且自身地属于平面,以致它的定义也就成为……再者,平面的存在也决非白色平面的存在。不仅如此,他说,平面并不是白色平面,平面的本性与本质也不是白色平面;因为平面的外延大于白色平面。
- 7.13ἐκ τῶν ἑκάστου ἀγαθῶν, τουτέστι τῶν μερικῶν ἀγαθῶν, τὰ ὅλως ἀγαθά
紧接前句“从个别事物上升到普遍事物”(ἐκ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἀνέρχονται),介词短语 ἐκ τῶν ἑκάστου ἀγαθῶν 与宾格 τὰ ὅλως ἀγαθά 构成了从个体的善走向整体普遍之善的方向性结构,省略了运动动词(如 ἀνέρχεσθαι)或由 ὁρῶμεν 统辖的不定词/分词。
- 7.13μὴ ὑπερβάθμιον πόδα τεῖναι
一种比喻性的习语表达(“不要跨越台阶伸脚”),在此语境中指认识进程中不可跳过可感觉的低级阶段而直接跃升至最高级的可理知实体。
- 7.13ἐν ᾧ οὖν ὁρισμῷ μὴ πρόσεστιν αὐτὸ τὸ ὁριστὸν λέγοντι καὶ περιελόντι τὸ ὁριστόν
与格分词 λέγοντι καὶ περιελόντι 作判断/行为主体的与格(关系与格或关涉与格),整个句式意为:“在某人述说并剥除被定义项时,被定义项自身并不附加在其中的那种定义”。
- 7.13ἀλλὰ μὴν οὐδὲ τὸ ἐπιφανείᾳ τὸ ἐπιφανείᾳ λευκῇ εἶναι
亚里士多德式的本质规定句式,主语 τὸ ἐπιφανείᾳ [εἶναι] 中省略了不定词 εἶναι,而以 τὸ ἐπιφανείᾳ λευκῇ εἶναι 作为谓语,意为“平面的存在(本质)绝非白色平面的存在”。
