- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:381.1-382.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了亚里士多德关于若仅以底层载体为标准则质料将成为实体的论证,指出真正的实体必须具备“可分离性”与“现实性”,从而排除了质料。随后他说明了从具质形式上升到可理知实体的考察次序,并探讨了定义在首要意义上仅属于实体的论题。
" Ἐκ μὲν οὖν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην." Δείξας ὅτι τὸ κυρίως ὂν ἡ οὐσία1 ἐστὶ καὶ ὅτι, εἰ δεῖ κατὰ τὸ ὑποκείμενον χαρακτηρίζειν τὴν οὐσίαν, ἡ ὕλη μᾶλλον [ἢ] ἐστὶν οὐσία (αὕτη γὰρ ἐστιν ἡ ὑποκειμένη πᾶσι τοῖς αἰσθητοῖς), ἐντεῦθέν φησιν ὅτι οὐ δυνατὸν εἶναι τὴν ὕλην τὴν κυρίως οὐσίαν, εἴ γε αὐτὴ καθ’ αὑτὴν ἀνείδεος ὑπάρχει καὶ ἀκαλλὴς καὶ δεομένη ἑτέρου πρὸς τὸ κοσμεῖσθαι ἐξ αὐτοῦ, ἀλλὰ κυρίως οὐσία ἐστὶ τὸ χωριστὸν καὶ ἐνεργείᾳ ὑπάρχον. λέγει δὲ χωριστὸν τὸ καθ’ αὑτὸ ὑπάρχον καὶ ἐνεργείᾳ ἀεὶ ὄν, τουτέστι τὰ νοητὰ εἴδη· ἐνέργειαι γάρ εἰσιν ἄνευ δυνάμεων καὶ αὐτὰ καθ’ αὑτὰ ὑπάρχοντα, καὶ οὐ δεόμενα ἑτέρου πρὸς τὸ εἶναι. ἡ μέντοι γε ὕλη οὐδὲ χωριστή ποτε δύναται εἶναι, τουτέστιν αὐτὴ καθ’ αὑτήν· οὐδέποτε γὰρ γυμνὴ τῶν εἰδῶν θεωρεῖται, οὔτε μέντοι ἐνεργείᾳ ἔχει τὰ εἴδη ἀλλὰ δυνάμει. δύναται δὲ καὶ τὸ ἔνυλον εἶδος τοιοῦτον εἶναι καὶ χωριστὸν καὶ ἐνεργείᾳ, τουτέστιν αὐτὸ καθ’ αὑτό, εἰ καὶ μὴ τῇ ὑπάρξει, ὥσπερ τὰ νοητά, ἀλλ’ οὖν γε τῇ ἐπινοίᾳ. πρότερον οὖν, φησίν, δεῖ ἡμᾶς εἰπεῖν περὶ τοῦ ἐνύλου εἴδους καὶ ἀποδοῦναι τὸν ὁρισμὸν αὐτοῦ † τῶν γὰρ στοιχείων τουτέστι τοὺς πολλοὺς λόγους περὶ ὁρισμῶν ποιεῖται, εἰ καὶ κρείττων ἐστὶν ἡ νοητὴ οὐσία, καὶ τότε δεῖ ἡμᾶς ὕστερον εἰπεῖν περὶ τῆς νοητῆς οὐσίας. δεῖ γὰρ ἡμᾶς ἄρχεσθαι ἀπὸ τῶν ἡμῖν σαφεστέρων καὶ συγκεχυμένων, ὡς εἴρηται ἐν τῇ Φυσικῇ ἀκροάσει, τῇ φύσει δὲ ἀσαφεστέρων· τὰ γὰρ τελειότερα τῇ φύσει μὲν σαφέστερα ὑπάρχουσιν, ἡμῖν δὲ ἀσαφέστερα. οὕτως γὰρ καὶ αἱ ἄλλαι ποιοῦσι τέχναι, οἷον ἡ ἰατρικὴ πρότερον διαλέγεται περὶ τοῦδε τοῦ σιτίου καὶ τοῦδε τοῦ βοηθήματος, καὶ οὕτως λοιπὸν δι’ αὐτῶν κατασκευάζει τὴν ὑγείαν, ὅπερ ἐστὶ καθόλου. ὁμοίως δὲ καὶ ὁ νομοθέτης κολάζει τὸν ἀδικοῦντα τόνδε, καὶ οὕτως ἐπάγει τὸ καθολικόν, τουτέστι τὴν ἀρετήν, καὶ ποιεῖ εὐνομεῖσθαι τὴν πόλιν. εἶτα λοιπὸν ζητεῖ τίνος ἐστὶ κυρίως ὁ ὁρισμός, τῆς οὐσίας μόνον ἢ καὶ τῶν συμβεβηκότων ἢ καὶ τοῦ συναμφοτέρου ἅμα, τουτέστι τῆς οὐσίας καὶ τῶν συμβεβηκότων. καί φησιν ὅτι τῆς οὐσίας καὶ μόνης ὑπάρχουσιν οἱ ὁρισμοί. καθ’ αὑτὸ γὰρ ὑπάρχουσιν οἱ ὁρισμοὶ καὶ πρώτως, καὶ ἐξισάζουσι * * * διὸ καὶ εἰ καθ’ αὑτὸ ὑπάρχει2 τῇ ἐπιφανείᾳ τὸ λευκόν, τουτέστι πρώτως, ἀλλ’ οὐκ ἀντιστρέφει· οὐδὲ γὰρ πᾶσα ἐπιφάνεια καὶ λευκή· πᾶς δὲ ἄνθρωπος λογικός. θέλουσιν οὖν οἱ ὁρισμοὶ καὶ καθ’ αὑτὸ ὑπάρχειν, τουτέστιν οὐσιώδεις εἶναι, εἴ γε ἐκ γενῶν καὶ συστατικῶν διαφορῶν λαμβάνονται, καὶ ἐξισάζειν. καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ οὐ δύο·3 οὐ γὰρ δυνατὸν ὁρισμὸν ἕνα εἶναι τοῦ συναμφοτέρου, τουτέστιν οὐσίας καὶ συμβεβηκότος, ἐπειδὴ ἑνὸς πράγματος εἷς ἦν ὁρισμός, ὡς εἴρηται, οὐ δύο. οὔτε δὲ πάλιν, φησί, τῶν συμβεβηκότων δυνατὸν εἶναι ὁρισμούς, ἐπειδὴ οἱ ὁρισμοὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων εἰσί, τὰ μέντοι γε συμβεβηκότα οὐχ ὑπάρχουσι καθ’ αὑτό. ὕστερον δὲ προϊὼν δείκνυσιν ὅτι καὶ τῶν συμβεβηκότων ὑπάρχουσιν ὁρισμοὶ καὶ τῶν οὐσιῶν χωρὶς. καὶ χωρίς, οὐ μέντοι γε τοῦ συναμφοτέρου. οὐδὲ τῶν καθ’ ἕκαστα ὑπάρχουσιν οἱ ὁρισμοί, ἐπειδὴ οὐ πρώτως θέλουσιν ὑπάρχειν τῷ ὁριστῷ τὰ ἐν τῷ ὁρισμῷ, οἷον Σωκράτει τὸ λογικὸν καὶ τὸ ζῷον, ἀλλὰ διὰ μέσου τοῦ ἀνθρώπου· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν καθ’ ἕκαστα.
“因此对从这些方面进行考察的人来说,结果便是质料是实体。” 在指明了本原意义上的存在是实体,以及如果必须根据底层载体来规定实体,那么质料倒宁可说是实体(因为正是它是所有可感觉事物的底层载体)之后,他由此指出,质料不可能是本原意义上的实体,既然它就自身而言无形式、缺乏美,且需要他物以便由此获得秩序;相反,本原意义上的实体是可分离的且现实存在的。而他所谓可分离的,是指自身存在且始终处于现实活动之中的东西,即可理知形式;因为它们是没有潜能的现实,自身存在,且无需他物即可存在。然而质料决不可能甚至是可分离的,即就自身而言的;因为它决不能在被剥除形式的情况下被考察,而且它也绝非现实地具有形式,而是潜能地具有形式。但是具质形式也能够是这般的,既是可分离的又是现实的,即就自身而言的,即便不是在实在存在中如可理知事物那样,但至少在思想中如此。因此,他说,即便可理知实体更为优越,我们也必须首先讨论具质形式并给出其定义(因为诸要素的……即他展开了关于定义的许多论述),然后我们必须在此后讨论可理知实体。因为如在《物理学》中所言,我们必须从对我们而言更明白且浑然一体、但在本性上更不明白的事物开始;因为更完满的事物在本性上更明白,对我们而言却更不明白。因为其他技艺也同样如此,例如医术首先讨论这种食物和这种疗法,然后通过它们确立健康,而健康是普遍的。同样,立法者也惩罚这个作恶者,从而引入普遍之物,即美德,并使城邦治理良好。随后他探究定义在首要意义上属于什么:是仅属于实体,还是也属于偶性,或者属于两者的结合体,即实体与偶性的结合体。他说定义属于实体且唯独属于实体。因为定义是自身且首要地归属的,并且等同于……因此即使白自身、即首要地属于平面,但也并不换位;因为并非每个平面都是白的,但每个人都是理性的。所以定义要求自身归属(即如果它们是从属和构成性种差中获取的,它们就是本质性的)并且等同对应。而且定义属于独一且同一的事物,而不属于两者;因为两者的结合体(即实体与偶性)不可能具有一个定义,因为如前所述,一件事物只有一个定义,而不是两个。他又说,偶性也不可能有定义,因为定义属于自身存在的事物,而偶性绝非自身存在。但随后深入时他表明,偶性有其定义,实体也各自有其定义——是各自独立的,绝不是结合体的定义。个别事物也不具有定义,因为定义中的成分并不首要地属于被定义项,例如理性和动物对苏格拉底并非首要归属,而是通过人作为中介归属;在其他个别事物上亦同样如此。
"Ἐκ μὲν οὖν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην." Φησὶν ὅτι εἰ κατὰ τὸ ὑποκείμενον χαρακτηρίζειν δεῖ τὴν οὐσίαν, δόξειεν ἂν οὐσία εἶναι ἡ ὕλη. ἀδύνατον δὲ τοῦτο ὑπάρχειν· κυρίως γὰρ οὐσία ἐστὶ τὸ χωριστόν, τουτέστι τὸ καθ’ αὑτὸ ὑπάρχον καὶ τόδε τι, τουτέστι τὸ ἐνεργείᾳ, καθάπερ εἰρήκαμεν. διὸ τὸ εἶδος τὸ χωριστόν, τουτέστι τὸ νοητόν, δόξειεν ἂν εἶναι οὐσία ὡς ἀεὶ ἐνεργείᾳ ὑπάρχον καὶ δυνάμενον αὐτὸ καθ’ αὑτὸ ὑπάρχειν καὶ μὴ προσδεόμενον ἑτέρου, ἀλλὰ τὰ ἄλλα πάντα ἐκείνου εἶναι δεόμενα. καὶ τὸ ἐξ ἀμφοῖν, τουτέστι τὸ ἔνυλον εἶδος, καὶ αὐτὸ καθ’ αὑτὸ ὑπάρχει καὶ ἐνεργείᾳ ἐστί. φησὶν οὖν ὅτι τὴν μὲν σύνθετον οὐσίαν, λέγω δὴ τὴν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀφετέον· ὑστέρα γάρ ἐστι καὶ δήλη ὡς αἰσθητή. φανερὰ δέ πως καὶ ἡ ὕλη ἐξ ἀναλογίας. δεῖ οὖν ἡμᾶς τὴν τρίτην οὐσίαν ἐπισκέψασθαι, τουτέστι τὴν νοητήν· αὕτη γὰρ ἀπορωτάτη ἴσως, εἰ καὶ φανερωτάτη ἐστί, διὰ τὴν ἡμετέραν ἀσθένειαν. ἐπεὶ δὲ ὑπὸ πάντων ὁμολογοῦνται οὐσίαι εἶναι αἱ αἰσθηταί, δεῖ ἡμᾶς περὶ αὐτῶν πρῶτον εἰπεῖν καὶ ἄρξασθαι ἐκ τῶν ἡμῖν σαφεστέρων.
“因此对从这些方面进行考察的人来说,结果便是质料是实体。” 他说,如果必须依照底层载体来规定实体,那么质料似乎就是实体了。但这绝不可能成立;因为如我们所言,本原意义上的实体是可分离的,即自身存在的,并且是‘某个这个’,即现实存在者。因此,可分离的形式即理知形式,作为始终现实存在、能够自身存在且无需额外依赖他物、反而是其他一切事物都依赖于它的东西,似乎会是实体。而由两者构成的东西,即具质形式,也自身存在且处于现实之中。因此他说,复合实体(即由质料与形式构成的实体)应当搁置;因为作为可感觉的,它是后继的且是昭然明了的。而质料在某种方式上也通过类比是显明的。因此我们必须考察第三种实体,即可理知实体;因为尽管它最显明,但由于我们的软弱,它也许是最充满疑难的。然而既然可感觉实体被所有人公认为实体,我们就必须首先讨论它们,并从对我们而言更明白的事物开始。
- 7.11ἡ ὕλη μᾶλλον [ἢ] ἐστὶν οὐσία
手稿中出现的 ἢ 已被校订者放入角括号中删去。既可以将 ἢ 删去读作 μᾶλλον ἐστὶν οὐσία(“倒宁可说是实体”),也可以怀疑此处省略了比较对象(如“相较于形式”)。此处依校订本,将 μᾶλλον 作副词性理解,表示断定性的“质料更应当是实体”。
- 7.11ἐξισάζουσι * * * διὸ καὶ εἰ καθ’ αὑτὸ ὑπάρχει
在 ἐξισάζουσι 之后标有文本脱文。从接下来的 διὸ καὶ εἰ... ἀλλ’ οὐκ ἀντιστρέφει(“因此即使……但也并不换位”)可以看出,此处讨论的是定义项与被定义项在外延上必须“对等/可相互换位(ἐξισάζειν)”这一本质特征。
- 7.11καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ οὐ δύο
这是一个省略了系动词的紧凑句:“[定义是]属于独一且同一的事物,而不属于两者”。紧随其后的原因说明 οὐ γὰρ δυνατὸν ὁρισμὸν ἕνα εἶναι τοῦ συναμφοτέρου(“两者的结合体不可能具有一个定义”)完整补充了其句法意涵。
