- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:379.32-380.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的实体的四种含义(本质、普遍、属和底层载体),阿斯克勒庇俄斯探讨了第一底层载体(质料、形式与复合体)的性质以及形式的优先性,随后阐明剥离所有属性后仅余质料因而质料被视作实体的难题,并解释了底层载体(质料)与述词及欠缺的区别。
" Λέγεται δὲ ἡ οὐσία." Φησὶν ὅτι τετραχῶς λέγεται ἡ οὐσία. λέγεται γὰρ οὐσία τὸ εἶδος αὐτὸ καθ’ αὑτό, καὶ τὸ καθόλου, τουτέστιν ἡ ἰδέα, καὶ τὸ γένος, τουτἔστι τὸ ζῷον, καὶ τέταρτον λέγεται οὐσία εἶναι τὸ ὑποκείμενον. τὸ δὲ ὑποκείμενόν ἐστι καθ’ οὗ τὰ ἄλλα λέγεται, ἐκεῖνο δὲ οὐκέτι κατ’ ἄλλου λέγεται. διὸ δεῖ ἡμᾶς πρότερον περὶ τοῦ ὑποκειμένου διορίσασθαι. τοῖς γὰρ πολλοῖς ἀνθρώποις μάλιστα δοκεῖ εἶναι οὐσία τὸ ὑποκείμενον πρῶτον· τὸ δὲ ὑποκείμενον φαίνεται εἶναι καὶ ἡ ὕλη ὡς ὑπομένουσα καὶ δεχομένη, φαίνεται εἶναι καὶ τὸ εἶδος ὡς τελειοῦν τὴν ὕλην καὶ ὁρίζον καὶ τρόπον τινὰ εἰς τὸ εἶναι παράγον, τρίτον δὲ τὸ σύνθετον τὸ ἐκ τούτων. ὕλη οὖν ἐστι κατὰ ἀναλογίαν ὥσπερ ὁ χαλκός, τὸ δὲ εἶδος τὸ τοιόνδε σχῆμα τοῦ χαλκοῦ, οἷον τοῦ ἀνδριάντος, ἐκ τούτου συγκείμενος αὐτὸς ὁ ἀνδριάς. ὥστε εἰ τὸ εἶδος τῆς ὕλης πρότερον ὡς τελειοῦν, τὸ δὲ τελειοῦν τοῦ τελειουμένου πρότερον τῇ φύσει ὑπάρχει, καὶ τοῦ συνθέτου αὐτοῦ πρότερόν ἐστι τὸ εἶδος, ὥσπερ ἡ ὑγίεια κρείττων ἐστὶ τῆς ὑγιείας τῆς ἐχούσης νόσον τινά. ὥστε ἐν σκιαγραφίᾳ τέως εἴρηται ἡμῖν τί ἐστιν οὐσία, ὅτι τὸ μὴ καθ’ ὑποκειμένου, ἀλλὰ καθ’ οὗ τὰ ἄλλα λέγονται. ὅμως καὶ οὕτως ἄδηλόν ἐστι· δύναται γὰρ καὶ ἡ ὕλη ὑποκείμενον εἶναι, καὶ διὰ τοῦτο καὶ οὐσία. μόνη γὰρ αὕτη ὑπομένει τῆς ἄλλης διαφευγούσης·1 περιαιρουμένων γὰρ τῶν ἄλλων οὐ φαίνεται οὐδὲν ὑπομένον παρὰ τὴν οὐσίαν. τὰ μὲν γὰρ ἄλλα τῶν σωμάτων πάθη, τουτέστι μεταβολαί, καὶ ποιήματα ἐνέργειαι ὑπάρχουσι καὶ δυνάμεις, οἷον τὸ βαδίζειν, τὸ δὲ μῆκος καὶ πλάτος καὶ βάθος ποσότητες ὑπάρχουσιν ἀλλ’ οὐκ οὐσίαι· τὸ γὰρ ποσὸν οὐκ οὐσία ὑπάρχει, ἀλλὰ μᾶλλον τοῦτό ἐστιν οὐσία, ᾧτινι ταῦτα πρώτως ὑπάρχουσιν. ὑπάρχει γὰρ πρώτως ταῦτα τῇ ὕλῃ, ὥστε ἡ ὕλη ἐστὶν οὐσία. ἀφαιρουμένου τοίνυν μήκους πλάτους βάθους2 οὐδὲν ὁρῶμεν ἀπολειπόμενον, εἰ μὴ μόνον τὸ ὁριζόμενον ὑπὸ τούτων, τοῦτο δέ ἐστιν ὕλη· ὥστε τοῖς οὕτω σκοποῦσιν ἀνάγκη μόνην τὴν ὕλην ὑποτίθεσθαι οὐσίαν. λέγω δὴ ὕλην ἥτις αὐτὴ καθ’ αὑτὴν μήτε ποσόν ἐστι μήτε ἄλλο μηδὲν οἷς ὥρισται τὸ ὄν, τουτέστι μηδεμία ἄλλη κατηγορία.
“而实体被说成”他说实体有四种说法。因为实体被说成是形式本身自身,或是普遍者(即理念),或是属(即动物),第四,底层载体被说成是实体。而底层载体就是其他事物依之被表述,而它自身不再依其他事物被表述者。因此我们必须首先对底层载体作出规定。因为对大多数人而言,第一底层载体最被看作是实体;而质料作为持久留存和接受者显现为底层载体,形式作为完善质料、界定质料并在某种方式上引向存在者也显现为底层载体,第三则是由这些构成的复合体。因此依照类比,质料犹如青铜,形式则是青铜的如此这般的形状,例如雕像的形状,而由此构成的复合体就是雕像自身。因此,如果形式作为完善者先于质料,而完善者在自然上先于被完善者而存在,那么形式也先于复合体本身,正如健康优于带有某种疾病的健康。因此,在粗略的轮廓中暂且对我们说明了实体是什么,即不是依底层载体被表述,而是其他事物依之被表述者。然而即使这样也是不清晰的;因为质料也能够是底层载体,并因此也能够是实体。因为在另一方消失时,唯有它持久留存;因为在其他事物被剥除时,除了实体之外看不到任何留存下来的东西。因为物体的其他属性是受动(即变化),而产物则是现实活动与潜能,例如行走,而长度、宽度与深度是数量而不是实体;因为数量并不作为实体而存在,毋宁说这些属性最首要依附的那个东西才是实体。因为这些属性最首要属于质料,所以质料就是实体。因此在去掉长度、宽度和深度时,我们看到除了唯独被这些所界定的东西之外别无残留,而这就是质料;所以对于这样考察的人来说,必然把质料单独假设为实体。我所谓的质料,就是指自身既不是数量、也不是存在赖以被界定的任何其他东西,即根本不是任何别的范畴者。
"Ἔστι γάρ τι καθ’ οὗ κατηγορεῖται τούτων ἕκαστον ᾧ τὸ εἶναι ἕτερον.3" Τὸ γὰρ ὑποκείμενον τούτων ἕτερόν ἐστι κατὰ τὸν ὁρισμόν, τουτέστιν ἡ ὕλη· τὰ μὲν γὰρ ἄλλα τῆς οὐσίας κατηγορεῖται, αὕτη δὲ τῆς ὕλης, οἷον κατὰ ζῴου λογικοῦ θνητοῦ κατηγορεῖται καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ αἱ ἄλλαι, τουτέστι κατὰ τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος κατὰ τῆς ὕλης. ὥστε τὸ ἔσχατον καθ’ αὑτὸ οὐδεμία ἐστὶ τῶν κατηγοριῶν. οὔτε δὲ αἱ στερήσεις ταὐτόν εἰσι τῇ ὕλῃ, εἴ γε ἡ μὲν οὐχ ὑπομένει ἐπιὸν τὸ εἶδος,4 ἡ δὲ ὕλη ὑπομένει. ἡ δὲ στέρησις οὐχ ὑπομένει, ὡς εἴρηται, ὕπαρξιν ἔχουσα κατὰ συμβεβηκός· τῷ γὰρ ἀπεῖναι ἐκ τοῦδε τὸ ἀνθρώπειον εἶδος λέγεται ἔχειν στέρησιν ἀνθρώπου, οὐ προηγουμένως.
“因为存在着某种事物,这些事物中的每一者都依它被述谓,而对它而言存在是不同的”因为这些事物的底层载体在定义上是不同的,这就是质料;因为其他事物依实体被述谓,而实体则依质料被述谓,例如依理性的有死动物(即依人)述谓数量、性质及其他范畴,而人则依质料被述谓。因此,终极的底层载体就其自身而言不是任何范畴。欠缺也与质料并非同一,既然在形式到来时前者并不留存,而质料却留存下来。欠缺如前所言并不留存,因为它具有偶性上的存在;因为由于人这种形式从这一事物中缺失,它才被说成具有人的欠缺,而非在本原意义上具有。
- 7.9τῆς ἄλλης διαφευγούσης
独立属格结构。阴性单数 τῆς ἄλλης 在上下文中指的是与质料(ὕλη)相对的形式(μορφή 或 ἰδέα),或是换喻性地指质料以外的另一种本性。它表述了唯有质料(αὕτη)作为载体存留,而另一方(形式的规定)消逝的过程。
- 7.9ἀφαιρουμένου τοίνυν μήκους πλάτους βάθους
独立属格结构。被动分词 ἀφαιρουμένου 为中性单数,将并列的名词(μήκους πλάτους βάθους)统摄为一个复合的事态。
- 7.10ᾧ τὸ εἶναι ἕτερον
关系代词与格 ᾧ 为领属与格,与 τὸ εἶναι(存在、本质)连用,意为“对其而言本质(与被述谓之物)不同者”。阿斯克勒庇俄斯在紧接着的一句话中将其意译为 κατὰ τὸν ὁρισμόν(“在定义上不同”)。
- 7.10ἐπιὸν τὸ εἶδος
表时间或条件的分词结构。来自 ἔπειμι(到来、附加)的中性分词 ἐπιόν 与主语 τὸ εἶδος 一致,意为“当形式到来时”。
