- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:37.19-38.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯解释了亚里士多德考察前人学说的目的(确认其如何对应于四因框架),继而阐述了毕达哥拉斯学派在感觉与理智两重层面将偶数与“二”对应于质料、奇数与单子对应于形式的象征性学说。
" Ἀλλ’ οὗ δὴ χάριν ἐπερχόμεθα.1" Ὁ σκοπὸς τῶν νῦν λεγομένων προφανὴς ὑπάρχει διὰ τῶν λεχθέντων· βούλεται γὰρ ὁ Ἀριστοτέλης ἐκθέσθαι τὰς τῶν παλαιοτέρων δόξας φυσικῶν τε καὶ Πυθαγορείων, ἵνα γνῶμεν δι’ αὐτῶν, ποίας ἀρχὰς ὑπετίθεντο τῶν ὄντων, πότερον ὑλικὴν μόνην ἢ καὶ ποιητικὴν ἢ καὶ τὰς ἄλλας ἀρχάς. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι τούτου χάριν ἐπερχόμεθα τὰς τῶν παλαιοτέρων δόξας, ὅπως λάβωμεν καὶ παρὰ τούτων, τίνας ὑποτίθενται ἀρχὰς τῶν ὄντων, καὶ πῶς ἐμπίπτουσιν εἰς τὰς εἰρημένας αἰτίας, τουτέστιν ὑλικὴν ἢ ποιητικὴν ἢ τινα ἄλλην τοιαύτην.
“然而,我们进行探讨所追求的目的——”眼下所谈论内容的旨趣通过之前已说的话是显然的;因为亚里士多德意图陈述更早期的自然哲学家以及毕达哥拉斯学派成员的意见,以便我们通过他们知晓他们曾假定存在者具有何种原理,是仅仅假定质料原理,还是兼有动力原理,抑或还有其他诸原理。因此,这就是他所说的话的含义:我们正是为了这个目的来探讨早期思想家的意见,以便从他们那里也获知他们假定存在者的何种原理,以及这些原理如何归入上述诸原因中,也就是质料原因、动力原因或某种其他类似原因。
"Φαίνονται δὲ καὶ οὗτοι τὸν ἀριθμὸν νομίζοντες ἀρχὴν εἶναι." Ἐντεῦθεν ἐπὶ τοὺς Πυθαγορείους ἔρχεται καί φησιν ὅτι ἐξ ὧν εἰρήκασιν οἱ Πυθαγόρειοι, φαίνονται τοὺς ἀριθμοὺς ἀρχὰς τῶν ὄντων ὑποτιθέμενοι καὶ ὡς ὑλικὸν αἴτιον καὶ ὡς πάθος καὶ ἕξιν. ἔλεγον γὰρ ὅτι στοιχεῖα τοῦ ἀριθμοῦ ὑπάρχουσι τὸ περιττὸν καὶ τὸ ἄρτιον, καὶ διὰ μὲν τοῦ ἀρτίου τὴν ὕλην συμβολικῶς ὑπετίθεντο, διὰ δὲ τοῦ περιττοῦ τὸ εἶδος. ἐπεὶ τοίνυν ὁ ἄρτιος ἀριθμός ἐστι διαιρετός, τοιαύτη δὲ καὶ ἡ ὕλη ἐπ’ ἄπειρον διαιρετή, καὶ αὕτη γίνεται αἰτία τῆς τῶν εἰδῶν διαιρέσεως (ἀδιαίρετον γὰρ ὑπάρχει τὸ εἶδος, γινόμενον δὲ ἐν τῇ ὕλῃ διαιρεῖται καὶ συνδιίσταται εἰς πόδας καὶ χεῖρας καὶ κεφαλὴν καὶ ὅσα ἄλλα τοιαῦτα) διὰ ταύτην οὖν τὴν αἰτίαν2 διὰ μὲν τῆς δυάδος συμβολικῶς τὴν ὕλην ἔλεγον, διὰ δὲ τοῦ περιττοῦ τὸ εἶδος· ὥσπερ γὰρ ὁ περιττὸς ἀριθμὸς ἀδιαίρετος ὑπάρχει, οὕτω καὶ τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ ἀδιαίρετον ὑπάρχει. ἀμέλει τοι καὶ αὐτὸ διορίζει καὶ περατοῖ τὴν ὕλην ἄπειρον οὖσαν τῷ ἑαυτῆς λόγῳ· ὅθεν ἕκαστον μέρος τοῦ σπέρματος τέλειον ἔχει τὸν τοῦ εἴδους λόγον. ἄλλως τε δὴ ὅτι ἀδιαίρετον ὑπάρχει τὸ εἶδος, προφανὲς καὶ ἐντεῦθεν· ὁρῶμεν γὰρ ὅτι καὶ ἐπὶ μεγάλου κύκλου καὶ ἐπὶ μικροῦ τὸ αὐτὸ εἶδός ἐστιν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ζῴων. εἰ δὲ ὑπῆρχε διαιρετόν, ἔδει ἄλλο εἶδος ἔχειν τὸν μέγαν κύκλον καὶ ἄλλο τὸν μικρόν. ὥστε πάλιν διὰ τοῦ περιττοῦ ἀριθμοῦ συμβολικῶς τὸ εἶδος ἐδήλουν. αὖθις δὲ αἰσθητῶς ἐδήλουν διὰ μὲν τῆς δυάδος τὴν ὕλην, διὰ δὲ τῆς μονάδος τὸ εἶδος, διὰ δὲ τῆς ἑνάδος3 τὴν φύσιν τὴν προαγωγόν· νοητῶς δὲ διὰ τῆς δυάδος τὴν ἀπειρίαν, ἐπειδὴ καὶ ἐν τοῖς νοητοῖς ἀπειρία ἐστὶ κατὰ τὴν πρόοδον ἤγουν κατὰ τὴν δύναμιν, διὰ δὲ τῆς μονάδος τὸ πέρας, ἐπειδὴ οὐ διεσπασμένα ἀπ’ ἀλλήλων ὑπάρχουσιν ἀλλ’ ἡνωμένα ἀφράστῳ, φησίν, ἑνώσει· διὸ παγκάλως φησὶν ὁ ποιητὴς τὸ “σειρὴν χρυσείην”· καὶ πάλιν ὁ Παρμενίδης “οὐ γὰρ ἔην, οὐκ ἔσται ὁμοῦ πᾶν, ἔστι δὲ μοῦνον”. διὰ δὲ τῆς ἑνάδος τὴν πρωτίστην καὶ ἐξῃρημένην αἰτίαν· ‘κλῦθι, κύδιμ’ ἀριθμέ, πατὴρ μακάρων τε καὶ ἀνδρῶν.’
“而这些人似乎也认为数是原理。” 从这里起他转向毕达哥拉斯学派,并说从毕达哥拉斯学派所说的话来看,他们似乎将数假定为存在者的原理,既作为质料原因,又作为受动状态与素性。因为他们曾说数的元素是奇数与偶数,并且他们借由偶数象征性地假定了质料,借由奇数假定了形式。既然偶数是可分的,而质料也是同样可以无限分割的,并且这质料成为了形式被分割的原因(因为形式本身是不可分的,但在质料中生成时就被分割并同时离析为脚、手、头以及所有其他此类部分)——因此由于这个原因,他们借由“二”象征性地谈论质料,借由奇数谈论形式;因为正如奇数是不可分的,形式本身依其自身也是不可分的。事实上,正是形式规定并限定了依其自身定义为无限的质料;所以种子的每一部分都具有形式的完满定义。此外,形式是不可分的,这一点从以下事实也是显而易见的:因为我们看到,无论在大的圆中还是在小的圆中,形式都是相同的,在动物中同样也是如此。但如果形式是可分的,大的圆就理应具有一种形式,而小的圆具有另一种形式。因此他们再次借由奇数象征性地表示形式。不仅如此,他们在感觉层面借由“二”表示质料,借由单子表示形式,借由一子表示引致进展的自然;在理智层面则借由“二”表示无限性——因为在理智者中按照展开或潜能也有无限性——借由单子表示界限——因为诸理智者并不是彼此四散分离地存在,而是由不可言说的合一联合在一起,他说;所以诗人极其美妙地谈到“黄金之链”,巴门尼德也再次说“因为它既非曾存在,亦非将存在,全都一同,仅仅存在”——借由一子表示最第一且超绝的原因:“倾听吧,显赫之数,福乐诸神与人类之父。”
- 1.43Ἀλλ’ οὗ δὴ χάριν ἐπερχόμεθα
引文的句法结构省略了先行词 τούτου,关系代词 οὗ 受后置词 χάριν(支配属格)支配。这是一个作为未完成悬引短语的从句(“然而,我们进行探讨所追求的目的……”),在亚里士多德原文中提前引出考察前人意见的动因。
- 1.44ἐπεὶ τοίνυν ὁ ἄρτιος ἀριθμός ἐστι διαιρετός ... διὰ ταύτην οὖν τὴν αἰτίαν
由 ἐπεὶ τοίνυν 引导的长原因从句中间插入了括号中的解释性说明(ἀδιαίρετον γὰρ ... καὶ ὅσα ἄλλα τοιαῦτα),主句的结论则通过复指短语 διὰ ταύτην οὖν τὴν αἰτίαν 重新引出。主句的核心为 διὰ μὲν τῆς δυάδος συμβολικῶς τὴν ὕλην ἔλεγον, διὰ δὲ τοῦ περιττοῦ τὸ εἶδος。
- 1.44αὖθις δὲ αἰσθητῶς ἐδήλουν ... νοητῶς δὲ ... διὰ δὲ τῆς ἑνάδος
主要结构被对比副词 αἰσθητῶς(感觉层面)与 νοητῶς(理智层面)二分。在后者(理智层面)内部,形成了三项平行对比:διὰ τῆς δυάδος(无限性)... διὰ δὲ τῆς μονάδος(界限)... διὰ δὲ τῆς ἑνάδος(第一原因),各项后分别跟随原因说明分句或诗歌引证。
