- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:378.24-379.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《形而上学》卷七第二章(1028b8–24),阿斯克勒庇俄斯梳理了物体及其组成部分、天体等可感实体,以及毕达哥拉斯派、自然哲学家、柏拉图、斯派西波斯和色诺克拉底等人关于无身体实体(界限、形式、数学对象、数等)的主张,并概述了随后对实体本质的研究任务。
" Δοκεῖ δ’ ἡ οὐσία ὑπάρχειν." Φανερώτατα ὑπάρχειν τοῖς σώμασι. διὸ τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια αὐτῶν οὐσίας εἶναί φαμεν, οἷον χεῖρα καὶ κεφαλὴν καὶ τὰ φυσικὰ πάντα σώματα, οἷον πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ αἰσθητά, καὶ ὅσα ἢ μόρια τούτων, ὥσπερ τὰ ζῷα ἢ τὸ μερικὸν ὕδωρ, ἢ ἐκ τούτων ἐστίν, ἢ μορίων ἢ πάντων. καὶ μορίων μὲν λέγει τὰ ζῷα·1 ἐκ γὰρ τῶν μορίων τῶν στοιχείων συνέστηκασιν· ἐκ πάντων δὲ τὸν πάντα κόσμον. διὸ ἐπήγαγεν οἷον ὅ τε οὐρανὸς καὶ τὰ μόρια αὐτοῦ, ἄστρα καὶ σελήνη καὶ ἥλιος. καὶ σημειωτέον ὅτι ἐνταῦθα ἐκ τῶν τεσσάρων στοιχείων φησὶν εἶναι τὸν οὐρανόν.
“而实体似乎属于”最明显地属于物体。因此我们说,动物、植物以及它们的部分,例如手和头,以及一切自然物体,例如火、水、土,简言之所有可感事物,以及凡是作为这些事物的部分之物(如动物或部分的水),或者由这些事物构成之物(无论是由部分构成还是由全部构成),都是实体。而他说的由部分构成的,是指动物(因为它们是由元素的各个部分构成的);由全部构成的,则是指整个宇宙。因此他补充道:“例如天及其各个部分,星辰、月亮和太阳”。应当注意的是,在这里他说天是由四元素构成的。
"Πότερον δὲ αὗται μόναι εἰσὶν οὐσίαι." Φησὶν ὅτι δεῖ ἡμᾶς ζητῆσαι, πότερον αὗται καὶ μόναι οὐσίαι ὑπάρχουσιν 〈αἱ〉 αἰσθηταί, ἢ καὶ ἄλλαι, τουτέστιν ἀσώματοι, ἢ τούτων τῶν ἀσωμάτων τινὲς ἢ καὶ ἄλλων, τουτέστι τῶν αἰσθητῶν, τινὲς καὶ οὐ πᾶσαι, ἢ αὗται μὲν οὔκ εἰσιν οὐσίαι, οὔτε αἱ νοηταὶ οὔτε αἱ αἰσθηταί, ἀλλὰ ἄλλαι. φησὶν οὖν ὅτι τοῖς μὲν Πυθαγορείοις δοκοῦσιν εἶναι οὐσίαι τὰ τοῦ σώματος πέρατα, οἷον ἐπιφάνεια, γραμμή, στιγμὴ καὶ μονάς. δῆλον δέ, φησίν, ὅτι ταῦτα συμβολικῶς ἔλεγον ἐκεῖνοι· τὴν γὰρ στιγμὴν ἐλάμβανον ἀναλόγως τῷ νῷ διὰ τὸ ἀμερές, τὴν δὲ γραμμὴν τῇ ψυχῇ διὰ τὸ ἔχειν τὸ ποθέν ποι, τουτέστιν ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα, τὴν δὲ ἐπιφάνειαν τῇ φύσει, τὰ δὲ σώματα τοῖς στερεοῖς διὰ τὸ πλάτος καὶ μῆκος καὶ βάθος.2 ἄλλοι δὲ ὥσπερ οἱ φυσικοὶ οὐκ οἴονται εἶναι ἑτέραν οὐσίαν παρὰ τὰ αἰσθητά. οἱ δὲ πλείονας ὑποτίθενται οὐσίας, ὥσπερ Πλάτων, καὶ τὰς αἰσθητὰς καὶ τὰ μαθήματα καὶ τὰς νοητάς· καὶ μᾶλλόν φησι ταύτας οὐσίας εἶναι, τουτέστι τὰς νοητάς. Σπεύσιππος δὲ καὶ πλείους οὐσίας ὑποτίθεται ἀπὸ τοῦ ἑνὸς ἀρξάμενος, καὶ ἀρχὰς καὶ οὐσίας· ἄλλην γὰρ οὐσίαν λέγει εἶναι τῶν ἀριθμῶν καὶ ἄλλην τῶν μεγεθῶν καὶ ἄλλην ψυχῆς, καὶ † τούτων ἐπεκτείνει τὰς οὐσίας.
“究竟唯有这些是实体”他说,我们必须探究究竟唯有这些可感事物作为实体而存在,还是也有其他实体(即无身体的实体),或者是这些无身体实体中的某些,亦或是其他实体(即可感实体)中的某些而非全部,又或是无论是可知解者还是可感者都不是实体,而是另有其他实体。因此他说,毕达哥拉斯学派的人认为物体的诸界限是实体,例如面、线、点和单子。然而他说,显然那些人是象征性地谈论这些事物的;因为他们依据无部分性而把点类比于理智,依据具有从某处到某处的走向(即从前提走向结论)而把线类比于灵魂,把面类比于自然,依据宽度、长度和深度而把物体类比于立体。然而另一些人,如自然哲学家们,则认为在可感事物之外不存在别的实体。但另一些人则假设了更多的实体,正如柏拉图提出可感事物、数学对象和可知解事物;并且他说这些事物,即可知解事物,更是实体。斯派西波斯则从“一”出发假设了更多的实体,既设立了本原也设立了实体;因为他说数的实体是一回事,大小的实体是另一回事,灵魂的实体又是一回事,并且扩展了实体的范围。
"Ἔνιοι δὲ τὰ μὲν εἴδη καὶ τοὺς ἀριθμούς." Ἐντεῦθεν εἰς τὸν Ξενοκράτην ἀποτείνεται, καί φησιν ὅτι τὰ εἴδη τῶν πραγμάτων τοῖς ἀριθμοῖς προσηγόρευεν, ἐπειδή, ὥσπερ οἱ ἀριθμοὶ περιοριστικοί εἰσιν ὧν εἰσιν ἀριθμοί, οὕτω δὴ καὶ τὰ εἴδη περιοριστικὰ τῆς ὕλης ὑπάρχουσιν. εἶτα μετὰ τὰς ἰδέας δευτέρας οὐσίας ὑποτίθεται τὰς διανοητάς, τουτέστι τὰ μαθήματα, γραμμὰς καὶ ἐπίπεδα· τελευταῖα δὲ τὰ φυσικά. περὶ γοῦν τῶν διαφόρων δοξῶν, ποία λέγεται καλῶς ὑπὸ τῶν παλαιοτέρων καί ποία οὐ καλῶς, καὶ τίνων εἰσὶ κυρίως οὐσίαι, καὶ πότερον εἰσί τινες οὐσίαι παρὰ τὰς αἰσθητὰς οὐσίας ἢ οὔκ εἰσι, καὶ αὗται εἰ μὴ αἰσθηταί, πῶς εἰσιν, ἆρα δέονται ὑποκειμένου ἢ οὔ, καὶ πότερον ἔστι τις οὐσία χωριστὴ τῆς ὕλης, καὶ διὰ τίνα αἰτίαν ἐστὶ χωριστὴ τῆς ὕλης, ὡς μὴ δεομένη ἢ ὡς παρακτικὴ τῆς ὕλης ἢ ἀσώματος οὐσία, καὶ πῶς ἐστιν, ἆρά γε αὐτὴ καθ’ αὑτήν, καὶ τίς ἡ φύσις αὐτῆς, ἢ ἄρα οὐκ ἔστιν ἑτέρα τις οὐσία παρὰ τὰς αἰσθητὰς οὐσίας, δεῖ οὖν ἡμᾶς ἐπισκέψασθαι περὶ τούτων3 διελομένους τὰ διάφορα σημαινόμενα τῆς οὐσίας, καὶ εἰπόντας πρότερον τί ἐστιν οὐσία.
“有些人则认为形式与数”由此他转向色诺克拉底,并说色诺克拉底把事物的形式称为数,因为正如数对其所属的事物具有限定性一样,形式也同样对质料起着限定作用。随后在理念之后,他假设思想对象(即数学对象,线与平面)为第二实体,最后则是自然事物。总之,关于这些不同的观点,古人所说的哪些是妥当的,哪些是不妥当的,哪些事物是本来意义上的实体,在可感实体之外究竟是否存在某些实体还是不存在,以及若这些实体不是可感实体,它们又是如何存在的,是否需要底层载体,是否存在某种脱离质料的实体,又因何种原因脱离质料(作为不需要载体者,或是作为生成质料者,或是作为无身体的实体),以及它是如何存在的(究竟是其自身存在,它的本性又是什么),或者在可感实体之外究竟是否根本没有任何别的实体——因此我们必须在区分了实体的不同含义并在预先说明了实体是什么之后,对这些问题进行考察。
- 7.6καὶ μορίων μὲν λέγει τὰ ζῷα
承接前句的 ἢ μορίων ἢ πάντων(无论是由部分构成还是由全部构成),这里的属格 μορίων 及随后的 πάντων 充当表示构成材料的属格(省略了介词 ἐκ)。整个句子的骨架相当于 λέγει τὰ ζῷα [ἐκ] μορίων [εἶναι](他所说的动物是由部分构成的)。
- 7.7τὰ δὲ σώματα τοῖς στερεοῖς διὰ τὸ πλάτος καὶ μῆκος καὶ βάθος
前面的小句中皆是将几何界限(宾格)配对于理智或心灵原则(与格):τὴν γὰρ στιγμὴν ... τῷ νῷ ... τὴν δὲ γραμμὴν τῇ ψυχῇ,而此处则是 τὰ σώματα(宾格)配对 τοῖς στερεοῖς(与格)。承前省略了支配动词 ἐλάμβανον ἀναλόγως,表示毕达哥拉斯派基于长宽高三维性而将可感物体类比于几何立体。
- 7.8περὶ γοῦν τῶν διαφόρων δοξῶν, ποία λέγεται καλῶς ... δεῖ οὖν ἡμᾶς ἐπισκέψασθαι περὶ τούτων
全句开篇以介词短语 περὶ γοῦν τῶν διαφόρων δοξῶν 提出论题,继而接上一系列由 ποία、πότερον 等引导的长大间接疑问从句(探究古人观点的得失、分离实体的存在与否等),最终由主句 δεῖ οὖν ἡμᾶς ἐπισκέψασθαι περὶ τούτων(因此我们必须就这些问题进行考察)通过复指代词 τούτων 将前面的从属内容重新收束回主干。
