- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:377.20-378.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德在《形而上学》Z卷第1章末尾(1028b2)将对存在的探究等同于对实体的探究,引用先辈哲学家的学说并梳理了实体的四种含义(形式、普遍者、属、底层载体)。
" Καὶ δὴ καὶ τὸ πάλαι τε καὶ νῦν καὶ ἀεὶ ζητούμενον καὶ ἀεὶ ἀπορούμενον." Δείξας ὅτι τὸ κυρίως ὂν ἡ οὐσία ἐστὶ κατὰ τὰ τρία σημαινόμενα τοῦ προτέρου,1 ἐπειδὴ καὶ αὕτη αἰτία τοῦ εἶναι τὰ συμβεβηκότα, ἐντεῦθεν μαρτυρίαν ποιεῖται τῶν παλαιῶν, καί φησιν ὅτι καὶ οἱ παλαιοὶ περὶ τοῦ ὄντος διαλεχθῆναι βουλόμενοι περὶ τῆς οὐσίας εἰρήκασι· καὶ οἱ μὲν ἓν εἰρήκασιν εἶναι τὸ ὄν, ὥσπερ Παρμενίδης καὶ Μέλισσος, οἱ δὲ πολλά, ὥσπερ Ἐμπεδοκλῆς λέγων τὰ τέσσαρα στοιχεῖα καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν, καὶ Παρμενίδης μὲν πῦρ καὶ γῆν, οἱ δὲ ἄπειρα, ὥσπερ Λεύκιππος καὶ Δημόκριτος καὶ Ἀναξαγόρας. καὶ πάλιν οἱ μὲν μίαν οὐσίαν εἶναι εἰρήκασιν, οἷον τὴν αἰσθητήν, ὥσπερ οἱ φυσικοὶ καὶ οἱ Στωικοί, οἱ δὲ τρεῖς εἰρήκασιν εἶναι οὐσίας, ὥσπερ Πλάτων τὰς ἰδέας καὶ τὰ μαθήματα, τουτέστι τὰ διανοήματα, καὶ τὰς αἰσθητὰς οὐσίας. καὶ κυρίως μὲν οὐσίας ἔλεγε τὰς ἰδέας, οὐ κυρίως δὲ τὰ αἰσθητά· ‘τὶ τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε’. ὁμοίως καὶ οἱ περὶ Σπεύσιππον καὶ Ξενοκράτην. καὶ ὁ μὲν Σπεύσιππος πολλὰς ἔλεγεν εἶναι οὐσίας· ἄλλην γὰρ οὐσίαν ἔλεγεν εἶναι μεγεθῶν καὶ ἄλλην ἀριθμῶν, καὶ ἐπὶ πάντων τῶν ὁμοίων, καὶ πάλιν ἄλλην οὐσίαν νοῦ καὶ ἄλλην ψυχῆς, καὶ ἄλλην σημείου καὶ ἄλλην γραμμῆς καὶ ἄλλην ἐπιφανείας, ἐπειδή, φησί, διαφόρως ἐδόξασαν οἱ πρὸ ἡμῶν. ἄδηλον δὲ ἡμῖν ἐστι πότερον τὰς αἰσθητὰς μόνον εἶναι ἔλεγον οὐσίας, καὶ τούτων ἆρα πάσας ἢ ἐνίας ἐξ αὐτῶν· ὁμοίως δὲ καὶ περὶ τῆς ἀσωμάτου, ἆρα μόνην τὴν ἀσώματον ὑπετίθεντο, καὶ εἰ μόνην, ἆρα πᾶσαν ἢ τινά. φησὶν οὖν ὅτι δεῖ ἡμᾶς διαστείλασθαι τὰ διάφορα σημαινόμενα τῆς οὐσίας, καὶ γνῶναι ποία ἐστὶν ἡ κυρίως οὐσία ἐξ ὧν δείκνυμεν.2 φησὶν οὖν ὅτι τετραχῶς λέγεται ἡ οὐσία· τὸ εἶδος, ἐπειδὴ καὶ αὐτὸ χαρακτηριστικόν ἐστι τοῦ συνθέτου, ἐπειδὴ καὶ τελειοῖ, λέγεται οὐσία, καὶ τὸ καθόλου, τουτέστιν ἡ ἰδέα, λέγεται οὐσία, καὶ τὸ γένος, οἷον τὸ ζῷον, λέγεται οὐσία, καὶ τὸ ὑποκείμενον, τουτέστι τὸ σύνθετον. καὶ τοῦτο διαιρεῖται τριχῇ εἰς τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ συναμφότερον. καί φησιν ὅτι εἰ ὑποθώμεθα κυρίως ταύτην εἶναι οὐσίαν διὰ τὸ ὑποκεῖσθαι, τὴν ὕλην μάλιστα εἶναι οὐσίαν φήσομεν, ἐπειδὴ αὕτη πᾶσιν ὑπόκειται.
“而且确实,自古至今始终被探究、始终被存疑的事物”在表明了实体按照“在先者”的三种含义乃是本原意义上的存在物(因为实体也是偶性得以存在的原因)之后,他由此引出了古人们的见证,并说古人们想要谈论存在时,谈论的也是实体。有些人说存在是一,正如巴门尼德和美里梭那样;另一些人说存在是多,正如恩培多克勒说到四元素以及争斗与友爱,巴门尼德说到火与土;还有些人说存在是无限的,正如留基伯、德谟克利特和阿那克萨戈拉那样。再者,有些人说实体只有一种,如可感实体,正如自然哲学家和斯多亚派那样;另一些人说有三种实体,正如柏拉图提出理念、数学对象(即理智思考的对象)以及可感实体那样。他把理念称为本原意义上的实体,而把可感物称为非本原意义上的实体(“什么是始终存在而无生成的,什么是生成而决不存在的”)。斯派西波斯和色诺克拉底学派的人也是如此。斯派西波斯主张有许多实体;因为他说,由于我们的先辈持有不同的意见,所以他认为大小的实体是一回事,数的实体是另一回事,在所有类似事物上皆是如此;再者,理智的实体是一回事,灵魂的实体是另一回事,点的实体是一回事,线的实体是另一回事,面的实体又是另一回事。然而,在我们看来尚不清楚的是:他们究竟是主张唯有可感事物才是实体,而且在这些可感事物中究竟是全部还是其中某些;同样关于无身体者,他们究竟是只假设了无身体者,而且即使只假设了它,究竟是全部还是某些。因此他说,我们必须区分实体的不同含义,并通过我们所展示的论证认识哪一种是本原意义上的实体。因此他说,实体以四种方式被言说:形式被称为实体,因为形式界定了复合体并使其完满;普遍者(即理念)被称为实体;属(例如动物)被称为实体;底层载体(即复合体)也被称为实体。而底层载体又被三分为质料、形式以及两者的结合体。他说,如果我们假定底层载体因其承载地位而成为本原意义上的实体,那么我们就会说质料最是实体,因为质料为一切事物作底版承载。
"Καὶ δὴ καὶ τὸ πάλαι τε καὶ νῦν καὶ ἀεὶ ζητούμενον." Φησὶν ὅτι καὶ πάλαι ὑπὸ τῶν πρὸ ἡμῶν ἐζητήθη τοῦτο καὶ νῦν δὲ ζητεῖται καὶ ἀεὶ ἀπορεῖται, ποῖόν ἐστι τὸ ὄν. τοῦτο δέ ἐστι ζητῆσαι τί ἐστιν οὐσία· κυρίως γὰρ ὄν, ὡς ὁ λόγος ἔδειξεν, ἡ οὐσία. ταύτην γὰρ οἱ μὲν μίαν εἶναί φασιν, ὥσπερ Παρμενίδης, οἱ δὲ πολλάς, ὥσπερ Ἐμπεδοκλῆς, καὶ οἱ μὲν πεπερασμένας, οἱ δὲ ἀπείρους, ὥσπερ Δημόκριτος. διὰ τοῦτο οὖν καὶ ἡμῖν μάλιστα καὶ πρῶτον καὶ μόνον ὡς εἰπεῖν περὶ τοῦ ὄντως ὄντος, τουτέστι τοῦ κατὰ τὴν οὐσίαν, δεῖ θεωρῆσαι, τίς ἐστιν ἡ κυρίως οὐσία, ἐπειδὴ καὶ οἱ παλαιοὶ περὶ ταύτης ἐζήτησαν.
“而且确实,自古至今始终被探究的事物”他说,关于存在究竟是怎样的事物,自古以来由我们的先辈所探究,如今也在被探究,并且始终是一个疑难。而这正是探究实体是什么;因为正如论证所表明的,本原意义上的存在物就是实体。因为关于实体,有些人说它是一,正如巴门尼德;有些人说它是多,正如恩培多克勒;有些人说它是有限的,另一些人则如德谟克利特那样说它是无限的。正因如此,我们尤其、首要且可以说唯一必须针对真正存在之物(即依实体的存在)进行考察,探究究竟何为本原意义上的实体,因为古人们也是围绕着这一问题进行探究的。
- 7.4κατὰ τὰ τρία σημαινόμενα τοῦ προτέρου
介词短语 κατὰ τὰ τρία σημαινόμενα τοῦ προτέρου 修饰分词 Δείξας,指在前一节中根据“在先”的三种含义(定义/言明、自然、认识)论证了实体是本原意义上的存在物。
- 7.4ἐξ ὧν δείκνυμεν
关系从句 ἐξ ὧν δείκνυμεν 采用了关系代词 ὧν 被吸引至属格且先行词被省略的结构(相当于 ἐκ τούτων ἃ δείκνυμεν),作修饰动词 γνῶναι 的状语,意为“根据我们所展示的诸论证”。
