- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:376.16-377.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了《形而上学》Ζ卷开篇的论述,指出“是什么”与“这个”表明了实体,而偶性依存于实体,因此实体才是真正无条件的存在。随后他论证了实体在自然、时间、言明和认识的所有方面均先于偶性。
" Τὸ ὂν λέγεται πολλαχῶς, καθάπερ διειλόμεθα πρότερον." Φησὶν ὅτι τὸ ὂν πολλαχῶς λέγεται, καθάπερ εἰρήκαμεν ἐν τῷ Δ στοιχείῳ· σημαίνει γὰρ τὸ μὲν τί ἐστι καὶ τόδε τι.1 καὶ δι’ ἀμφοτέρων τὴν οὐσίαν ἐδήλωσεν· ἐρωτώμενοι γὰρ τί ἐστι τόδε τὸ πρᾶγμα, οὐσίαν ἀποδίδομεν, οὐ συμβεβηκός, οἷον ὅτι ζῷον λογικὸν θνητόν· καὶ πάλιν δεικτικῶς περὶ τῆς οὐσίας ἐρωτώμενοι τὸ τόδε τι ἀποδίδομεν. δηλοῖ οὖν τὸ καθ’ αὑτὸ ὂν οὐσίαν, ποσόν, ποιὸν καὶ τὰς ἄλλας κατηγορίας. τοσαυταχῶς οὖν, φησίν, λεγομένου τοῦ ὄντος φανερόν ἐστιν ὅτι πάντων πρῶτόν ἐστιν ὂν ἡ οὐσία. ὅταν μὲν γὰρ περὶ συμβεβηκότος ἐρωτηθῶμεν ποῖόν τί ἐστιν, οὕτως λέγομεν· 〈οὐ γὰρ〉 οὐσίαν μόνον ἀποδίδομεν λέγοντες ἄνθρωπον, οὔτε δὲ λέγομεν συμβεβηκὸς μόνον ποιὸν λέγοντες, ἀλλὰ οὐσίαν πεποιωμένην, οἷον ὅτι ἀγαθὸν ἢ κακόν. ὅταν δὲ τί ἐστιν ἐρωτηθῶμεν, οὐκ ἀποδίδομεν συμβεβηκὸς μόνον λέγοντες λευκὸν ἢ θερμόν, ἀλλ’ οὐσίαν μόνον λέγοντες ἄνθρωπον ἢ θεόν. ὥστε εἰ τὰ συμβεβηκότα δέονται τῆς οὐσίας, ἡ δὲ οὐσία οὐ δεῖται, κρείττων ἄρα ἡ οὐσία τῶν συμβεβηκότων. τὰ γὰρ ἄλλα ὄντα τὰ παρὰ τὴν οὐσίαν λέγονται ὄντα τῷ μετέχειν τοῦ κυρίως ὄντος, φημὶ δὴ τῆς οὐσίας· τὰ μὲν γάρ εἰσι ποσότητες τῆς οὐσίας, ὥσπερ τὸ ποσόν, τὰ δὲ πάθη, ὥσπερ τὸ ποιόν. διὸ καὶ ἄξιον ἀπορῆσαι περὶ τῆς ὑγείας αὐτῆς καθ’ αὑτὴν καὶ τῆς βαδίσεως καὶ τῶν ἄλλων τῶν τοιούτων, πότερον ὄντα ὑπάρχουσιν αὐτὰ καθ’ αὑτὰ ἢ οὐδὲ ὅλως, εἰ μήτι γε ἄρα ἐν ψιλῇ ἐπινοίᾳ, ἀλλὰ τότε ἔχουσιν ὑπόστασιν, ὅταν σὺν τῇ οὐσίᾳ θεωρῶνται. ταῦτα οὖν εἰσιν ὄντα τὸ καθήμενον καὶ τὸ ὑγιαῖνον,2 ἐπειδὴ τότε μετὰ τῆς οὐσίας λαμβάνονται· τὸ γὰρ ἀγαθὸν ἢ τὸ καθήμενον οὐκ ἄνευ τοῦ τόδε ὑπάρχει, τουτέστιν οὐσίας, οὔτε δὲ χωρισθέντα αὐτῆς δύνανται διασῴζεσθαι. ὥστε διὰ τὴν οὐσίαν κἀκεῖνα ὑπάρχουσιν. ὥστε τὸ πρώτως ὂν καὶ οὐ τὶ ὂν ἀλλὰ ἁπλῶς ὂν ἡ οὐσία ἐστί.
“存在以多种方式被言说,正如我们此前所区分的那样。” 他说存在以多种方式被言说,正如我们在Δ卷中所说的那样;因为一方面它意味着“是什么”和“这个”。他通过这两者表明了实体;因为当被问及“这个事物是什么”时,我们给出的是实体,而非偶性,例如说它是“有理性的、会死的动物”;而当我们以指示的方式被问及关于实体时,我们又给出“这个”。因此,依自身的存在表明了实体、数量、性质以及其他范畴。他说,既然存在以如此多种方式被言说,显然实体在万物中是第一位的存在。因为当我们被问及关于偶性“是怎样的事物”时,我们是这样说的:因为我们不仅不说出实体而说“人”,也不仅说出偶性而说“具有某种性质的”,而是说出被赋予性质的实体,例如说“善的”或“恶的”。但当我们被问及“是什么”时,我们并不单单给出偶性而说“白的”或“热的”,而是单单给出实体而说“人”或“神”。因此,如果偶性需要实体,而实体不需要偶性,那么实体便优越于偶性。因为除实体之外的其他存在物之所以被称为存在物,是由于分有了本原意义上的存在物,即实体;因为有些是实体的量度,如数量,有些是状态,如性质。因此,关于健康自身、步行以及其他诸如此类的事物,完全值得提出疑问:它们究竟是依自身而存在的存在物,还是根本不存在(除非只是在单纯的思想中),而唯有当它们与实体一同被考察时才具有实在性。因此,“坐着的人”和“健康的人”才是这些存在物,因为它们在那时是与实体一同被把握的;因为“善的”或“坐着的”不能脱离“这个”(即实体)而存在,脱离了实体它们也无法得以保全。因此正是由于实体,那些事物才存在。所以,最首要的存在物,并非某个特定样态的存在,而是无条件的存在,这便是实体。
"Πολλαχῶς οὖν λέγεται τὸ πρῶτον." Φησὶν ὅτι, καθάπερ ἐν Κατηγορίαις μεμαθήκαμεν, πολλαχῶς τὸ πρῶτον λέγεται. πρώτη οὖν πάντων ἐστὶν ἡ οὐσία καὶ φύσει καὶ λόγῳ καὶ χρόνῳ καὶ γνώσει. αἱ γὰρ ἄλλαι κατηγορίαι οὐ δύνανται αὐταὶ καθ’ αὑτὰς ὑποστῆναι, αὕτη δὲ ἄνευ ἐκείνων δύναται. καὶ τῷ λόγῳ δὲ προτέρα, ἐπειδὴ παραλαμβάνεται εἰς τὸν ὁρισμὸν τῶν συμβεβηκότων, ὡς ἔδειξεν ἡ θεωρία. ἄλλως τε δὴ τότε γινώσκεται ἕκαστον, ὅταν τὴν οὐσίαν αὐτοῦ γνῶμεν, ἤπερ τὰ συμβεβηκότα,3 οἷον γινώσκομεν μᾶλλον τὸν ἄνθρωπον, ὅταν γνῶμεν ὅτι ζῷον λογικόν ἐστιν ἢ ὅταν γνῶμεν ὅτι λευκόν ἐστι· ταῦτα γὰρ καὶ ἄλλῳ ὑπάρχουσι. καὶ πάλιν ἐπὶ τοῦ πυρὸς γινώσκομεν ὅτι πῦρ ἐστι γνόντες αὐτὸ ξηρὸν καὶ θερμὸν καὶ φωτιστικὸν καὶ καυστικόν, ἢ ὅτι ξανθόν ἐστιν ἢ ἄλλο τι τοιοῦτον ἔχον χρῶμα. ἄλλως τε δὴ καὶ αὐτὰ τὰ συμβεβηκότα τότε γινώσκομεν, ὅταν τὰς οὐσίας αὐτῶν γνῶμεν, οἷον τί ἐστι ποσὸν ἢ ποιόν, ἢ ὅτι τὸ ἴσον καὶ ἄνισον, ἢ ὅμοιον καὶ ἀνόμοιον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
“因此‘在先者’以多种方式被言说。” 他说,正如我们在《范畴篇》中所学到的,“在先者”以多种方式被言说。因此实体在万物中无论在自然上、在言明上、在时间上还是在认识上都是第一位的。因为其他范畴无法依自身而独立自存,而实体脱离它们却能够自存。而且在言明上实体也在先,因为正如考察所表明的,它被纳入了偶性的定义之中。此外,每件事物尤其是在我们认识其本质而非其偶性之时才被认识;例如,当我们知道人是有理性的动物时,比我们知道人是白的时候更认识人;因为白也属于他物。再者,就火而言,我们是通过知道它是干燥、炎热、发光且具燃烧性的,才认识到它是火,而不是通过知道它是黄色或具有某种其他类似颜色。此外,就连偶性本身,也唯有当我们知道它们的本质时(例如什么是数量或性质,或者什么是相等与不相等、相似与不相似),我们才认识它们;在其他事物上亦是如此。
- 7.2σημαίνει γὰρ τὸ μὲν τί ἐστι καὶ τόδε τι
在上下文中,主语为前句的 τὸ ὄν(“存在”)。这里的 τὸ μέν 并非与下文的 τὸ δέ 构成常规对应,而是引出名词化短语 τί ἐστι(“是什么”)和 τόδε τι(“这个”),作为 σημαίνει 的宾语,承袭了亚里士多德在 1028a11-12 的原句句式。
- 7.2ταῦτα οὖν εἰσιν ὄντα τὸ καθήμενον καὶ τὸ ὑγιαῖνον
ταῦτα(“这些”)为主语,ὄντα(“存在物”)为表语(主格补足语),随后跟有中性分词短语 τὸ καθήμενον(“坐着的人/物”)和 τὸ ὑγιαῖνον(“健康的人/物”)作为同位语以具体说明其内容,指与实体相结合的偶性表象。
- 7.3τότε γινώσκεται ἕκαστον, ὅταν τὴν οὐσίαν αὐτοῦ γνῶμεν, ἤπερ τὰ συμβεβηκότα
表示比较的连词 ἤπερ(“比起……更/而非”)在句中承接了 τότε... ὅταν...(“唯有当……之时才”)所蕴含的择优、偏好义,形成了“在其本质被认识之时,而非在偶性被认识之时”的对比。
