← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§375.3-376.15

依自身的存在与实体对偶性的优先性

针对亚里士多德《形而上学》Ζ卷开篇(1028a10),阿斯克勒庇俄斯梳理了前几卷(Δ、Ε卷)对存在的划分以及本卷的主题(依自身的存在、实体及其形式与定义),并解释了实体在自然、时间、言说和认识上何以均先于偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

" Τὸ ὂν λέγεται πολλαχῶς, καθάπερ διειλόμεθα πρότερον ἐν τοῖς περὶ τοῦ ποσαχῶς." Εἰπὼν ἐν τῷ Δ ὅτι πολλαχῶς λέγεται τὸ ὄν, καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, καὶ ὡς τὸ ἀληθὲς καὶ ψεῦδος, καὶ ὡς τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, καὶ διαλεχθεὶς ἐν τῷ Ε περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος καὶ τοῦ ὡς ἀληθοῦς καὶ ψευδοῦς, καὶ ἀποδείξας ὅτι ἡ σοφία οὐ διαλέγεται1 περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος, ἐπειδὴ μηδ’ ἄλλη τις τέχνη διαλέγεται περὶ αὐτοῦ, μήτε δὲ περὶ τοῦ ὡς ἀληθοῦς καὶ ψευδοῦς, ἐπειδὴ ταῦτα μὲν περὶ λόγον ἔχουσι τὸ εἶναι, ἡ δὲ σοφία περὶ πραγμάτων διαλέγεται, ἐνταῦθα ἐν τῷ Ζ περὶ τοῦ καθ’ αὑτὸ ὄντος διαλέγεται· περὶ γὰρ τοῦ ὡς δυνάμει καὶ ἐνεργείᾳ διαλέγεται ἐν τῷ Η καὶ ἐν τῷ Θ· καὶ ἐπειδὴ τὰ καθ’ αὑτὸ ὄντα θεωρεῖται ἐν ταῖς δέκα κατηγορίαις, διαλέγεται ἡμῖν περὶ τῶν δέκα κατηγοριῶν. ἀλλ’ ἐπειδὴ κυριωτάτη ἐστὶ τῶν δέκα κατηγοριῶν ἡ οὐσία, τούτου χάριν περὶ τῆς οὐσίας λόγον ποιεῖται πολύν. εἶτα ἐπειδὴ τῆς οὐσίας ἡ μέν ἐστιν ἀσώματος καὶ ἁπλῆ ἡ δὲ σύνθετος, μᾶλλον δὲ ἡμῖν ἔγνωσται ἡ σύνθετος τῆς ἁπλῆς, περὶ τῆς συνθέτου ποιεῖται τὸν λόγον· εἶτα λοιπὸν καὶ περὶ τοῦ εἴδους. ἀλλ’ ἐπειδὴ τὸ μέν ἐστιν ἄυλον εἶδος τὸ δὲ ἔνυλον, ἐν δὲ ταῖς συνθέτοις οὐσίαις μάλιστα τὸ ἔνυλον εἶδος θεωρεῖται, τούτου χάριν πολὺν λόγον περὶ τοῦ ἐνύλου εἴδους ποιεῖται, καὶ ζητεῖ τίνος ἐστὶν ὁρισμὸς μᾶλλον ὁ λέγων ζῷον λογικὸν θνητόν, ἆρά γε τοῦ ἐνύλου εἴδους ἢ τοῦ ἀύλου. καὶ τὸν πολὺν λόγον ἐνταῦθα περὶ ὁρισμῶν ποιεῖται, καὶ ζητεῖ ἆρα τετραχῶς λέγονται αἱ οὐσίαι, ὥς τινες ὑπέλαβον, ἡ καθόλου, ἡ γενική, ἡ εἰδική, καὶ ἡ καθ’ ἕκαστα, καὶ λεπτουργεῖ παντοδαπῶς τὸν περὶ τῆς οὐσίας λόγον, καὶ δείκνυσιν ὅτι οὐκ ἔστιν αὐτὴ καθ’ αὑτὴν ἡ καθόλου, ὥς τινες ὑπέλαβον. εἶτα λοιπὸν δείκνυσιν ὅτι κατὰ πάντα τὰ σημαινόμενα τοῦ προτέρου κρείττων ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων, φύσει, χρόνῳ, λόγῳ, γνώσει· φύσει μὲν ὅτι συναναιρεῖ καὶ οὐ συναναιρεῖται, χρόνῳ δὲ ὅτι ἐπιγίνεται τὰ συμβεβηκότα ταῖς οὐσίαις. ὡς γὰρ ἔχει ἡ μερικὴ πρὸς τὴν μερικήν, οὕτως ἔχει καὶ ἡ καθόλου πρὸς τὴν καθόλου. εἰ τοίνυν [τὰ ἄτομα] ἐπὶ τῶν ἀτόμων πρότεραι ὑπάρχουσιν αἱ οὐσίαι τῶν συμβεβηκότων (ἐπιγίνονται γὰρ ὕστερον αὐταῖς τὰ συμβεβηκότα, ὡς εἰρήκαμεν, διὸ καὶ ὕστερον πολλάκις ἐπιγίνεται τὸ λευκόν), δῆλον ὡς ὅτι2 καὶ ἐπὶ τῶν καθόλου οὐσιῶν οὕτως ἔχει ἡ φύσις. ἀλλὰ καὶ λόγῳ προτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων, εἴ γε τὴν μὲν οὐσίαν παραλαμβάνομεν εἰς τοὺς ὁρισμοὺς τῶν συμβεβηκότων λέγοντες οὕτως ὅτι ποιότητα λέγω καθ’ ἣν ποιοί τινες λέγονται, τὰ δὲ συμβεβηκότα οὐ παραλαμβάνομεν εἰς τὸν ὁρισμὸν τῆς οὐσίας. ὥστε προτέρα ὑπάρχει καὶ τῷ λόγῳ ἡ οὐσία τῶν συμβεβηκότων. καὶ αὖ τῇ γνώσει προτέρα ὑπάρχει ἡ οὐσία τῶν συμβεβηκότων· εἰ γὰρ μὴ προλάβωμεν τὸ τί ἐστι τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ, ὅ ἐστιν οὐσίας,3 οὐ δυνάμεθα γνῶναι τί ἐστι ποσὸν ἢ ποιόν, εἴ γε ἐκ τῶν ὁρισμῶν θηρῶνται τὰ πράγματα.

“存在以多种方式被言说,正如我们此前在关于[诸事物]以多少种方式被言说的讨论中所区分的那样。” 在Δ卷中说过存在以多种方式被言说——即依自身与依偶性,作为真与假,以及作为潜能与现实——并在Ε卷中讨论了依偶性的存在以及作为真和假的存在,并证明了智慧并不讨论依偶性的存在,因为没有任何其他技艺讨论它,智慧也不讨论作为真和假的存在,因为这些存在关涉于言说,而智慧则讨论事物;他在此处Ζ卷中讨论依自身的存在。因为关于作为潜能与现实的存在,他在Η卷和Θ卷中讨论;而既然依自身的存在物是在十个范畴中被考察的,他便向我们讨论十个范畴。但既然在十个范畴中实体最为首要,因此之故他便作了大量关于实体的讨论。其次,既然实体一方面是无形体的、单纯的,另一方面是复合的,而复合的比起单纯的对我们而言更为已知,他就关于复合实体进行讨论;随后也关于形式进行讨论。但既然一种形式是无质料的形式,另一种是有质料的形式,而在复合实体中主要考察的是有质料的形式,因此之故他就关于有质料的形式进行了大量的讨论,并探究那个说“有理性的、会死的动物”的定义究竟更是哪一种的定义,到底是有质料形式的定义,还是无质料形式的定义。他在这里就定义作了大量的讨论,并探究实体是否正如某些人所设想的那样以四种方式被言说,即普遍的、属的、种的以及个别的,并从各方面对关于实体的论述加以精细阐发,且指出普遍者本身并非如某些人所设想的那样依自身而存在。随后他又表明,按照“在先”的所有涵义,实体都优越于偶性:在自然上、在时间上、在言明上、在认识上。在自然上是因为它连带取消[偶性]却不被连带取消;在时间上是因为偶性是后来附着于实体的。因为正如个别之物对个别之物具有何种关系,普遍之物对普遍之物亦具有何种关系。因此,如果在个别事物上实体先于偶性而存在(因为正如我们所说,偶性是后来附着于它们之上的,因此白往往是后来才附着的),那么显然在普遍实体上自然亦是如此。而且在言明上实体也先于偶性,如果我们确实将实体纳入偶性的定义中,这样说道:“我把某些事物由于它而被说成具有某种性质的那一东西称为性质”,而我们并不把偶性纳入实体的定义中。因此实体在言明上也先于偶性而存在。并且在认识上,实体同样先于偶性而存在;因为如果我们不预先把握数量和性质的“是什么”,即属于实体的[本质],我们便无法知道什么是数量或性质,如果事物确实是从定义中被探求捕获的。

语法注3 条
  1. 7.1Εἰπὼν ἐν τῷ Δ ... ἐνταῦθα ἐν τῷ Ζ περὶ τοῦ καθ’ αὑτὸ ὄντος διαλέγεται

    此注梳理该长句的句法骨架。句首的三个分词 Εἰπὼν、διαλεχθεὶς、ἀποδείξας(连同其附带的间接引语节和原因从句)均从属于主句谓语动词 διαλέγεται。在逐层累加交代前几卷的论题之后,主句于 ἐνταῦθα ἐν τῷ Ζ περὶ τοῦ καθ’ αὑτὸ ὄντος διαλέγεται(“在此处Ζ卷中讨论依自身的存在”)落地。

  2. 7.1δῆλον ὡς ὅτι

    这是晚期希腊语中引导名词从句的连词 ὡς 与 ὅτι 叠用的常见用法。整句作为相当于“显而易见的是……”的连词性短语,引导后面的陈述。

  3. 7.1ὅ ἐστιν οὐσίας

    属格 οὐσίας 用作 ὅ ἐστιν 的谓词性补足语。这应理解为表示归属或本质的谓述性属格(“属于实体的”、“作为实体的本质”),其先行项为前面的 τὸ τί ἐστι(“是什么”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:375.3-376.15