- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:373.27-374.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解了亚里士多德《形而上学》E卷第4章(1027b18)关于作为真的存在与作为假的非存在的讨论,阐明真假并不在事物本身而在思想的结合与分离之中,从而为转向探究依自身的存在这一本真对象做铺垫。
" Τὸ δὲ ὡς ἀληθὲς ὂν καὶ μὴ ὂν ὡς ψεῦδος." Ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ σημαινομένου τοῦ ὄντος τοῦ κατ’ ἀλήθειαν καὶ ψεῦδος. καλῶς δὲ εἶπε καὶ μὴ ὂν ὡς ψεῦδος διὰ τὰ ἀνύπαρκτα, οἷον τραγέλαφον ἤ τι τοιοῦτον· τοῦτο γὰρ οὐκ ἔστιν ὡς ψεῦδος, ἐπειδὴ μηδὲ ὑπάρχει· ταῦτα γὰρ λέγομεν ψευδῆ, τὰ ὄντα μὲν λεγόμενα δὲ μὴ εἶναι. τὸ οὖν ἀληθὲς καὶ ψεῦδος περὶ σύνθεσιν καὶ διαίρεσιν θεωρεῖται, τὸ δὲ σύνολον, τουτέστι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, περὶ μερισμὸν ἀντιφάσεως. ἀληθὴς γάρ ἐστι1 κατάφασις, ὅταν συνθῶμεν τὰ ἔχοντα τοιαύτην φύσιν, δηλονότι ἐναντίαν ψευδεῖ καταφάσει· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀποφάσεως. πῶς δὲ νοεῖν τὸ ἅμα ἢ τὸ χωρὶς συμβαίνει, ἄλλος λόγος· λέγω δὴ τὸ ἅμα καὶ τὸ χωρίς, ὥστε μὴ λέγειν ἡμᾶς ἄνθρωπος, ἵππος, κύων ἅμα ἢ χωρὶς (οὐδὲν γὰρ ἐντεῦθεν ἀληθὲς ἢ ψεῦδος), ἀλλὰ δεῖ λέγειν ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστιν ἢ ὅτι ὁ ἄνθρωπος ζῷον [ἐστὶν ἢ] οὐκ ἔστιν. ὥστε τὸ ψεῦδος καὶ τὸ ἀληθὲς οὐκ ἐν τοῖς πράγμασιν, ἀλλ’ ἐν τοῖς λόγοις, οἷον ὅτι τὸ ἀληθὲς ἀγαθόν, τὸ δὲ ψεῦδος κακόν· ἐν διανοίᾳ γάρ εἰσι· περὶ δὲ τὰ ἁπλῶς καὶ τὰ τί ἐστιν 〈οὐχ〉 ὑπάρχει ἡ διάνοια· ὁ γὰρ νοῦς αἱρεῖ τὰ ἁπλᾶ, τουτέστι τὰ νοητά, ἁπλαῖς ἐπιβολαῖς. ὅσα οὖν δεῖ θεωρῆσαι περὶ τὸ ὄντως ὂν καὶ μὴ ὄν, τουτέστι τὸ καθ’ αὑτό, ὕστερον ἐροῦμεν. ἐπειδὴ οὖν ἡ σύνθεσις καὶ ἡ διαίρεσις,2 τουτέστιν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, ἐν διανοίᾳ θεωροῦνται, ἀλλ’ οὐκ ἐν τοῖς πράγμασι, τὸ δὲ τοιοῦτον ὄν, τουτέστι τὸ κατ’ ἀλήθειαν 〈καὶ〉 ψεῦδος, ἕτερόν ἐστι τοῦ κυρίως ὄντος, τουτέστι τοῦ καθ’ αὑτὸ ὄντος (ἢ γὰρ οὐσίαν δηλοῖ τὸ καθ’ αὑτὸ ὂν ἢ ποσὸν ἢ ποιὸν ἤ τινα ἄλλην τῶν δέκα κατηγοριῶν· ταῦτα γὰρ συνάπτει ἢ ἀφαιρεῖ ἡ διάνοια συνάπτουσα τὴν οὐσίαν ποσῷ καὶ λέγουσα τὸν Ἀχιλλέα εἶναι πέντε πηχῶν, ἢ λευκὸν ἢ πατέρα), δεῖ οὖν ἀφεῖναι τὸ κατὰ συμβεβηκὸς ὂν καὶ τὸ ὡς ἀληθές. τοῦ μὲν γάρ ἐστι τὸ αἴτιον ἀόριστον, τοῦ δὲ τῆς διανοίας ἡ ἀλήθειά τί ἐστι· καὶ ἀμφότερα δὲ ταῦτα περὶ τὸ λοιπὸν γένος τοῦ ὄντος καταγίνεται, τουτέστι τὸ καθ’ αὑτό, καὶ οὐ δηλοῦσιν ἑτέραν τινὰ φύσιν παρὰ τὸ καθ’ αὑτὸ ὄν· τὰ γὰρ κατὰ συμβεβηκὸς καὶ τὸ ἀληθὲς περὶ αὐτὸ στρέφονται. διὸ δεῖ ἡμᾶς τὰ αἴτια τοῦ κυρίως ὄντος, τοῦ καθ’ αὑτό, ἐπισκέψασθαι, ἐπειδὴ καὶ τὰ ἄλλα ἐν αὐτῷ θεωρεῖται. καὶ ὅτι τὸ τοιοῦτον ὂν ἐν ταῖς δέκα κατηγορίαις θεωρεῖται * *
“而作为真的存在,以及作为假的非存在。” 从这里起,他向我们论述依真与假而言的存在的涵义。而且他恰当地说了“以及作为假的非存在”,这是由于那些不存在的事物,例如羊鹿或任何诸如此类的事物;因为这并非作为假而[存在],因为它甚至根本就不存在;因为我们称之为假的,乃是那些存在着、却被说成是不存在的事物。因此真与假是在结合与分离中被考察的,而总体,也就是真与假,是关涉于矛盾的分配的。因为当我们把具有如此本性的事物——显然与假的肯定相反——结合起来时,肯定是真;在否定上也是同样。但思及“一起”或“分离”是如何发生的,乃是另一项讨论;我所说的“一起”和“分离”,并不是指我们把“人、马、狗”一起或分离地说出来(因为由此产生不出任何真或假),而是指必须说“人是动物”或者“人不是动物”。因此假与真不在事物之中,而在言说之中,例如说真是善、假是恶;因为它们在思想之中;但在单纯之物和“是什么”上则不存在思想;因为理智是通过单纯的领悟来把握单纯之物、即理智对象的。因此,凡是应当关涉于真正存在的存在与非存在、也就是依自身的存在加以考察的,我们稍后将予以论述。既然结合与分离,也就是肯定与否定,是在思想中被考察,而不是在事物之中,且这样的存在,也就是依真与假而言的[存在],与本真意义上的存在、也就是依自身的存在是不同的(因为依自身的存在要么表示实体,要么表示数量,要么表示性质,要么表示十个范畴中的某一个别的;因为思想将这些加以联结或分离,将实体与数量联结起来并说阿喀琉斯是五肘高,或者说是白的或父亲),因此我们必须舍弃依偶性的存在和作为真的存在。因为前者的原因是不可确定的,而对于后者,真理则是思想的某种状态;而且这两者都致力于存在的其余属,也就是依自身的存在,并不表示依自身的存在之外的任何其他本性;因为依偶性的事物和真都是围绕着它打转的。所以我们必须考察本真意义上的存在、即依自身的存在的原因,因为其余的存在也在它之中被考察。而这种存在是在十个范畴中被考察的……
- 6.25τοῦ μὲν γάρ ἐστι τὸ αἴτιον ἀόριστον, τοῦ δὲ τῆς διανοίας ἡ ἀλήθειά τί ἐστι
τοῦ μὲν 与 τοῦ δὲ 是指涉性的属格,分别承接前文的 τὸ κατὰ συμβεβηκὸς ὄν 与 τὸ ὡς ἀληθές,构成对偶结构:“因为前者的原因是不可确定的,而对于后者,真理则是思想的某种状态”。
- 6.25ἐπειδὴ οὖν ἡ σύνθεσις καὶ ἡ διαίρεσις
在由 ἐπειδὴ οὖν 引导的冗长原因从句(ἐπειδὴ οὖν ἡ σύνθεσις... ἐν διανοίᾳ θεωροῦνται... τὸ δὲ τοιοῦτον ὄν... ἕτερόν ἐστι...)及括号中的例证插入成分之后,主句通过带有复指性(resumptive)οὖν 的 δεῖ οὖν ἀφεῖναι 重新引出。
