- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:370.13-371.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《形而上学》卷六第二章(1027a15–26),阿斯克勒庇俄斯根据始终成立者与绝大多数情况下成立者的区分,结合医术的具体事例论证了为何不存在关于依偶性者的科学,并对偶性的本性、原因及其不可作为科学对象进行了总结。
" Ἀρχὴν δὲ τήνδε ληπτέον." Φησὶν ὅτι δεῖ ἡμᾶς λαβεῖν τοιαύτην ἀρχήν, ἆρά γε οὐκ ἔστιν ἐν τῇ φύσει τῶν ὄντων οὔτε τὸ ἀεὶ οὔτε τὸ ὡς ἐπὶ τὸ πολύ, ἢ τοῦτο ἀδύνατον τῆς ἐναργείας ὑπαγορευούσης ὅτι ἀεί ἐστιν ὁ θεὸς ἀγαθός, καὶ ὅτι ὡς ἐπὶ τὸ πολὺ ὑγιάζει ὁ ἰατρός. εἰ οὖν ἐστι τὸ ὡς ἐπὶ τὸ πολύ, τοῦτο δὲ μόνον τὸ κατὰ συμβεβηκὸς ποιεῖ, ἔστιν ἄρα καὶ τὸ κατὰ συμβεβηκὸς ἐν τοῖς οὖσι. πότερον οὖν, φησί, τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ ἀΐδιον οὐδὲν ὑπάρχει,1 ἢ ἔστι καί τινα ἀΐδια; καὶ ἀναβάλλεται τὴν τούτων θεωρίαν εἰς τὴν Φυσικὴν ἀκρόασιν· ἐν ἐκείνοις γὰρ ἀποδείκνυται, φησίν, ὅτι ἔστιν ἡ ὕλη ἀΐδιος.
“但是必须采取这一本原。” 他说,我们应当采取这样一个本原:难道在存在者的本性中既没有始终成立者也没有绝大多数情况下成立者吗?或者,既然明了的事实表明神始终是善的,而医生在绝大多数情况下治愈病人,这难道是不可能的吗?因此,如果在绝大多数情况下成立者存在,且唯有它产生依偶性者,那么依偶性者也存在于存在者之中。“那么”,他说,“究竟是[唯有]在绝大多数情况下成立者[存在],而永恒者毫无所有呢,还是也有某些永恒者存在呢?”于是他将对这些问题的考察推迟到《自然哲学》中;他说,因为在那些著作中已经证明了质料是永恒的。
"Ὅτι δὲ ἐπιστήμη οὐκ ἔστι τοῦ συμβεβηκότος φανερόν." Ἐντεῦθεν ἀποδείκνυσιν ὅτι οὐδεμία ἐπιστήμη καταγίνεται περὶ τὸ κατὰ συμβεβηκός. φησὶ γὰρ ὅτι πᾶσα ἐπιστήμη ἢ τοῦ ἀεί ἐστιν, ὥσπερ γεωμετρία, ἢ τοῦ ὡς ἐπὶ τὸ πολύ, ὥσπερ ἡ ἰατρική. πῶς γὰρ δύναται μαθεῖν ἢ διδάξαι ἄλλον; δεῖ γὰρ ὁρίσαι ἢ τὸ ἀεὶ ἢ τὸ ὡς ἐπὶ τὸ πολύ, καὶ οὕτως διδάξαι· τὸ δὲ ἀόριστον οὐ διδάσκεται, οἷον ὅτι ὠφέλιμον τὸ μελίκρατον τῷ πυρέττοντι ὡς ἐπὶ τὸ πολύ· τὸ δὲ παρὰ τοῦτο οὐχ ἕξει λέγειν ὁ ἰατρός, πότε οὐκ ὠφελεῖ, οἷον νουμηνίᾳ. τοῦτο γὰρ ἀόριστόν ἐστι καὶ ἀναίτιον· οὔτε γὰρ ὁ λόγος τοῦτο δείκνυσιν, ἀλλὰ 〈διὰ〉 τὴν ὕλην πλείονα γενομένην, ἢ τοιῶσδε προσενεχθὲν τὸ μελίκρατον οὐκ ὠφέλησεν,2 ἐπεὶ ὅσον ἐπὶ τῇ τοῦ πυρετοῦ φύσει ἔδει ὠφελῆσαι (ἤγουν πτισάνη, ὥς φησιν ὁ τῶν Ἀσκληπιαδῶν ἡγεμών, ὑγρᾷ διαίτῃ ὠφέλιμος πᾶσι τοῖς πυρέττουσιν)· ἢ περὶ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ τῆς νουμηνίας· τὸ δὲ συμβεβηκὸς παρὰ ταῦτά ἐστι.
“至于没有关于偶性的科学,则是显然的。” 从这里起,他证明没有任何科学致力于依偶性者。因为他说,一切科学要么关涉始终成立者,正如几何学,要么关涉在绝大多数情况下成立者,正如医术。因为[若非如此]人们如何能够学习或教授他人呢?因为必须规定要么是始终成立者,要么是在绝大多数情况下成立者,并以此来进行教授;而不确定的事物是不可教授的。例如,在绝大多数情况下蜜水对发热者是有益的;但在此之外,医生将无法说出它何时无益,例如在新月之时。因为这是不确定的且无原因的;因为并非理性论述指明了这一点,而是因为质料过剩,或者蜜水以这种方式被施用以致未能见效,既然就发热本身的本性而言它本来应当见效的(或者说,正如阿斯克勒庇俄斯一派的领袖所说,大麦汤作为流质饮食对所有发热者都是有益的);或者,[科学所关涉的]是在绝大多数情况下成立者,即便在新月之时亦然;然而偶性则是处于这些之外的。
"Τί μὲν οὖν ἐστι τὸ συμβεβηκός." Ὅτι παρυφίσταται τοῖς καθ’ αὑτό,3 ὥσπερ ἐπὶ τῆς τοῦ κυνὸς ἐπιτολῆς ἡ ψύξις, καὶ οὐκ ἔστι καθ’ αὑτό. καὶ διὰ τίνα αἰτίαν, διὰ τὸ τὴν ὕλην ἔχειν δύναμιν δεκτικὴν ἀμφοτέρων, καὶ ὅτι οὐκ ἔστιν ἐπιστήμη αὐτοῦ δέδεικται ἱκανῶς.
“那么,偶性究竟是什么……” [已经表明了,偶性]是伴随自体之物而附带产生的,正如犬星升起时的寒冷一样,并且它不是自体的;以及出于何种原因,即由于质料具有容纳双方的能力;并且关于它不存在科学,这一点已被充分地证明了。
- 6.17πότερον οὖν, φησί, τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ ἀΐδιον οὐδὲν ὑπάρχει
在 πότερον 引导的从句中省略了述谓动词(如 ἔστι)。前半句 τὸ ὡς ἐπὶ τὸ πολύ 需补足限定或存在动词(“是否仅有在绝大多数情况下成立者存在”),以与后半句 τὸ δὲ ἀΐδιον οὐδὲν ὑπάρχει(“而永恒者毫无所有”)构成正反对比。
- 6.18οὔτε γὰρ ὁ λόγος τοῦτο δείκνυσιν, ἀλλὰ 〈διὰ〉 τὴν ὕλην πλείονα γενομένην, ἢ τοιῶσδε προσενεχθὲν τὸ μελίκρατον οὐκ ὠφέλησεν
在 οὔτε ... ἀλλά ... 的关联中出现了破格(失谐)结构。在否定从句 οὔτε γὰρ ὁ λόγος τοῦτο δείκνυσιν(“并非理性论述指明这一点”)之后,校订所补入的介词短语 〈διὰ〉 τὴν ὕλην πλείονα γενομένην 与名词加被动分词结构 τοιῶσδε προσενεχθὲν τὸ μελίκρατον 并列,共同充当后随限定动词 οὐκ ὠφέλησεν(“未见成效”)的原因。
- 6.19Ὅτι παρυφίσταται τοῖς καθ’ αὑτό
该句在句法上对应于截短的引文(亚里士多德原文 1027a26–28:Τί μὲν οὖν ἐστι τὸ συμβεβηκὸς καὶ διὰ τίν' αἰτίαν ἔστι, καὶ ὅτι οὐκ ἔστιν αὐτοῦ ἐπιστήμη, εἴρηται)。开头的 ὅτι 从句(“附带产生于自体之物……”)回应“偶性是什么”,接下来的 διὰ τίνα αἰτίαν 回应“出于何种原因”,最终以 καὶ ὅτι οὐκ ἔστιν ἐπιστήμη αὐτοῦ δέδεικται ἱκανῶς 回应“关于它不存在科学”来完结全句。
