- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:371.6-372.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷E第2至3章(1027a29),阐明依偶性的原因并非经历生成与消灭的过程而存在与消逝,通过归谬法论证若赋予偶性确定的原因将导致必然论,将偶性原因归入动因(偶然或抉择),并说明了智慧为何也不致力于作为真与假的存在者。
" Ὅτι δέ εἰσιν ἀρχαὶ καὶ αἴτια γενητὰ καὶ φθαρτὰ ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι,1 φανερόν." Ἀποδείξας ἀναγκαστικῶς ὅτι οὐ καταγίνεται ἡ σοφία περὶ τὸ κατὰ συμβεβηκὸς ὄν, ἐντεῦθέν φησιν ὅτι τὰ κατὰ συμβεβηκὸς αἴτια γίνονται καὶ φθείρονται ὡς ὄντα, οὐ μέντοι γε ὡς γινόμενα, ἐπειδὴ μὴ ἔχουσιν αἴτια κύρια καὶ ὡρισμένα, ὥστε οὔτε γίνονται οὔτε φθείρονται ὡς ἔχοντα αἴτια, ἀλλ’ ὡς ὄντα, καθάπερ εἰρήκαμεν. λέγομεν γὰρ κατὰ συμβεβηκὸς πεσόντα τὸν λίθον ἐπιτήδειον γενέσθαι πρὸς καθέδραν, καὶ οὐκ ἔστιν αἴτιον τούτου ἡ πτῶσις· οὐ γὰρ διὰ τοῦτο ἔπεσεν ὁ λίθος, ἵνα γένηται ἐπιτήδειος πρὸς καθέδραν. καὶ πάλιν ὡς ἐπὶ τοῦ ἵππου τοῦ διψήσαντος ἐν πολέμῳ καὶ φυγόντος καὶ ἐντεῦθεν σωθέντος· οὔτε γὰρ διὰ τὴν σωτηρίαν ἔφυγεν, ἀλλὰ διὰ τὴν δίψαν. ὥστε οὐκ ἔχουσιν αἴτια ὡρισμένα τὰ κατὰ συμβεβηκός· διὸ οὔτε γίνονται οὔτε φθείρονται ὡς τελοῦντα ὑπὸ αἴτια, ἀλλ’ ὡς ὄντα. καὶ ὅτι οὐκ ἔχουσιν αἴτια δείκνυσι χρώμενος τῇ δι’ ἀδυνάτου δείξει τούτον τὸν τρόπον. φησὶ γὰρ ὅτι εἰ ὑποθώμεθα καὶ τῶν κατὰ συμβεβηκὸς αἴτια ὡρισμένα, ἔσονται πάντα τὰ πράγματα ἐξ ἀνάγκης, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ἐν ἐμοὶ γάρ ἐστι καὶ λούσασθαι καὶ μὴ λούσασθαι, καὶ οὐκ ἔστι τὸ τοιοῦτον ἐξ ἀνάγκης. τὰ γὰρ ἔχοντα ὡρισμένα αἴτια πάντα ἐξ ἀνάγκης γίνεται· τῶν γὰρ αἰτιατῶν ὄντων εἰσὶ καὶ τὰ αἴτια, καὶ τῶν αἰτίων ὡς αἰτίων πάντως καὶ τὰ αἰτιατὰ ὑπάρχουσιν. οἷον εἰ τέτοκεν ἡ δεῖνα, δῆλον ὅτι καὶ μῖξις προηκολούθησεν ἀνθρώπου, καὶ πάλιν εἰ μῖξις ὡς αἴτιον (οὐ γὰρ πάντως), καὶ τοκετὸς ὑπάρχει.2 καὶ εἰ ἥλιος ὑπὲρ γῆν, πάντως ἡμέρα ἐστί· καὶ εἰ ἡμέρα ἐστί, πάντως, φησί, καὶ ἥλιος ὑπὲρ γῆν ἐστιν. ὥστε πάντα τὰ ἔχοντα ὡρισμένον τὸ αἴτιον πάντως καὶ ἐξ ἀνάγκης ἐστίν. εἰ τοίνυν ὑποθώμεθα καὶ τὰ κατὰ συμβεβηκὸς αἴτια ὡρισμένα ἔχειν, ἔσονται πάντα ἐξ ἀνάγκης, καὶ οὕτως ἀναιρεθήσεται καὶ τῶν ἐνδεχομένων ἡ φύσις. εἶτα λοιπὸν ζητεῖ, εἰς ποίαν ἀρχὴν τῶν τεσσάρων δεῖ ἡμᾶς τάξαι τὰ κατὰ συμβεβηκὸς αἴτια, καί φησιν ὅτι οὐ δυνατὸν εἰς τὴν εἰδικήν· ἡ γὰρ εἰδικὴ ἀρχὴ ὡρισμένη καὶ μεμετρημένη, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια ἀόριστα ὑπάρχουσιν. ἀλλ’ οὐδὲ εἰς τὴν τελικήν· τὸ γὰρ τέλος ὡρισμένον τὸ κυρίως, καὶ πάντες αὐτοῦ στοχαζόμενοι παραλαμβάνουσι τὰ εἰς αὐτὸ ἄγοντα. ὅτι δὲ οὐδ’ εἰς τὸ ὑλικόν, ἐδείξαμεν διὰ τῶν προλαβόντων, ὅτι παρέπονται καὶ παρακολουθοῦσι τὰ κατὰ συμβεβηκὸς τοῖς καθ’ αὑτό· εἰ οὖν ὑποθώμεθα τὸ ὑλικὸν αἴτιον εἶναι τῶν κατὰ συμβεβηκός, ἐπειδὴ ἐν τοῖς καθ’ αὑτὸ θεωρεῖται, ἔσται καὶ ἡ ὕλη τῶν καθ’ αὑτό, ὅπερ ἀδύνατον. ὥστε δῆλον ὅτι ὑπὸ τὸ ποιητικὸν αἴτιον αὐτὰ τακτέον, καὶ ἐπὶ μὲν τῶν φυσικῶν τὸ αὐτόματον, ἐπὶ δὲ τῶν πρακτῶν τὴν προαἵρεσιν, ἀλλ’ οὐ πᾶσαν προαίρεσιν. οἷον ἡ προαίρεσις ἐκίνησεν εἰς τὸ λούσασθαι, καὶ συνέβη ἀπαντῆσαί τινι ὀφείλοντι· καὶ πάλιν ἡ φύσις ἤγαγε τὸν λίθον ἄνωθεν κάτω, καὶ ἐκ ταὐτομάτου γέγονεν ἐπιτήδειος πρὸς καθέδραν. ἐπεὶ οὖν πολλαχῶς τὸ ὂν λέγεται, τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός, καὶ τὸ ὡς ἀληθὲς καὶ ψεῦδος, καὶ τὸ δυνάμει καὶ ἐνεργείᾳ, δείξας ὅτι οὐ καταγίνεται ἡ σοφία περὶ τὸ κατὰ συμβεβηκὸς ὄν, λοιπὸν ἐφεξῆς δείκνυσιν ὅτι οὐδὲ περὶ τὸ ὂν καταγίνεται ἡ σοφία τὸ ὡς ἀληθὲς καὶ ψεῦδος· τὸ γὰρ ἀληθὲς καὶ τὸ ψεῦδος περὶ τὴν ἡμετέραν θεωρεῖται διάνοιαν, συντιθέντων ἡμῶν καὶ διαιρούντων. ἐὰν γὰρ συνθῶμεν τὰ δυνάμενα συντίθεσθαι, ποιοῦμεν ἀληθῆ κατάφασιν, εἰ δὲ τὰ μὴ δυνάμενα, ψευδῆ κατάφασιν· πάλιν ἐὰν διέλωμεν τὰ ἐκ φύσεως διῃρημένα, ποιοῦμεν ἀληθῆ ἀπόφασιν, οἷον ὅτι ἄνθρωπος οὐκ ἔστι λίθος, εἰ δὲ διέλωμεν τὰ μὴ δυνάμενα διαιρεθῆναι, ποιοῦμεν ψευδῆ ἀπόφασιν, οἷον εἰ λέγοιμεν ὅτι ὁ ἄνθρωπος οὐκ ἔστι ζῷον. ἡ οὖν σοφία οὐ περὶ λόγον καταγίνεται ἀλλὰ περὶ τὰ πράγματα, ὥστε οὐδὲ περὶ τὸ ὂν καταγίνεται τὸ ὡς ἀληθὲς καὶ τὸ ψεῦδος, τῆς διανοίας ἡμῶν καὶ τὰ ψευδῆ συντιθείσης καὶ διαιρούσης.3 ἄλλως τε δὴ ἡ σοφία περὶ τὰ καθ’ αὑτὸ ὄντα καταγίνεται, οἷον, εἰ τύχοι, τὰ ἐν ταῖς ι κατηγορίαις· ταῦτα δὲ πρῶτον ἐν τοῖς πράγμασι θεωροῦνται, καὶ διὰ τῶν πραγμάτων ἔχουσιν οἱ λόγοι τὴν ἀλήθειαν καὶ τὴν ὕπαρξιν. ὥστε εἰκότως καὶ ἡ σοφία περὶ τὸ ὂν καταγίνεται τὸ ἀρχοειδέστερον, οὐ τὸ ἐξ ἄλλου κρατυνόμενον.
“但是,显然存在着可生成且可消灭的本原与原因,却并不经历生成和消灭。” 在必然地证明了智慧并不致力于依偶性而存在者之后,他从这里起指出,依偶性的原因作为存在者而言是生成和消灭的,然而绝非作为生成之物[而生成和消灭],因为它们没有主要且确定的原因,因此正如我们所说,它们既非作为具有原因之物而生成或消灭,而是作为存在者[而生成或消灭]。因为我们说,一块石头偶然落下变得适于作为座位,而下落并非此结果的原因;因为石头并不是为了变得适于作为座位这一目的而落下的。又如在战争中口渴并逃跑进而获救的那匹马的情形;因为它不是为了获救而逃跑,而是因为口渴。因此,依偶性者并不具有确定的原因;所以它们并不是作为归属于原因之物而生成或消灭,而是作为存在者[而生成或消灭]。并且,他以这种方式使用归谬法证明它们不具有原因。因为他说,如果我们假设依偶性者也具有确定的原因,那么一切事物都将出于必然,而这是违背明了的事实的;因为洗浴与不洗浴都在于我自己,而这类事情并不是出于必然的。因为凡具有确定原因的事物都出于必然生成;因为结果存在时原因也存在,而原因作为原因存在时结果也必定存在。例如,如果某女生产了,显然与男人的交合也先已发生;反之,如果交合作为原因存在(因为并非完全如此),生产也存在。而且如果太阳在地表之上,就必定是白天;他说,如果是白天,太阳也必定在地表之上。因此,凡具有确定原因的事物,都必定且出于必然存在。所以,如果我们假设依偶性者也具有确定的原因,那么一切都将出于必然,从而偶然事物的本性也将被取消。随后,他进而探讨在四种本原中我们应当将依偶性的原因归于哪一种,他说不可能归于形式本原;因为形式本原是确定的且被度量的,而依偶性的原因则是不确定的。但也绝不能归于目的本原;因为严格意义上的目的本身是确定的,凡以之为目标者都会采纳导向它的手段。至于也不能归于质料本原,我们通过前文已经表明,因为依偶性者伴随且随行于自体之物;因此,如果我们假设质料原因是依偶性者的原因,既然它在自体之物中被考察,那么质料也必将属于自体之物,而这是不可能的。因此显然,必须将它们归于动因之下:在自然事物中归于偶然,而在行为事物中归于抉择,但并非任何抉择皆可。例如,抉择促使人去洗浴,而偶然遇到了某位欠债者;又如,自然引导石头由上向下,而因偶然而变得适于作为座位。因此,既然存在有多种意义——即自体之物与依偶性者,作为真与假者,以及潜能与现实中的存在——在表明了智慧不致力于依偶性而存在者之后,他接下来进而表明,智慧也不致力于作为真与假的存在者;因为真与假是在我们进行结合与分离时,关于我们的思惟被考察的。因为如果我们把能够结合的事物结合起来,我们就做成了真的肯定,但若是不能结合的事物,就做成了假的肯定;反之,如果我们把本性上被分离的事物分离开来,我们就做成了真的否定,例如人不是石头,但若是把不能分离开来的事物分离开来,我们就做成了假的否定,例如若我们说人不是动物。因此,智慧所致力于的不是言明,而是事态,因此智慧也不致力于作为真与假的存在者,因为我们的思惟也会将假的事物加以结合与分离。再者,智慧所致力于的乃是自体存在者,例如,假定说,十个范畴中的存在者;这些首先在事态中被考察,且正是通过事态,诸言明才拥有真理与实在性。因此,智慧理所当然地致力于更具有本原特性的存在者,而非致力于从他者获得确证的存在者。
- 6.20ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι
介词 ἄνευ 支配带冠词的现在时不定式。此处现在时不定式 γίνεσθαι 与 φθείρεσθαι 表达带有时间性延续的“生成与消灭的过程”,与作为既成状态的生成与消灭形成对比,意即“无需经历生成与消灭的过程”。
- 6.20εἰ μῖξις ὡς αἴτιον (οὐ γὰρ πάντως), καὶ τοκετὸς ὑπάρχει
条件句中省略了系动词 ἐστί。括号内的 οὐ γὰρ πάντως(“因为并非完全如此”)起限定作用,说明并非所有的交合都必然导致受孕和生产,唯有当交合作为真正产生结果的“原因本身(ὡς αἴτιον)”存在时,生产才会必然存在。
- 6.20τῆς διανοίας ἡμῶν καὶ τὰ ψευδῆ συντιθείσης καὶ διαιρούσης
由名词 ἡ διάνοια 与分词 συντιθείσης / διαιρούσης 构成的属格独立结构,对主句(智慧亦不致力于作为真与假的存在者)提供原因解释。它指明真伪关涉的是人的思想结合与分离假事物的内在运作,不同于智慧所关注的客观事态本身。
