- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:369.13-370.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《形而上学》1027a15时,阿斯克勒庇俄斯区分了可以自体考察的偶性与不确定的依偶性者,论证并分类说明了为何智慧和各项科学技术不处理依偶性者,而只探讨始终或绝大多数情况下成立的事物。
" Ἀρχὴν δὲ τήνδε ληπτέον, πότερον οὐδέν ἐστιν οὔτε ἀεὶ οὔτε ὡς ἐπὶ τὸ πολύ." Ἰστέον ὅτι ἡ σοφία περὶ μὲν τὸ συμβεβηκὸς καταγίνεται, περὶ δὲ τὸ κατὰ συμβεβηκὸς οὐ καταγίνεται. διαφέρουσι γὰρ ταῦτα ἀλλήλων· τὸ μὲν γὰρ συμβεβηκὸς δύναται καὶ καθ’ αὑτὸ θεωρεῖσθαι, ὥσπερ καὶ τὸ λευκὸν τὸ ἐν κύκνῳ (παντὶ γὰρ κύκνῳ ὑπάρχει καὶ ἀεί), τὸ μέντοι γε κατὰ συμβεβηκὸς ἀόριστόν ἐστι καὶ ἄπειρον καὶ ἄλλα πράγματα παρυφιστάμενον, ὥσπερ τὸ ὑπὸ κύνα γίνεσθαι ψύξιν (ὡς γὰρ ἐπὶ τὸ πλεῖστον ἀλέα γίνεται), καὶ πάλιν τὸ γενέσθαι ἑξαδάκτυλον· ὡς γὰρ ἐπὶ τὸ πολὺ πενταδάκτυλος ὁ ἄνθρωπος γίνεται. ὥστε οὐδὲ αἴτια ταῦτα ἔχουσιν ὡρισμένα· οὔτε γὰρ ὁ καιρὸς ἕτερος τῆς φύσεως γέγονεν οὔτε μὴν * * * καὶ ὁ ἥλιος, ἀλλ’ ἡ ὕλη παρατραπεῖσα, ἅτε δὴ ἔχουσα δύναμιν καὶ τοῦ ἐναντίου. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑξαδακτύλου οὐχ ἡ φύσις ἐστὶν αἰτία ἀλλ’ ἡ πλείων ὕλη. εἶτα λοιπὸν καὶ ἀποδεικτικῶς δείκνυσιν, ὅτι οὐ καταγίνεται ἡ σοφία περὶ τὸ κατὰ συμβεβηκὸς ὄν, λέγων οὕτως ὅτι τὸ ὑπὸ κύνα ἀλέαν γίνεσθαι ἔμελλεν ἀίδιον εἶναι καὶ οὐκέτι ὡς ἐπὶ τὸ πολύ, εἰ μὴ προσελθὸν τοῦτο τὸ κατὰ συμβεβηκὸς περιέκοψε τὴν ἀιδιότητα αὐτοῦ. τὸ γὰρ ποιοῦν τὸ ὡς ἐπὶ τὸ πολὺ τὸ κατὰ συμβεβηκός ἐστιν,1 ἐπεὶ τῷ ὄντι ἔμελλεν ἀίδιον εἶναι. τὸ δὲ ἀίδιον κυρίως [ὂν] ἐστὶν ὄν, τὸ δὲ ἀναιρετικὸν τούτου μὴ ὄν. εἰ τοίνυν τὸ κατὰ συμβεβηκὸς ἀναιρετικόν ἐστι τοῦ ἀιδίου, μὴ ὄν ἐστι· ὥστε εὐλόγως οὐ καταγίνεται περὶ τὸ μὴ ὂν ἡ σοφία. διὸ καὶ ὁ Πλάτων τὴν σοφιστικὴν μὴ ὂν προσηγόρευσεν. εἶτα λοιπὸν καὶ διαίρεσιν ποιεῖται τοῦ κατὰ συμβεβηκός, καί φησιν ὅτι τῶν κατὰ συμβεβηκὸς τὰ μὲν δύνανται καθ’ αὑτὸ εἶναι πρὸς ἄλλην τέχνην ἀναφερόμενα,2 τὰ δὲ οὐδέποτε δύνανται. οἷον λέγεται ὁ οἰκοδόμος κατὰ συμβεβηκὸς ποιῆσαι τὴν ὑγίειαν, ὁ δὲ ἰατρὸς καθ’ αὑτὸ ποιεῖ αὐτήν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὀψοποιοῦ. πάλιν ἡ ψύξις ὑπὸ κύνα κατὰ συμβεβηκὸς γίνεται, ἡλίου δὲ ὄντος ἐν αἰγοκέρωτι καθ’ αὑτό. τὸ μέντοι γε περιτυχεῖν θησαυρῷ ἀεὶ κατὰ συμβεβηκός ἐστι καὶ οὐδέποτε γίνεται καθ’ αὑτὸ ἐν τῷ ὀρύττειν. εἶτα λοιπὸν δείκνυσιν ὅτι οὐδεμία τέχνη καταγίνεται περὶ τὸ κατὰ συμβεβηκός. φησὶ γὰρ ὅτι πᾶσα τέχνη ἢ περὶ τὸ ἀεὶ καταγίνεται, ὡς γεωμετρία ἀποδεικνύουσα ἀεὶ τὰς τρεῖς γωνίας τοῦ τριγώνου δυσὶν ὀρθαῖς ἴσας εἶναι, ἢ ὡς ἐπὶ τὸ πολύ, ὥσπερ ἡ ἰατρικὴ ἐπὶ πολὺ ὑγιάζουσα. καὶ τοῦτο εἰκότως· πῶς γὰρ δυνατόν ἐστι διδάξαι τὸ ἀόριστον; ἢ πῶς δυνάμεθα μαθεῖν τὸ ἄλλοτε ἄλλως ἔχον; δεῖ γὰρ τὰς ἐπιστήμας ὡρισμένας εἶναι, ὅτι ὑπὸ κύνα ἀλέα γίνεται, καὶ ὅτι αἱ τοῦ τριγώνου γωνίαι δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσιν.
“但是必须采取这一本原,即是否没有任何东西是始终或在绝大多数情况下成立的。” 应当知晓,智慧虽致力于偶性,却不致力于依偶性者。因为这两者互不相同;因为偶性也可以自体地被考察,正如天鹅中的白色一样(因为白属性属于每一只天鹅且始终成立),然而依偶性者则是不确定的、无限定的,并且是伴随其他事物而附带产生的,正如犬星当令时发生寒冷(因为绝大多数情况下产生的是炎热),又如长出六指;因为在绝大多数情况下人生成为五指的。因此,这些事物甚至不具有确定的原因;因为既非时令变得不同于其自然本性,也绝非……太阳,而是质料发生了偏离,因为它恰恰也具有容纳对立面的能力。同样,在六指的情况下,自然并非原因,过多的质料才是原因。接着,他又以论证的方式表明,智慧并不致力于依偶性存在者,他这样说道:犬星当令时产生炎热本来应当是永恒的而不再是在绝大多数情况下成立的,若非这一依偶性者的介入截断了它的永恒性。因为使[原本永恒者变为]绝大多数情况下成立者的正是依偶性者,既然照实说它本该是永恒的。而永恒者是在严格意义上的存在者,废除后者的则是非存在者。既然依偶性者废除了永恒者,它就是非存在者;因此智慧不致力于非存在者是完全合乎情理的。正因如此,柏拉图也将诡辩术称为非存在者。接着,他又对依偶性者进行了划分,并说在依偶性者中,有些若与另一技术相联系就能够成为自体的,而另一些则绝不可能。例如,建筑师被说成是依偶性产生健康的,但医生则是自体地产生它;在烹饪师的情况中也是如此。再者,犬星当令时的寒冷是依偶性发生的,但当太阳在摩羯宫时则是自体地发生的。然而,发现宝藏始终是依偶性的,在挖掘这一行为中绝不会变成自体的。接着,他表明没有任何技术致力于依偶性者。因为他说,一切技术要么致力于始终成立者,正如几何学始终证明三角形的三内角等于两直角,要么致力于在绝大多数情况下成立者,正如医术在绝大多数情况下使人恢复健康。这也是合乎情理的;因为怎么可能教授不确定的事物呢?或者我们又如何能够学习时而如此、时而如彼的事物呢?因为各项科学必须是确定的,例如在犬星当令时产生炎热,以及三角形的各角等于两直角。
- 6.16τὸ γὰρ ποιοῦν τὸ ὡς ἐπὶ τὸ πολὺ τὸ κατὰ συμβεβηκός ἐστιν
实词化的现在分词 τὸ ποιοῦν 带冠词副词短语 τὸ ὡς ἐπὶ τὸ πολύ 作为宾语/结果补足语(“使[其成为]绝大多数情况下成立者的东西”),构成表语部分,与主语 τὸ κατὰ συμβεβηκός 由系动词 ἐστιν 连接。该句阐明:正是依偶性者这一因素,将本来应当具有永恒性的自然现象削减为了仅仅在“绝大多数情况下”成立的现象。
- 6.16πρὸς ἄλλην τέχνην ἀναφερόμενα
现在分词中性复数主格 ἀναφερόμενα 与主语 τὰ μέν(依偶性者中的一类)在性、数、格上一致,作为副词性分词表示条件或伴随状况(“当被联系到另一门技术时/通过联系到另一门技术”)。这表明,相对于某一门技术而言属于偶然的结果,只要被归涉到以其为固有目的的另一技术,就可以被作为自体的结果加以说明。
