- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:36.20-37.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯详细阐述了毕达哥拉斯学派关于数与事物(智性、实体、意见、天体谐音)的对应关系,并解释了为凑足完满的十数而引入对地的原委。
νοῦν δὲ καὶ οὐσίαν ἔλεγον τὸ ἕν· τὴν γὰρ ψυχὴν ὡς τὸν νοῦν εἶπον. διὰ τὸ ὅμοιον δὲ καὶ μόνιμον πάντῃ καὶ ἀρχικὸν εἶναι τὸν νοῦν μονάδα τε καὶ ἓν ἔλεγον· ἀλλὰ καὶ οὐσίαν, ὅτι πρῶτον ἡ οὐσία. δόξαν δὲ τὰ δύο διὰ τὸ ἐπ’ ἄμφω μεταβλητὴν εἶναι· ἔλεγον δὲ καὶ κίνησιν αὐτὴν καὶ ἐπίθεσιν. τὰς δὴ τοιαύτας τῶν πραγμάτων πρὸς τοὺς ἀριθμοὺς ἐκλέγοντες ὁμοιότητας ἀρχὰς αὐτῶν τοὺς ἀριθμοὺς ὑπέθεντο, πάντα τὰ ὄντα ἐξ ἀριθμῶν συγκεῖσθαι λέγοντες. ἀλλὰ καὶ τὰς ἁρμονίας κατὰ ἀριθμούς τινας ὁρῶντες συγκειμένας καὶ τούτων ἀρχὰς ἐπρέσβευον τοὺς ἀριθμούς· ἡ μὲν γὰρ διὰ πασῶν ἐν διπλασίονί ἐστι λόγῳ, ἡ δὲ διὰ πέντε ἐν ἡμιολίῳ, ἡ δὲ διὰ τεσσάρων ἐν ἐπιτρίτῳ. ἔλεγον δὲ καὶ τὸν ὅλον οὐρανὸν κατὰ ἁρμονίαν συγκεῖσθαί τινα· τούτου γὰρ δηλωτικὸν αὐτῷ τὸ καὶ τὸν ὅλον οὐρανὸν ἁρμονίαν τινὰ εἶναι·1 ἐξ ἀριθμῶν γὰρ καὶ κατ’ ἀριθμοὺς αἱ ἁρμονίαι. τῶν γὰρ σωμάτων τῶν περὶ τὸ οὐράνιον σῶμα φερομένων ἐν ἀναλογίᾳ τὰς ἀποστάσεις ἐχόντων, καὶ τῶν μὲν θᾶττον περιφερομένων, τῶν δὲ βραδύτερον, ποιούντων δὲ καὶ ψόφον ἐν τῷ κινεῖσθαι τῶν μὲν βραδυτέρων βαρύν, τῶν δὲ ταχυτέρων ὀξύν, τοὺς ψόφους τούτους κατὰ τὴν τῶν ἀποστάσεων ἀναλογίαν γινομένους ἐναρμόνιον τὸν ἐξ αὐτῶν ἦχον ποιεῖν.2 διὰ τοῦτο οὖν φησιν ἔτι δὲ τῶν ἁρμονιῶν ἐν ἀριθμοῖς ὁρῶντες τὰ πάθη, ἡμιόλιον καὶ ἐπίτριτον, ὡς εἰρήκαμεν. ἐπειδὴ οὖν τὰ μὲν ἄλλα τοῖς ἀριθμοῖς ἐφαίνετο κατὰ τὴν φύσιν ὅμοια, οἱ δὲ ἀριθμοὶ κατ’ αὐτοὺς πάσης τῆς φύσεως πρῶτοι, τὰ τῶν ἀριθμῶν στοιχεῖα τῶν ὄντων στοιχεῖα πάντων ὑπέλαβον, καὶ τὸν ὅλον οὐρανὸν ἁρμονίαν εἶναι καὶ ἀριθμόν. ὅσα οὖν εἶχον ὁμολογούμενα δεικνύναι ἔν τε τοῖς ἀριθμοῖς καὶ ταῖς ἁρμονίαις πρὸς τὰ τοῦ οὐρανοῦ πάθη καὶ μέρη καὶ πρὸς τὴν ὅλην τοῦ παντὸς διακόσμησιν, ταῦτα συνάγοντες ἐφήρμοττον πρὸς τοὺς ἀριθμούς. καὶ εἴ τι ἐνέλειψεν, ἐπεθύμουν συνάψαι, τοῦ τελείαν διὰ τῶν ἀριθμῶν δεῖξαι τὴν πραγματείαν.3 οἷον ὡμολόγητο παρ’ αὐτοῖς, ὅτι τέλειος ἀριθμὸς ἡ δεκάς, ἐπεὶ πᾶσαν περιείληφε τὴν τῶν ἀριθμῶν φύσιν. διό φασιν ὅτι καὶ ἐν τῷ οὐρανῷ δέκα σφαῖραι ὑπάρχουσιν· αἱ δὲ φανεραὶ ἐννέα σφαῖραι ὑπάρχουσιν· διὰ γοῦν τοῦτο προστιθέασι καὶ τὴν ἀντίχθονα. διώρισται δὲ ἡμῖν περὶ τούτων ἀκριβέστερον ἐν τοῖς Περὶ οὐρανοῦ.
他们又称“一”为智性与实体;因为他们将灵魂等同于智性来谈论。由于智性是完全同一、稳固且具主导性的,他们称其为单子和“一”;但又称其为实体,因为实体居先。他们则称“二”为意见,因为它可向两方面变化;他们还称它为运动与增补。他们正是挑出事物与数的这些类似之处,从而将数假定为事物的原理,主张一切存在者皆由数构成。不仅如此,他们看到和谐也是依照某些数构成的,便主张数也是和谐的原理;因为八度音程处于双倍比例中,五度音程处于一又二分之一的比例中,四度音程处于一又三分之一的比例中。他们还说整个天界也是依某种和谐构成的;因为对他[亚里士多德]而言,“整个天界也是一种和谐”这一说法正指明了这一点;因为和谐由数构成且依照数而定。因为围绕天体运转的诸天体按比例保有其距离,有的旋转较快,有的较慢,并在运动中发出声响——较慢的发低音,较快的发高音——这些依距离比例而产生的声响,便从中构成了协调的声音。因此他说:“此外,看到和谐的诸状态存在于数中”——正如我们说过的,一又二分之一与一又三分之一。既然其他事物在本性上看似与数相似,而在他们看来数在整个自然中处于首位,他们便认为数的元素就是一切存在者的元素,整个天界是和谐与数。因此,凡是他们能在数与和谐中指明与天界的诸状态和部分相符、并与全宇宙的整个秩序相符的东西,他们都汇集起来并附会于数。若是缺少了什么,他们便渴望补足,以通过数将这套学问展现为完满的。例如在他们看来,公认十数是完全数,因为它包揽了数的全部本性。因此他们说天界中也存在十座天球;然而显现的天球只有九座;正因如此,他们才又加上了对地。关于这些问题,我们在《论天》中已有更为精确的规定。
- 1.42τούτου γὰρ δηλωτικὸν αὐτῷ τὸ καὶ τὸν ὅλον οὐρανὸν ἁρμονίαν τινὰ εἶναι
与格 αὐτῷ 作关系与格或所有与格,指亚里士多德(即“在他那里/对亚里士多德而言”,该文句表明了此点)。带冠词的不定式从句 τὸ καὶ τὸν ὅλον οὐρανὸν ἁρμονίαν τινὰ εἶναι 作主语,谓语形容词 δηλωτικόν 支配属格 τούτου。
- 1.42τῶν γὰρ σωμάτων τῶν περὶ τὸ οὐράνιον σῶμα φερομένων ἐν ἀναλογίᾳ τὰς ἀποστάσεις ἐχόντων... τοὺς ψόφους τούτους κατὰ τὴν τῶν ἀποστάσεων ἀναλογίαν γινομένους ἐναρμόνιον τὸν ἐξ αὐτῶν ἦχον ποιεῖν
从句首 τῶν γὰρ σωμάτων... 开始的一连串属格分词(ἐχόντων, περιφερομένων, ποιούντων)构成表原因的扩展属格独立结构,引向随后的“宾格加不定式”结构 τοὺς ψόφους τούτους... ποιεῖν。该不定式结构延续了前文 ἔλεγον 所统辖的间接引语,以 τοὺς ψόφους τούτους 为逻辑主语,以 τὸν ἐξ αὐτῶν ἦχον 为宾语,ἐναρμόνιον 为宾语补足语。
- 1.42τοῦ τελείαν διὰ τῶν ἀριθμῶν δεῖξαι τὴν πραγματείαν
带属格冠词的不定式 τοῦ δεῖξαι 充当目的状语(“为了展现出……”)。不定式的直接宾语为 τὴν πραγματείαν,τελείαν 为宾语补足语形容词。
