- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:368.5-369.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《形而上学》卷E第2章(1026b24),阿斯克勒庇俄斯将存在者区分为“始终同一者”、“绝大多数情况下成立者”与“极少数情况下成立者”,论证了偶性属于罕见之事,缺乏确定的生产性能力,并以质料的变异性为其原因。
" Ἀλλ’ ὅμως λεκτέον ἔτι περὶ τοῦ συμβεβηκότος." Φησὶν ὅτι δεῖ ἡμᾶς ἀνιχνεῦσαι τὴν φύσιν τοῦ συμβεβηκότος, καὶ διὰ τίνα αἰτίαν ἐστίν, ὅτι τῶν ὡς ἐπ’ ἔλαττον·1 ἅμα γὰρ ἐντεῦθεν φανερὸν ἡμῖν γίνεται καὶ διὰ τί οὐδεμία ἐπιστήμη καταγίνεται περὶ τὸ συμβεβηκός, ἐπειδὴ αἱ τέχναι ἢ περὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων διαλέγονται ἢ περὶ τῶν ὡς ἐπὶ τὸ πολύ. ἐφεξῆς διαίρεσιν ποιεῖται ἀνιχνεῦσαι βουλόμενος τὸ ζητούμενον, καί φησιν οὕτως ὅτι ἐν τοῖς οὖσι τὰ μὲν ἀεὶ ὡσαύτως ἔχουσιν, οἷον τὰ θεῖα, καὶ ἐξ ἀνάγκης, οὐ τῆς κατὰ τὸ βίαιον λεγομένης2 (ὁ γὰρ θεὸς ἐξ ἀνάγκης ἀγαθὸς οὐ τῆς βιαίας, καθάπερ ἐπὶ προαιρέσεως θεωρεῖται, ἡνίκα λέγομεν τὸν αἰχμάλωτον ἐξ ἀνάγκης δουλεύειν, ἀλλὰ θείας οὐσίας· διό φησιν ἀλλ’ ἣν λέγομεν τὸ μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν), ἢ ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι. τὰ δὲ τῶν πραγμάτων οὐκ ἐξ ἀνάγκης ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, ὥσπερ λέγομεν ὅτι ὡς ἐπὶ τὸ πολὺ ὁ ἄνθρωπος πενταδάκτυλός ἐστι. τὰ δὲ ὡς ἐπ’ ἔλαττον ὑπάρχουσι· καὶ αὕτη ἐστὶν αἰτία καὶ ἀρχὴ τοῦ συμβεβηκότος, τὰ ὡς ἐπ’ ἔλαττον· ὃ γὰρ ἄν ἐστιν μήτε ἀεὶ μήτε δὲ ὡς ἐπὶ τὸ πολύ, τοῦτό φαμεν εἶναι συμβεβηκός. οἷον, ὡς φησιν αὐτός, ἐὰν ὑπὸ κύνα χειμὼν γένηται καὶ πάγος, τοῦτο κατὰ συμβεβηκὸς φαμέν, ἐπεὶ οὔτε ἀεὶ τοῦτο γίνεται, οὔτε ὡς ἐπὶ τὸ πολύ, σπανιάκις δέ· ἐὰν δ’ ὑπὸ κύνα ἀλέα γένηται, οὐ φαμεν τοῦτο συμβεβηκὸς εἶναι, ἐπειδὴ ὡς ἐπὶ τὸ πολὺ γέγονε. καὶ πάλιν τὸν ἄνθρωπον λευκὸν εἶναι συμβέβηκεν· οὔτε γὰρ ἀεὶ τοῦτο γίνεται οὔτε ὡς ἐπὶ τὸ πολύ· ζῷον δὲ οὐ κατὰ συμβεβηκός, ἐπεὶ ἀεὶ τοῦτό ἐστι καὶ ἐξ ἀνάγκης. καὶ πάλιν ἡνίκα ὁ οἰκοδόμος ὑγείαν ποιήσει, κατὰ συμβεβηκός φαμεν εἶναι τὸ τοιοῦτον, ἐπειδὴ τῶν σπανίων· ὁ γὰρ ἰατρὸς πέφυκεν ὑγείαν ποιεῖν, οὐχ ὁ οἰκοδόμος· συνέβη οὖν ἰατρὸν εἶναι τὸν οἰκοδόμον. καὶ πάλιν ἡνίκα ὀψοποιὸς τέλος ἔχων τὴν ἡδονὴν ποιήσει τινὶ ὑγείαν· οὐ γὰρ κατὰ τὴν ὀψοποιητικήν. διὸ καὶ τοῦτο συνέβη· σπανίως γὰρ γίνεται· κατά τι γὰρ οὗτοι καὶ οὐχ ἁπλῶς. τῶν μὲν γὰρ ἄλλων τῶν καθ’ αὑτὸ δυνάμεις εἰσὶ ποιητικαί, οἷον ὑγείας ἰατρική, τῶν δὲ κατὰ συμβεβηκὸς οὐδεμία τέχνη οὐδὲ δύναμις ὡρισμένη, εἰ μήτι γε τὸ κατὰ συμβεβηκὸς κατ’ ἄλλο γίνεται καθ’ αὑτό· τῷ γὰρ βαρεῖ τὰ χρώματα καθ’ αὑτὸ ὑπάρχοντα. οὐκ ἔχουσι δυνάμεις ὡρισμένας τὰ κατὰ συμβεβηκὸς ὥσπερ τὰ καθ’ αὑτό, οἷον ἐπὶ τῶν ἡμετέρων σωμάτων δυνάμεις φυσικαὶ ὑπάρχουσιν ὡρισμέναι τέσσαρες αἱ πολυθρύλλητοι, ἑλκτική, ἀποκριτική, καθεκτική, ἀλλοιωτική. διό φησι τῶν γὰρ κατὰ συμβεβηκὸς ὄντων ἢ γινομένων καὶ τὸ αἴτιόν ἐστι κατὰ συμβεβηκός, ὥσπερ ἐπὶ τῆς ὀψοποιητικῆς· ὁ γὰρ ὀψοποιὸς κατὰ συμβεβηκὸς ἐποίησε τὴν ὑγείαν, ὥστε καὶ ἡ αἰτία κατὰ συμβεβηκός ἐστιν. ὁ γὰρ ἰατρὸς καὶ ἡ φύσις αἴτια καθ’ αὑτὸ τῆς ὑγείας ὑπάρχουσιν. ὥστε ἐπεὶ οὐ πάντα ἐστὶν [τὰ] ἐξ ἀνάγκης καὶ ὡς ἐπὶ τὸ πολύ, πᾶσά ἐστιν ἀνάγκη εἶναι καὶ τὰ ἐπ’ ἔλαττον καὶ διὰ τοῦτο καὶ τὰ κατὰ συμβεβηκός. οὔτε γὰρ ἀεὶ οὔτε ὡς ἐπὶ τὸ πολὺ ὁ μουσικὸς λευκός ἐστιν· ἐπειδὴ δὲ ὁρῶμεν ὅτι γίνεται ποτὲ ὁ λευκὸς μουσικός, τοῦτο ἔσται κατὰ συμβεβηκός. εἰ δὲ μὴ τοῦτο ὑποθώμεθα, ἔσονται πάντα ἐξ ἀνάγκης, ὥστε ἔδει ἀεὶ ταῦτα γίνεσθαι· ἀλλὰ μὴν οὐ γίνεται· ἔστιν ἄρα τὸ συμβεβηκός. ὥστε ἡ ὕλη ἐστὶν αἰτία τοῦ συμβεβηκότος ἡ δυναμένη δέξασθαι ἕτερόν τι παρὰ τὸ ὡς ἐπὶ τὸ πολύ,3 οἷον τὸ ἐν κυνὶ γίνεσθαι ψῦξιν.
“然而,关于偶性仍须进一步讨论。” 他说,我们必须探寻偶性的本性,以及它是出于何种原因存在的,即因为它属于极少数情况下成立的事物;因为同时由此对我们而言也清楚了为何没有任何科学致力于偶性,既然技术要么探讨始终处于同一状态的事物,要么探讨在绝大多数情况下成立的事物。接着,为了探寻所寻求的事物,他进行了划分,并这样说道:在存在者中,有些始终处于同一状态,例如神圣的事物,并且出于必然性——不是按强制所说的那种必然性(因为神不是由于强迫的必然性而是善的,就像在意志抉择中所考察的那样,当我们说俘虏出于必然性沦为奴隶时,而是由于神圣的本质;因此他说“而是指我们所说的不可能处于其他状态的[必然性]”),或者如人是动物。而事物中的另一些则不是出于必然性,而是在绝大多数情况下成立的,正如我们说人在绝大多数情况下是有五指的。另一些则是作为极少数情况而存在的;而这正是偶性的原因和本原,即在极少数情况下成立的事物;因为凡既非始终、亦非绝大多数情况下成立的事物,我们便称其为偶性。例如,正如他自己所说,如果在犬星当令时发生了寒冬与结冰,我们便说这是依偶性的,因为这既非始终发生,亦非在绝大多数情况下发生,而是罕见的;但如果在犬星当令时出现炎热,我们则不说这是偶性,因为这是在绝大多数情况下发生的。再者,人是白的乃是偶性;因为这既非始终发生,亦非在绝大多数情况下发生;但人是动物则不是依偶性的,因为这始终存在且出于必然性。再者,当建筑师产生健康时,我们说这样的事是依偶性的,因为它属于罕见之事;因为医生天生是产生健康的,而不是建筑师;因此建筑师碰巧是医生乃是偶然发生的。再者,当以快乐为目的的厨师为某人带来健康时,也是如此;因为这不是依照烹饪术发生的。因此这也纯属偶合;因为这是罕见发生的;因为这些人只是在某一特定方面[产生健康],而不是单纯地产生。因为对于其他事物,即自体的事物而言,存在着生产性的能力,例如医术之于健康,但对于依偶性的事物而言,没有任何技术或确定的能力,除非依偶性的事物在另一特定方面变成了自体的事物;因为对于有重量之物而言,颜色是自体地属于它的。依偶性的事物并不像自体的事物那样具有确定的能力,正如在我们的身体上,存在着四种著名的确定自然能力:吸引力、排泄力、保持力和变质力。因此他说:“因为对于依偶性存在或生成的事物而言,其原因也是依偶性的”,正如在烹饪术的情况中那样;因为厨师是依偶性产生健康的,所以原因也是依偶性的。因为医生和自然才是健康的自体原因。因此,既然并非所有事物都是出于必然性和绝大多数情况的,那么就完全必然也存在极少数情况下成立的事物,并因此也存在依偶性的事物。因为音乐的人是白的,既非始终亦非在绝大多数情况下成立;但既然我们看到白的人有时变成音乐的,这将是依偶性的。如果我们不作这一假定,一切事物都将出于必然性,以致于这些事物本该始终发生;然而它们并没有发生;因此偶性是存在的。因此,能够接受不同于绝大多数情况之事的质料,才是偶性的原因,例如在犬星当令时产生寒冷。
- 6.15ὅτι τῶν ὡς ἐπ’ ἔλαττον
此处 ὅτι 从句承接前文的间接疑问从句“它是出于何种原因存在的”(καὶ διὰ τίνα αἰτίαν ἐστίν),作解释性补充,意为“即因为它属于极少数情况下成立的事物”。
- 6.15οὐ τῆς κατὰ τὸ βίαιον λεγομένης
限定性属格,修饰前文的 ἐξ ἀνάγκης。从此处至“διό φησιν ἀλλ’ ἣν λέγομεν τὸ μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν”为长插入解释,而紧接其后的“ἢ ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι”则与插入前的“οἷον τὰ θεῖα”并列,共同作为出于必然性之存在的例证。
- 6.15ἡ δυναμένη δέξασθαι ἕτερόν τι παρὰ τὸ ὡς ἐπὶ τὸ πολύ
介词 παρά 接宾格,表示脱离或差异(“不同于……”、“偏离……”)。整个带定冠词的分词短语修饰主语 ὕλη,将其界定为偶性的原因。
