- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:366.18-368.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯驳斥并化解了诡辩家基于偶性提出的三条谬误推论,阐明了偶性因缺乏自立存在与单纯生成而不能成为第一哲学及任何技术的对象的缘由(1026b12–1026b22)。
εἰ δὲ πάλιν φῶμεν ταὐτὸν εἶναι τὸ μουσικὸν καὶ τὸ γραμματικόν, αὖθις ἐπάγουσι καὶ θεωροῦσιν αὐτὰ ἐν διαφόροις ὑποκειμένοις, οἷον τὸ μὲν μουσικὸν ἐν τῷ Ἀριστοξένῳ καὶ τὸ γραμματικὸν ἐν τῷ Κορίσκῳ, καὶ οὕτως, φασίν, ἐπειδὴ φατε τὰ αὐτὰ εἶναι τὸ μουσικὸν καὶ τὸ γραμματικόν, συμβήσεται καὶ τὸν Κορίσκον καὶ τὸν Ἀριστόξενον τὸ αὐτὸ εἶναι, ὅπερ ἄτοπον. λέγομεν τοίνυν ἡμεῖς πρὸς αὐτοὺς ὅτι οὐ καλῶς λαμβάνεται ὅτι τὰ ὑπάρχοντα τοῖς ὑποκειμένοις ἤδη1 καὶ τοῖς συμβεβηκόσιν αὐτῶν ὑπάρχουσι, καὶ τὸ ἀνάπαλιν· οὐκ ἄτοπον γὰρ ταῦτα διάφορα ὄντα ἐν ἑνὶ ὑποκειμένῳ θεωρεῖσθαι, καὶ οὐκ ἤδη διὰ τοῦτο καὶ τὸ ὑποκείμενον αὐτὸ ἑαυτοῦ διάφορον γίνεται, ἐπειδὴ τὰ συμβεβηκότα αὐτῷ διάφορα ὑπάρχουσι. καὶ πάλιν οὐκ ἐπειδὴ τὰ αὐτὰ ὑπάρχουσιν, ἐν διαφόροις δὲ ὑποκειμένοις θεωροῦνται, ἤδη ἀνάγκη καὶ τὰ ὑποκείμενα τὰ αὐτὰ ἀλλήλοις εἶναι. ὡς γὰρ εἴρηται, οὐ τὰ ὑπάρχοντα τοῖς συμβεβηκόσιν ἤδη καὶ τοῖς ὑποκειμένοις ὑπάρχουσιν. οὐκ ἐπειδὴ γὰρ τὸ λευκὸν διακριτικόν ἐστιν ὄψεως, καὶ ὁ ἄνθρωπος διακριτικός ἐστιν ὄψεως. πάλιν τὸν δεύτερον παραλογισμὸν προάγουσι τοῦτον τὸν τρόπον ἐξ ὑποκειμένου καὶ συμβεβηκότος λέγοντες οὕτως ‘τὸ μουσικὸν καὶ ὁ Κορίσκος ταὐτὰ ὑπάρχουσιν ἀλλήλοις ἢ ἕτερα;’ εἰ μὲν οὖν φῶμεν ὅτι ἕτερόν ἐστι τὸ μουσικὸν παρὰ τὸν Κορίσκον, ἐροῦσιν ὅτι οὐκοῦν αὐτὸς ἑαυτοῦ διαφέρει Κορίσκος γε ὢν καὶ μουσικὸς Κορίσκος. εἰ δὲ φῶμεν ὅτι ταὐτόν ἐστιν, ἐροῦσιν ὅτι καὶ ἅμα τῷ τεχθῆναι μουσικὸς ὑπῆρχε Κορίσκος, ὅπερ ἄτοπον. ἐροῦμεν τοίνυν πάλιν πρὸς τοῦτο ὅτι ἕτερον μέν ἐστι τὸ μουσικὸν παρὰ τὸν Κορίσκον, ἀλλ’ οὐκ ἐπειδὴ ἕτερόν ἐστι τοῦ συνθέτου, ὁ Κορίσκος αὐτὸς ἑαυτοῦ διαφέρει. καθὸ γὰρ Κορίσκος, οὐκ ἠμείφθη· οὐδὲν γὰρ ἧττον Κορίσκος ἐστὶ καὶ πρὶν ἢ γενέσθαι αὐτὸν μουσικὸν καὶ μετὰ τὸ γενέσθαι· ταῦτα δὲ ὡς τὰ συμβεβηκότα γίνονται καὶ ἀπογίνονται καὶ οὐδὲν βλάπτει τὸ ὑποκείμενον. πάλιν τρίτον παραλογισμὸν παράγουσι τοῦτον τὸν τρόπον. ἡνίκα, φασί, μουσικὸς Κορίσκος, ἆρα καὶ γραμματικὸς ὑπάρχει ἢ γέγονεν; εἰ μὲν γὰρ ἀεὶ ὁ μουσικὸς καὶ γραμματικὸς ὑπῆρχεν, οὐ γέγονε· τὸ γὰρ ἀίδιον οὐ γέγονε, ἀλλὰ τὸ ποτὲ μὲν μὴ ὂν νῦν δὲ ὄν, τοῦτό φαμεν γεγονέναι. εἰ οὖν ἀεὶ ἦν μουσικός, ἦν καὶ γραμματικός· πᾶς γὰρ μουσικὸς ἔσται καὶ γραμματικός· εἰ δὲ μὴ ἀεὶ γραμματικός ἐστιν, ὕστερον δ’ ἐγένετο, δῆλον ὅτι γέγονεν ἐκ τοῦ μουσικοῦ γραμματικός. πᾶν δὲ τὸ γινόμενον ἐκ μὴ ὄντος γίνεται. ὥστε μὴ ὄν ἐστιν ᾗ μουσικός, ὅπερ ἄτοπον. λέγομεν οὖν καὶ πρὸς τὸν παραλογισμὸν τοῦτον ὅτι παραλογίζεται ἐκ τοῦ ἁπλῶς μὴ ὄντος καὶ πῇ μὴ ὄντος·2 τὸ γὰρ μουσικὸν ἁπλῶς μὴ ὂν οὐκ ἔστι, τὸ δὲ μὴ ὂν ὑπάρχει. καθὸ γὰρ ἢ γραμματικὸς ἢ ῥητορικὸς οὐκ ἔστιν ὁ μουσικός, κατὰ τοῦτο γέγονεν ἐκ μουσικοῦ γραμματικός· καθὸ δὲ μουσικός, ὑπῆρχεν. ὥστε καλῶς ἐλέγετο ὅτι ἀόριστα τὰ συμβεβηκότα ὡς αἴτια παραλογισμοῦ καὶ τρόπον τινὰ ἀνυπόστατα καὶ τῇδε κἀκεῖσε φερόμενα. πῶς οὖν διαλέξεται ἡ σοφία τὸ θειότατον πρᾶγμα περὶ τοῦ τοιούτου ὄντος;
但如果我们反过来说音乐的与文法的同一,他们又会把它们引入,并在不同的基底中加以观照,例如把音乐的观照在阿里斯托克塞努斯身上,把文法的观照在科里斯库斯身上,并且他们会这样说:既然你们说音乐的与文法的同一,那么科里斯库斯与阿里斯托克塞努斯也将是同一的,而这是荒谬的。于是我们对他们说:假定属于基底的属性就直接属于它们的偶性,反之亦然,这是不妥当的;因为这些属性虽彼此不同,但被观照在单一基底中并不是荒谬的,而且并不就因此由于属于它的偶性彼此不同,基底本身就变得与自己不同。再者,并不因为它们是同一的属性却被观照在不同的基底中,基底之间就必然也直接彼此同一。因为正如所说的那样,属于偶性的属性并不直接也属于基底。因为并不由于白色是使视线分散的,人也就是使视线分散的。他们又以这种方式从基底与偶性出发提出第二条谬误推论,这样说道:“音乐的与科里斯库斯彼此同一还是不同?”如果我们说音乐的与科里斯库斯不同,他们就会说:那么身为科里斯库斯与身为音乐的科里斯库斯,他自己便与自己不同。但如果我们说同一,他们就会说:那么科里斯库斯一出生就已经是音乐的了,而这是荒谬的。于是我们对此又会说:音乐的固然不同于科里斯库斯,但并不因为不同于复合体,科里斯库斯自己就与自己不同。因为就他是科里斯库斯而言,他并没有改变;因为无论在他成为音乐的之前还是在他成为之后,他丝毫不减其为科里斯库斯;而这些是作为偶性产生和消失的,丝毫不会损害基底。他们又以这种方式提出第三条谬误推论。他们说:“当科里斯库斯是音乐的时,他究竟也是文法的,还是变成了文法的?因为如果这个音乐的人始终也是文法的,他就没有变成文法的;因为永恒之物并不生成,而是曾经不在而现在在的东西,我们才说它生成了。因此,如果他始终是音乐的,他也就是文法的;因为凡音乐的人也都将是文法的;但如果他不是始终是文法的,而是后来变成的,显然他是从音乐的人变成了文法的人。而凡生成之物都是从非存在生成的。因此就他是音乐的而言是非存在,而这是荒谬的”。于是我们也针对这条谬误推论说:它是从单纯的非存在与某一方面的非存在[的混淆]中进行谬推的;因为音乐的人并不是单纯的非存在,而只是某一方面的非存在。因为就这个音乐的人不是文法的或修辞学的而言,在这方面他是从音乐的人变成了文法的人;但就他是音乐的而言,他早已存在。因此,说偶性作为谬误推论的原因是不确定的,并在某种意义上是没有实体性的、漂浮不定的,这是说得很妥当的。那么,作为最神圣之事的智慧,又怎会探讨这样一种存在者呢?
"Καὶ τοῦτο εὐλόγως συμπίπτει· ὥσπερ γὰρ ὄνομά τι μόνον." Φησὶν ὅτι καλῶς οὐδεμία τέχνη διαλέγεται περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος· ὄνομα γὰρ μόνον ἐστίν, ἐπεὶ μήτε ἔχει ὕπαρξιν βεβαίαν καὶ αὐθυπόστατον, ἀλλ’ ἐν ἄλλοις ἔχει τὸ εἶναι καὶ παρακολούθημά ἐστι. διὸ καὶ ἀποδοχῆς ἄξιος ὁ Πλάτων τὴν σοφιστικὴν περὶ τὸ μὴ ὂν τάξας, ὕλην ἔχουσαν τὸ ψεῦδος. πῶς δὲ τοῦτο ὑποθώμεθα ἐν ὑποστάσει;3 ὁ γὰρ τῶν σοφιστῶν λόγος περὶ τὸ συμβεβηκὸς καταγίνεται, πότερον ταὐτὸν 〈ἢ〉 ἕτερον μουσικὸς καὶ γραμματικός, ὡς εἴρηται, καὶ πότερον ταὐτὸν ἢ ἕτερον μουσικὸς καὶ μουσικὸς Κορίσκος, 〈καὶ εἰ〉 πᾶν ὃ ἂν νῦν μέν ἐστι, πρώην δὲ οὐκ ἦν, τοῦτο γέγονεν, ὥστε εἰ μουσικὸς ὢν μὴ ὑπῆρχε γραμματικός, καὶ νῦν φαμεν ὅτι γέγονε γραμματικὸς πρώην μὴ ὤν. ὥστε φαίνεται τὸ συμβεβηκὸς ἐγγὺς τοῦ μὴ ὄντος.
“而情况如此也是合乎情理的;因为仿佛只是一种名称而已。” 他说,没有任何技术探讨依偶性的存在者,这是理所当然的;因为它只是一种名称,既然它没有稳固且自立的存在,而是在他物中拥有存在并且是伴随物。因此,柏拉图将诡辩术置于非存在的周围,以虚假为其质料,是值得称许的。但我们又怎能假定这存在于实体化之中呢?因为诡辩家的论说正是专注于偶性,正如所说的那样,音乐的与文法的是同一还是不同,音乐的与音乐的科里斯库斯是同一还是不同,以及凡现在存在而先前不存在的事物是否都是生成的,以致于如果他是音乐的而当时并非文法的,我们现在是否说他先前不是而现在变成了文法的。因此偶性显得接近于非存在。
"Δῆλον δὲ καὶ ἐκ τῶν τοιούτων λόγων." Ἔστι καὶ ἐντεῦθεν ἑλεῖν ὅτι οὐχ ὑπάρχουσι κυρίως τὰ συμβεβηκότα· τῶν μὲν γὰρ κατ’ ἄλλον τρόπον ὄντων, τουτέστι τῶν καθ’ αὑτὰ τῶν φυσικῶν, ἔστι γένεσις καὶ φθορά, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, τῶν δὲ κατὰ συμβεβηκὸς οὐκ ἔστιν ἁπλῶς γένεσις, εἰ μήτι ἄρα τινὰ γένεσιν αὐτῶν εἴπωμεν εἶναι. καλῶς δὲ προστέθεικε τὸ ἐγγύς, ἐπεί, ὡς εἴρηται, ἔχει ἀμυδράν τινα ὕπαρξιν.
“而且从这类论证中也是显而易见的。” 从这里也可以把握到偶性并不是严格意义上存在的;因为正如在总论中所说的那样,对于以其他方式存在的事物,即对于自体的自然事物而言,有生成与消灭,但对于依偶性的事物而言,并没有单纯的生成,除非我们当真说它们有某种生成。而他妥当地补充了“接近”,因为正如所说的那样,它拥有一种微弱的存在。
- 6.12ἤδη
此处并非时间意义上的“已经”,而是逻辑上的“直接地”、“必然地”(ipso facto)。在 οὐ καλῶς λαμβάνεται ὅτι... ἤδη... 的否定句中,表示否定“属于基底的属性就必然直接归属于其偶性”这一逻辑推论。
- 6.12παραλογίζεται ἐκ τοῦ ἁπλῶς μὴ ὄντος καὶ πῇ μὴ ὄντος
动词 παραλογίζεται 为第三人称单数,其主语可以是前文的谬误推论(“该谬论源于……而导致谬推”),也可以是泛指的诡辩家。介词 ἐκ 表示谬误产生的来源和根由,意为“源于[对]单纯的非存在与某一方面的非存在[的混淆]”。
- 6.13πῶς δὲ τοῦτο ὑποθώμεθα ἐν ὑποστάσει;
第一人称复数的拟议/审议虚拟语气(用于修辞性反问):“我们又怎能假定这存在于实体化之中呢?”τοῦτο 指涉前文所述的偶性(τὸ συμβεβηκός)或虚假(τὸ ψεῦδος)。
