- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:365.21-366.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏阿里斯托芬对亚里士多德《形而上学》卷六第二章(1026b12)关于偶性的论述,阐明偶性为何不能成为包括第一哲学在内的任何科学的对象,并阐述了诡辩家利用偶性构造的第一条谬误推论。
" Καὶ τοῦτο εὐλόγως συμπίπτει· ὥσπερ γὰρ ὄνομά τι μόνον τὸ συμβεβηκός ἐστιν." Ἐπειδὴ ἡ σοφία διαλέγεται περὶ τοῦ ὄντος, πολλαχῶς δὲ τὸ ὂν λέγεται (ἔστι γὰρ τὸ ὂν τὸ κατὰ τὴν ἀλήθειαν καὶ τὸ κατὰ τὴν δύναμιν καὶ τὸ κατ’ ἐνέργειαν καὶ τὸ καθ’ αὑτὸ ὂν τὸ θεωρούμενον ἐν ταῖς δέκα κατηγορίαις), φησὶν ὁ Ἀριστοτέλης ὅτι περὶ πάντων τῶν σημαινομένων τοῦ ὄντος ἡ σοφία διαλέγεται χωρὶς τοῦ κατὰ συμβεβηκὸς ὄντος· τοῦτο γὰρ ἀόριστόν ἐστι καὶ τρόπον τινὰ ἀναίτιον, καὶ οὔτε ὑπὸ θεοῦ οὔτε ὑπὸ φύσεως παραγόμενον προηγουμένως. τὰ γὰρ θεῖα τὰ ἀεὶ ὡσαύτως ἔχοντα παράγουσι,1 καὶ ἡ φύσις τὰ ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ συμβεβηκὸς τῶν ὡς ἐπ’ ἔλαττον ὑπάρχει· οἷον ἀεὶ ὁ ἄνθρωπος ζῷον, καὶ ὡς ἐπὶ τὸ πολὺ πενταδάκτυλος, ἑξαδάκτυλος δὲ κατὰ συμβεβηκός· οὔτε γὰρ ἀεί ἐστι τοῦτο καὶ ἐξ ἀνάγκης οὔτε δὲ ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ τύχη αἰτία τούτου καὶ αὐτόματον, ὡς εἴρηται ἐν τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως. διὸ οὔτε γένεσις λέγεται κυρίως τοῦ συμβεβηκότος οὔτε φθορά, ἀλλ’ ὅτι ἢ ἔστιν ἢ οὐκ ἔστιν, ὡς εἴρηται, οὔτε προηγουμένως ὑπὸ τῆς φύσεως γίνεται. οἷον τὸ χρῶμα κατὰ συμβεβηκὸς καὶ παρακολούθημα ὑπάρχει τῆς φύσεως· τῆς γὰρ φύσεως προηγουμένως ποιούσης τήνδε τὴν κρᾶσιν ἐπακολουθεῖ τὸ τοιόνδε χρῶμα· ὁμοίως δὲ καὶ τῇ φθορᾷ τὸ μὴ εἶναι.2 ὅθεν οὐδὲ αἱ ἄλλαι τέχναι κέχρηνται αὐτῷ· ὁ γὰρ γεωμέτρης διαλεγόμενος περὶ τοῦ τριγώνου οὐ λέγει ὅτι ἀργύρεόν ἐστιν ἢ χαλκοῦν ἤ τι ἄλλο τοιοῦτον, ἀλλὰ τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῷ τριγώνῳ λέγει, τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ὁμοίως δὲ καὶ ὁ οἰκοδόμος οὐ λέγει ὅτι εὐτυχεῖς ἔσονται ἢ ἀνδρεῖοι οἱ ἐν τῷδε τῷ οἴκῳ οἰκοῦντες. ὡσαύτως δὲ καὶ ὁ ἰατρὸς οὐ λέγει περὶ πλούτου ἀλλὰ περὶ τῶν κράσεων. καὶ τὸν Πλάτωνα τῆς δόξης παράγει μάρτυρα τάττοντα τὸ συμβεβηκὸς τρόπον τινὰ περὶ τὸ μὴ ὄν· καλῶς δὲ προσέθηκε τρόπον τινά, ἐπειδὴ ἔχουσι καὶ τὰ συμβεβηκότα ἀμυδράν τινα ὕπαρξιν, ἢ ὅτι ἔστιν ὅτε καὶ οἱ σοφισταὶ διαλέγονταί ποτε καὶ περὶ οὐσίας. εἶτα λοιπὸν καὶ τρεῖς παραλογισμοὺς τίθησι, καθ’ οὓς ἐκ τοῦ συμβεβηκότος πειρῶνται οἱ σοφισταὶ παραλογίζεσθαι, ἕνα μὲν ἐξ ἀμφοτέρων τῶν συμβεβηκότων.3 λέγουσι γὰρ οὕτως ‘πότερον ταὐτόν ἐστι μουσικὸν καὶ γραμματικὸν ἢ ἕτερον;’ εἰ μὲν οὖν φαμεν ὅτι ἕτερόν ἐστι τὸ μουσικὸν τοῦ γραμματικοῦ, ἐπάγουσι καὶ θεωροῦσιν αὐτὰ ἐν ἑνὶ ὑποκειμένῳ, οἷον ἐν τῷ Κορίσκῳ τὸ μουσικὸν καὶ τὸ γραμματικόν. ἐπεὶ οὖν ταῦτα ἕτερα ἀλλήλων, καὶ ὁ Κορίσκος ὁ μουσικὸς καὶ γραμματικὸς αὐτὸς ἑαυτοῦ ἕτερος, ὅπερ ἀδύνατον.
“而这也合乎情理地相符;因为偶性仿佛只是一种名称而已。” 既然智慧探讨存在者,而存在者有多种说法(因为存在着依真理的存在者、依潜能的存在者、依现实的存在者,以及在十个范畴中被观照的自体存在者),亚里士多德说,智慧探讨存在者的所有含义,唯独不包括依偶性的存在者;因为这是不确定的,在某种意义上是无原因的,既不是由神也不是由自然按首要方式产生的。因为神圣之物产生始终处于同一状态的事物,而自然产生在绝大多数情况下如此的事物,偶性则属于在较少情况下发生的事物;例如人始终是动物,在绝大多数情况下是五指的,但六指则是依偶性的;因为这既不是始终且出于必然,也不是在绝大多数情况下如此,而是运气与自发性作为其原因,正如在《物理学》第二卷中所说的那样。因此,严格意义上既不述说偶性的生成,也不述说其消灭,而正如所说的那样,它要么存在,要么不存在,它并不是由自然按首要方式生成的。例如颜色依偶性而存在,并且是自然的伴随物;因为当自然按首要方式造成这种体质调和时,这样的颜色便伴随而生;同样地在消灭中,非存在[也伴随而生]。由此,其他技术也不使用它;因为几何学家在探讨三角形时,并不说它是银制的或青铜制的或是任何其他此类事物,而是述说自体属于三角形的属性,即拥有等于两直角之[和]的三个角。同样地,建筑师也不说居住在这所房屋中的人将会幸运或勇敢。同样地,医生探讨的也不是财富,而是体质调和。并且他引证柏拉图作为自己看法的证人,柏拉图在某种意义上将偶性置于非存在的周围;而他妥当地补充了“在某种意义上”,因为偶性也拥有一种微弱的存在,或者因为诡辩家有时也探讨实体。随后,他列出了三条谬误推论,诡辩家企图依据这些谬误推论从偶性出发进行谬推,其中一条是出于两种偶性的。因为他们这样说:“音乐的与文法的究竟是同一的还是不同的?”如果我们说音乐的与文法的不同,他们就会把它们引入,并在单一基底中加以观照,例如在科里斯库斯身上观照音乐的与文法的。因此,既然这两者彼此不同,那么身为音乐的且文法的科里斯库斯本人也将与自己不同,而这是不可能的。
- 6.12τὰ γὰρ θεῖα τὰ ἀεὶ ὡσαύτως ἔχοντα παραγουσι
中性复数主语 τὰ θεῖα 接第三人称复数动词 παραγουσι(背离了古典时期中性复数主语使用单数动词的常规)。句中 τὰ ἀεὶ ὡσαύτως ἔχοντα 作 παραγουσι 的宾语(“始终处于同一状态的事物”)。
- 6.12ὁμοίως δὲ καὶ τῇ φθορᾷ τὸ μὴ εἶναι
此处省略了紧接前句 τῆς γὰρ φύσεως προηγουμένως ποιούσης τήνδε τὴν κρᾶσιν ἐπακολουθεῖ τὸ τοιόνδε χρῶμα 中的动词 ἐπακολουθεῖ(随伴),主语 τὸ μὴ εἶναι 与与格 τῇ φθορᾷ 构成补足结构(“同样地在消灭中,非存在[也随伴而生]”)。
- 6.12ἕνα μὲν ἐξ ἀμφοτέρων τῶν συμβεβηκότων
承接前文 τρεῖς παραλογισμοὺς τίθησι(列出三条谬误推论),宾格 ἕνα 作所隐含动词 τίθησι 的宾语,意为“[列出]出于两种偶性的一条[推论]”。
