← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§364.20-365.20

第一哲学的普遍性与偶性存在的排除

阿斯克勒庇俄斯依据《形而上学》卷E第1章末尾(1026a27–33),论述了探讨不动实体的第一哲学(神学)因其第一性而具有普遍性,随后根据第2章开头(1026a33)梳理了存在者的多种含义,并阐明为何各门具体学科与技术都不以偶性存在者为研究对象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.10

" Εἰ μὲν οὖν μή ἐστί τις ἑτέρα οὐσία." Εἰ μηδέν ἐστιν ἔξωθεν τῶν φυσικῶν πραγμάτων καὶ τῶν ἐν κινήσει ὄντων, ἡ φυσικὴ φιλοσοφία ἐστὶ πρώτη φιλοσοφία· εἰ δὲ καὶ ἔστι τις οὐσία ἀκίνητος, ὥσπερ καὶ ἔστιν, αὕτη ἐστὶ προτέρα φιλοσοφία καὶ πρώτη, καὶ διὰ τοῦτο καθόλου, ἐπειδὴ πρώτη, ἅτε δὴ πάντων ἔχουσα τὰς ἀρχὰς ἐν ἑαυτῇ·1 καὶ διὰ τοῦτο περὶ τοῦ ἁπλῶς ὄντος αὕτη διαλέγεται, καὶ τί ἐστι καὶ τὰ ὑπάρχοντα αὐτῷ, καθὸ ὄν ἐστιν, οἷον ὅτι ἐστὶ θεὸς καὶ προνοεῖται πάντων καὶ ὅτι οὐκ ἔστι στέρησις κυρίως.

“那么,如果不存在某种别的实体”如果自然事物与处于运动之中的事物之外别无他物,自然哲学就是第一哲学;但如果也存在某种不动的实体——正如确实存在的那样——,这一哲学就是更在先的哲学且是第一[哲学],并且正因如此,由于它是第一的,因而是普遍的,因为它自身之中确实拥有万物的本原;正因如此,它探讨端而言之的存在者,探讨它是什么以及在其作为存在者的范围内属于它的属性,例如神存在且眷顾万物,以及严格意义上并不存在缺乏。

§6.11

"Ἀλλ’ ἐπεὶ τὸ ὂν τὸ ἁπλῶς λεγόμενον λέγεται καὶ πολλαχῶς." Τὸ ἁπλῶς ὂν πολλαχῶς λέγεται, ἓν μὲν τὸ κατὰ συμβεβηκός, ὥσπερ φαμὲν τὸν φαλακρὸν οἰκοδομεῖν· οὐ γὰρ ᾗ φαλακρὸς οἰκοδομεῖ, ἀλλ’ ᾗ οἰκοδόμος. ἕτερον δὲ ὂν τὸ ὡς ἀληθὲς καὶ τὸ μὴ ὂν ὡς τὸ ψεῦδος· ὡς γὰρ πρὸς τὸ ἀληθὲς μὴ ὄν ἐστιν, οἷον ὅτι ἔστι Σωκράτης ὄντος αὐτοῦ ἀληθές, μὴ ὄντος δὲ ψεῦδος. παρὰ ταῦτα δέ ἐστι τὸ καθ’ αὑτὸ ὂν τὸ θεωρούμενον ἐν πάσαις ταῖς κατηγορίαις· διό φησιν οἷον τὸ μὲν τί, τὸ δὲ ποιόν, τὸ δὲ ποσόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. οἷον καθ’ αὑτὸ ὂν ἐν οὐσίᾳ ὁ ἄνθρωπος, ἐν ποσῷ τὸ μέγεθος, ἐν ποιῷ τὸ λευκόν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. πάλιν λέγεται τὸ ὂν τὸ κατ’ ἐνέργειαν καὶ τὴν δύναμιν. λέγεται δὲ τὸ σπέρμα δυνάμει βρέφος, τὸ μέντοι καὶ γενόμενον ἐνεργείᾳ λέγεται ὄν. ἐπειδὴ οὖν πολλαχῶς λέγεται τὸ ὄν, δεῖ ἡμᾶς πρῶτον περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος εἰπεῖν, τί ἐστι τὸ τοιοῦτον ὄν, ὅτι οὐδεμία τέχνη περὶ αὐτοῦ διαλέγεται, οὔτε ποιητικὴ οὔτε πρακτικὴ οὔτε θεωρητική· ἄπειρον γάρ τι καὶ ἀόριστον. οὔτε γὰρ ὁ ποιῶν οἰκίαν ποιεῖ ὅσα συμβαίνει ἅμα τῇ οἰκίᾳ γίνεσθαι· ἄπειρα γὰρ ταῦτα ὑπάρχουσι. τοῖς μὲν γὰρ ἡδεῖα γίνεται ἡ κτισθεῖσα οἰκία, τοῖς δὲ βλαβερά, ἄλλοις δὲ ὠφέλιμος· οὐδενὸς δὲ τούτων ποιητική ἐστιν ἡ οἰκοδομική. τὸν αὐτὸν δὲ τρόπον οὐδ’ ὁ γεωμέτρης θεωρεῖ τὰ οὕτως συμβεβηκότα τοῖς σχήμασιν, οἷον ὅτι τὰ μὲν τῶν τριγώνων δεξιὰ κεῖνται, τὰ δὲ ἀριστερά, οὐδ’ εἰ ἕτερόν τί ἐστι τρίγωνον καὶ τρίγωνον ἔχον δύο ὀρθαῖς ἴσας,2 ἀλλὰ μόνον σκοπεῖ τὰ καθ’ αὑτὸ τοῖς σχήμασιν ὑπάρχοντα, οἷον ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. καὶ ἡ ἰατρικὴ οὔ φησιν ὅτι τὸ σῶμα εὐτυχέστερον, τὰ δὲ περὶ τὰς κράσεις ἐπισκοπεῖ. οὕτω καὶ αἱ ἄλλαι πᾶσαι τέχναι τε καὶ ἐπιστῆμαι τὰ καθ’ αὑτὸ ὑπάρχοντα σκοποῦσιν· οὐ γὰρ δὴ τὰ κατὰ συμβεβηκός.

“但是,既然端而言之的存在者也有多种说法”端而言之的存在者有多种说法:其一是依偶性的存在者,正如我们说秃头的人在建房;因为他建房并不是就其为秃头而言,而是就其为建筑师而言。另一种存在者是作为真的存在者,而非存在者是作为假的存在者;因为相对于真而言[假]是非存在,例如在苏格拉底存在时说“苏格拉底存在”是真的,而在他不存在时则是假的。在这些之外,还有在一切范畴中被观照的自体存在者;因此他说,例如其一是“何物”,其一是“性质”,其一是“数量”,在其余范畴中也是同样。例如实体中的自体存在者是人,数量中是量度,性质中是白,在其余范畴中也是如此。此外,存在者还按现实与潜能被述说。种子被说成潜能上的婴儿,然而真正生成的事物则被称为现实中的存在者。因此,既然存在者有多种说法,我们必须首先论述依偶性的存在者,这样一种存在者是什么,并且没有任何技术探讨它——无论是制作性的、实践性的还是理论性的;因为它具有某种无限且不确定的性质。因为建造房屋的人并不制造所有与房屋一同碰巧产生的事物;因为这些事物是无限的。建成的房屋对某些人而言变得宜人,对另一些人而言则有害,对其他人则有益;但建筑术绝不是这些事物中任何一件的制作技术。同样地,几何学家也不观照如此依偶性发生于图形的事物,例如三角形中有的位于右侧,有的位于左侧,或者三角形与具有等于两直角之[角]的三角形是否是某种不同的事物,而仅仅考察自体属于图形的属性,例如任何三角形的三个角都等于两直角,在其他图形中也是如此。医术也不会说身体更加幸运,而是考察关于体质调和的事物。因此,所有其余的技术与科学同样考察自体属于的属性;因为它们绝不考察依偶性的事物。

语法注2 条
  1. 6.10καὶ διὰ τοῦτο καθόλου, ἐπειδὴ πρώτη, ἅτε δὴ πάντων ἔχουσα τὰς ἀρχὰς ἐν ἑαυτῇ

    这是一个多层原因结构:首先由表示原因的连词从句 ἐπειδὴ πρώτη(“既然它是第一的”)说明第一哲学为何是普遍的(καθόλου),随后由 ἅτε δή 加主格分词构成的分词短语(ἅτε δὴ πάντων ἔχουσα...)进一步补充解释其为何是第一的,即“因为它自身拥有万物的本原”。省略的主语是第一哲学。

  2. 6.11οὐδ’ εἰ ἕτερόν τί ἐστι τρίγωνον καὶ τρίγωνον ἔχον δύο ὀρθαῖς ἴσας

    在动词 θεωρεῖ 的宾语(即前面的宾格短语 τὰ οὕτως συμβεβηκότα τοῖς σχήμασιν)之后,连词 οὐδέ 引导了一个间接疑问从句 εἰ ἕτερόν τί ἐστι...(“或者是否……”)。从句内部的主语是由 τρίγωνον 与 τρίγωνον ἔχον δύο ὀρθαῖς ἴσας 并列构成的,询问两者彼此是否不同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:364.20-365.20