← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§363.6-364.19

理论科学的三分法与神学的至高性及普遍性

阿斯克勒庇俄斯注解《形而上学》卷E第1章,基于对象的脱离性与不动性阐明理论科学划分为自然学、数学与神学的三分法依据,确立了神学(第一哲学)的至高性,并引出第一哲学究竟是普遍科学还是专门研究某一特定本性的科学这一难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.7

" Ὅτι μέντοι ἔνια μαθήματα." Φησὶν ὅτι περὶ τὰ εἴδη ἡ μαθηματικὴ θεωρία, καθὸ ἀκίνητα ὑπάρχουσι καὶ χωριστά, ὥσπερ γεωμετρία καὶ ἀριθμητική. αὐτὸ γὰρ τὸ εἶδος ἐπισκοπεῖ τοῦ κύκλου ὡς χωριστόν, ὅπερ ἐστὶν ἀκίνητον, καὶ τὸ εἶδος τοῦ ἀριθμοῦ ὁ ἀριθμητικός. ὀπτικὴ μέντοι καὶ μηχανικὴ οὐκέτι ὁμοίως· περὶ κινητὰ γὰρ καταγίνονται καὶ ἔνυλα. τὸ γοῦν διαλεχθῆναι περὶ ἀϊδίων καὶ ἀκινήτων (πρόσκειται † ἔν τισι) θεωρητικῆς φιλοσοφίας ἐστὶ τῆς πρώτης, οὐ μέντοι φυσιολογίας· αὕτη γὰρ περὶ κινητῶν πραγμάτων διαλέγεται, τουτέστιν ἐν κινήσει τὸ εἶναι ἐχόντων. οὔτε δὲ ἡ μαθηματικὴ περὶ τῶν παντάπασι χωριστῶν διαλέγεται καὶ ἀκινήτων τῶν ἐχόντων τὴν οὐσίαν αὐτὴν καθ’ αὑτὴν ἄνευ ὕλης, ἀλλ’ ἡ προτέρα τούτων, τουτέστιν ἡ θεολογική, διαλέγεται περὶ τούτων. ἡ μὲν γὰρ φυσιολογία διαλέγεται περὶ ἀχωρίστων εἰδῶν ἀλλ’ οὐκ ἀκινήτων· τῆς δὲ μαθηματικῆς ἔνια περὶ ἀκίνητα, ὥσπερ γεωμετρία (καλῶς δὲ εἶπεν ἔνια διὰ τὴν ὀπτικήν), οὐ χωριστὰ δὲ ἴσως.1 πάλιν δὲ τὸ ἴσως προστέθεικε διὰ τοὺς Πλατωνικοὺς ὡς μέλλων δεικνύναι ὅτι οὐκ ἔστιν αὐτογραμμὴ ἐνυπόστατος ἢ ὑπάρχουσα αὐτὴ καθ’ αὑτήν, οὔτε δὲ αὐτοζῷον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων· ἐν ὕλῃ γὰρ τὸ εἶναι ἔχουσι ταῦτα, οἱ δὲ μαθηματικοὶ τῇ ἐπινοίᾳ αὐτὰ χωρίζουσιν. ἡ δὲ πρώτη φιλοσοφία καὶ περὶ χωριστὰ εἴδη καταγίνεται καὶ κατ’ οὐσίαν παντάπασιν ἀκίνητα· λέγει δὲ τοὺς νόας.

“然而某些数学学科”他说,正如几何学与算术一样,数学理论的研究是在形式是不动的且可分离的范围内关涉这些形式的。因为几何学家将圆的形式本身作为分离之物来考察,而圆的形式是不动的,算术家则考察数的形式。然而光学与机械学却不再是同样的情形;因为它们涉及运动的且处于质料之中的事物。无论如何,探讨永恒且不动的事物(在某些文本中添加了[此语])属于第一理论哲学,而不属于自然哲学;因为自然哲学探讨运动的事物,即在运动中具有存在的事物。数学也不探讨完全分离的、不动且在无质料的情况下自身具有实体的对象,而先于它们的科学,即神学科学,才探讨这些对象。因为自然哲学探讨不可分离但非不动的形式;而数学中的某些部分处理不动的事物,如几何学(他由于光学的缘故恰当地说了“某些”),但〔所处理的〕或许并非分离的事物。他又由于柏拉图派学者的缘故加上了“或许”,因为他即将证明并不存在自立存在的或自身存在的线自身,也不存在活物自身,在其他诸如此类的事物上也是同样;因为这些事物在质料中具有存在,而数学家在思想中将它们分离。然而第一哲学则关涉分离的形式且在实体上完全不动的事物;他所指的是诸理智。

§6.8

"Ἀνάγκη δὲ πάντα μὲν τὰ αἴτια ἀΐδια εἶναι." Φησὶν ὅτι πᾶσα ἀνάγκη τὰ αἴτια ἀΐδια εἶναι. εἰ γὰρ ὑποθώμεθα τὴν ἀρχὴν φθείρεσθαι, εἰς ἄλλην ἀρχὴν φθαρήσεται, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὥστε πᾶσα ἀνάγκη, φησί, τὰ αἴτια ἀΐδια εἶναι, μάλιστα δὲ τὰ πρῶτα καὶ αἴτια τῶν οὐρανίων, τουτέστι τὰς ἀρχὰς τῶν ἀρχῶν, φημὶ δὴ τὰς νοητὰς δυνάμεις. ὥστε τρεῖς καὶ μόναι ὑπάρχουσι θεωρητικαὶ φιλοσοφίαι, μαθηματική, φυσική, θεολογία. καὶ εἰκότως τὸ θεωρητικὸν εἰς τρία διήρηται ταῦτα, ὅτι προφανές ἐστι τοῦτο, ὅτι εἰ ἄρα που λέγεται εἶναι τὸ θεῖον, ἐν τῇ τοιαύτῃ φύσει ὑπάρχει, τουτέστι τῇ ἀΰλῳ καὶ ἀκινήτῳ· ὥστε καὶ τὴν τιμιωτάτην ἐπιστήμην, τουτέστι τὴν πρώτην φιλοσοφίαν, δεῖ καταγίνεσθαι περὶ τὸ τιμιώτατον γένος, τουτέστι περὶ τὸ ἄυλον καὶ ἀκίνητον καὶ νοητόν. εἰ οὖν αἱ θεωρητικαὶ ἐπιστῆμαι κρείττονές εἰσι τῶν πρακτικῶν, ἐπειδὴ καὶ τὰ μόρια τῆς ψυχῆς κρείττονα τὰ μεταχειριζόμενα (τὰ μὲν γὰρ πρακτικὰ προαίρεσις κατορθοῖ, τὰ δὲ θεωρητικὰ νοῦς, κρείττων δὲ ὁ νοῦς προαιρέσεως· τὸ γὰρ ἀκρότατόν ἐστιν, ὡς εἴρηται, τῆς ψυχῆς ὁ νοῦς) ἡ δὲ θεολογία κρείττων ἐστὶ τῶν ἄλλων ἐπιστημῶν2 ἅτε περὶ κρεῖττον μέρος καταγινομένη.

“而所有原因都必然是永恒的。” 他说,诸原因完全必然是永恒的。因为如果我们假设本原毁灭,它将毁灭为另一个本原,而这将进行至无穷;因此他说,诸原因完全必然是永恒的,尤其是作为天体诸事物之原因的第一原因,即诸本原的本原,我指的是诸理知能力。因此,理论哲学唯有三门:数学、自然哲学、神学。而理论部分被划分为这三门是合乎情理的,因为显而易见的是:如果神圣之物被说成在某处存在,它就存在于这样一种本性之中,即非质料且不动的本性;因此最尊贵的科学,即第一哲学,也必须关涉最尊贵的类,即非质料、不动且理知的类。因此,如果理论科学优于实践科学,既然运用它们的那部分灵魂也更优越(因为实践之事由抉择促成,理论之事由理智促成,而理智优于抉择;正如所说的那样,理智是灵魂的最高峰),那么神学作为关涉更优越部分的科学,也就优于其余诸科学。

§6.9

"Ἀπορήσειε γὰρ ἄν τις, πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία. " Τὴν ἀπορίαν δι’ ἣν τὴν θεωρίαν ἐκίνησε ταύτην λέγει. φησὶ γὰρ ἆρά γε ἡ πρώτη φιλοσοφία περὶ πάντα τὰ ὄντα καταγίνεται ἢ περί τι γένος καὶ φύσιν μίαν. οὔτε γὰρ ἐν ταῖς μαθηματικαῖς ἐπιστήμαις ὁ αὐτὸς τρόπος ἐστίν· ἡ μὲν γὰρ καθόλου μαθηματικὴ περὶ πάντα τὰ μαθηματικὰ καταγίνεται, ἡ δὲ μερικὴ περὶ μίαν φύσιν, οἷον, ὡς φησιν αὐτός, γεωμετρία καὶ ἀστρολογία περί τινα φύσιν μερικὴν ὑπάρχει, ἡ μὲν περὶ μεγέθη, ἡ δὲ περὶ ἄστρα, ἡ δὲ καθόλου κοινή ἐστι πασῶν, ὡς εἴρηται. οὕτως οὖν καὶ ἡ πρώτη φιλοσοφία ὡς ἔχουσα τὰς ἀρχὰς τῶν ὄντων περὶ πάντων ἁπλῶς διαλέγεται.

“因为有人可能会产生疑问,究竟第一哲学是”他陈述了他提出这一探讨所针对的疑难。因为他问:第一哲学究竟是关涉所有存在者,还是关涉某一个类和单一的本性。因为在数学诸科学中情形也并非完全相同:普遍数学关涉所有数学对象,而部分数学则关涉单一本性,例如正如他本人所言,几何学与天文学关涉某种特定的部分本性,前者关涉量度,后者关涉星体,而普遍数学正如所言则是对所有学科共通的。因此,第一哲学同样作为拥有存在者诸本原的学科,不加限定地探讨一切事物。

语法注2 条
  1. 6.7τῆς δὲ μαθηματικῆς ἔνια περὶ ἀκίνητα, ὥσπερ γεωμετρία (καλῶς δὲ εἶπεν ἔνια διὰ τὴν ὀπτικήν), οὐ χωριστὰ δὲ ἴσως

    句首的属格 τῆς μαθηματικῆς 为部分属格,修饰主语 ἔνια(中性复数代词)。末尾的短语 οὐ χωριστὰ δὲ ἴσως 为与介词 περί 的宾语 ἀκίνητα 并列的宾格短语(省略了动词[καταγίνεται]等),意为“但[关于]或许并非分离的事物”。副词 ἴσως 作为插入成分,体现了亚里士多德针对柏拉图派对数学对象可分离性所持的保留态度。

  2. 6.8εἰ οὖν αἱ θεωρητικαὶ ἐπιστῆμαι κρείττονές εἰσι τῶν πρακτικῶν (...) ἡ δὲ θεολογία κρείττων ἐστὶ τῶν ἄλλων ἐπιστημῶν

    该条件句结构中,条件从句(εἰ οὖν ...)之后插入了较长的因果解释分句(ἐπειδὴ καὶ τὰ μόρια...),随后主句(归结从句)由连词 δέ 引出(ἡ δὲ θεολογία κρείττων ἐστὶ)。这是归结句中 δέ(apodotic δέ)的典型用法,用于恢复主干并在较长的前置从句后形成呼应与对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:363.6-364.19