- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:361.38-363.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐释了自然事物的定义必须包含质料与活动(以朝天鼻为例),并由此引申出可分离灵魂的存在;随后论证了自然哲学与数学皆属理论科学,并引出亚里士多德对柏拉图数学对象自立说之批判。
" Δεῖ δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον πῶς ἐστι μὴ λανθάνειν." Δεῖ δὲ τὸν φυσικὸν εἰδέναι τὸν ὁρισμὸν τοῦ πράγματος, περὶ οὗ ποιεῖται τὸν λόγον, καὶ τὰς διαφορὰς αὐτοῦ (ἄνευ γὰρ τούτων τὸ ἀληθὲς οὐ κατορθοῖ), ὥσπερ καὶ τὸν οἰκοδόμον δεῖ εἰδέναι τὴν διαφορὰν τῶν λίθων καὶ τῶν ξύλων, καὶ τὸν ἰατρὸν τὰς διαφορὰς τῶν σωμάτων καὶ τῶν κράσεων, εἰ μέλλοι τῷ ὄντι ἰατρὸς εἶναι. φησὶν οὖν ὅτι οἱ μὲν τῶν ὁρισμῶν οὕτως ὑπάρχουσιν ὡς τὸ σιμὸν τὸ ἐν ῥινί, μηδὲ τῇ ἐπινοίᾳ δυνάμενοί ποτε χωρίζεσθαι τῆς ὕλης, οἱ δὲ ὡς τὸ κοῖλον, δυνάμενοι κατ’ ἐπίνοιαν χωρισθῆναι. διό φησιν ὅτι διαφέρουσιν ἀλλήλων ταῦτα, ὅτι τὸ μὲν σιμὸν συνειλημμένον ἐστίν, ἀντὶ τοῦ οὐδὲ κατ’ ἐπίνοιαν χωρίζεται τῆς ὕλης, ἅτε δὴ μετὰ τῆς ὕλης ὑπάρχον (ἔστι γὰρ τὸ σιμὸν οὐδὲν ἕτερον ἢ κοίλη ῥίς), ἡ δὲ κοιλότης ἄνευ ὕλης αἰσθητῆς ὑπάρχει. καλῶς δὲ εἶπε τὸ αἰσθητῆς διὰ τὸν ὁρισμόν, ὥσπερ αἱ προτάσεις εἶναι ὕλη λέγονται τοῦ συλλογισμοῦ· οὕτως δὲ καὶ ὁ ὁρισμὸς ἕτερον ὂν τοῦ εἴδους ὕλη γίνεται τῆς κοιλότητος. οὗτος δὲ ὁ λόγος, διὸ οὐκ αἰσθητὸν πρᾶγμα ὑπάρχει· ἐὰν δὲ εἴπω σχῆμα ἐπίπεδον τοιῶσδε ὑπάρχον, λόγον εἶπον μὴ προσχρησάμενος αἰσθήσει. εἰ τοίνυν πάντα τὰ φυσικὰ πράγματα ὁμοίως τῷ σιμῷ λέγεται, οἷον ῥίς, ὀφθαλμός, πρόσωπον, σάρξ, ὀστοῦν, καὶ τὰ ἄλλα τοῦ ζῴου μόρια οὔτε κατ’ ἐπίνοιαν δυνάμενα χωρισθῆναι ἀλλ’ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ θεωρούμενα, ὁμοίως δὲ καὶ ἐπὶ φύλλου καὶ φλοιοῦ καὶ συκῆς καὶ ἁπλῶς φυτοῦ (ὁ γὰρ ὁρισμὸς αὐτῶν οὐ δύναται ἀποδοθῆναι ἄνευ κινήσεως, τουτέστιν ἐνεργείας, ὡς ἐλέγομεν· τὰ μὲν γὰρ τεχνητὰ δυνατὸν ὁρίσασθαι ἄνευ τῆς αὐτῶν ἐνεργείας· ἀκίνητα γὰρ ὑπάρχουσι· τὰ μέντοι γε φυσικὰ οὐ δυνατόν), ὥστε ἐντεῦθεν μεμαθήκαμεν1 πῶς δεῖ ὁρίζεσθαι τὰ φυσικὰ πράγματα, ὅτι μετὰ τοῦ σχήματος, μνημονεύειν δὲ καὶ τῆς ἐνεργείας αὐτῶν. διὸ καὶ ἐνίας τῶν ψυχῶν οὕτω δεῖ ὁρίζεσθαι, ὅσαι μὴ δύνανται ἄνευ ὕλης εἶναι, ὥσπερ τὴν φυσικήν. ἀνακηρύττει τοίνυν τὴν ἑαυτοῦ διάνοιαν καὶ ἐντεῦθεν ὁ Ἀριστοτέλης περὶ τῆς ἀθανασίας τῆς λογικῆς ψυχῆς, ὅτι οἶδε ψυχὴν καὶ χωριστὴν ὕλης, εἴ γε φησὶν ἐνταῦθα ὅτι ὅση μὴ ἄνευ τῆς ὕλης ἐστὶν ὡς οὐσία καὶ χωριστὴ ψυχή.2
“但不应当忽略本质以及定义是怎样的。” 自然哲学家必须知晓他所论及的事物的定义及其差异(因为缺少了这些,他就无法准确把握真理),正如建筑工必须知晓石头与木材的差异,医生若要真正成为医生也必须知晓身体与气质的差异一样。于是他说,在诸定义中,有些如同鼻子中的朝天鼻那样存在,甚至在理知构想中也绝不能脱离质料而被分离;另一些则如同凹陷那样存在,能够在理知构想中被分离。因此他说,这两者彼此不同,是因为朝天鼻是结合在一起的,也就是甚至在理知构想中也不能脱离质料而被分离,因为它确实是与质料一同存在的(因为朝天鼻无非就是凹陷的鼻子);而凹陷的存在则不带有可感质料。他由于定义而恰当地加上了“可感的”一词,正如前提被称为三段论的质料一样;定义本身与形式相异,同样也构成了凹陷的质料。而这一定义(言说)正因如此并非可感事物;如果我说“如此这般存在的平面图形”,我就是在不附加运用感觉的情况下说出了这一定义。既然所有自然事物都如同朝天鼻一样被述说——例如鼻子、眼睛、面部、肉、骨以及动物的其他各部分,甚至在理知构想中也不能被分离,而是在同一个底层主体中被观察;同样在树叶、树皮、无花果树以及一般的植物中也是如此(因为正如我们所言,它们的定义在脱离运动即活动的情况下是无法给出的;人工造物尚可脱离其自身的活动而被定义,因为它们是不动的,然而自然事物却不可能)——以至于我们由此得知了应当如何定义自然事物,即应当连同形状一起定义,并且必须提及它们的活动。因此对于某些灵魂,即那些不能脱离质料而存在的灵魂,比如自然的灵魂,也必须这样定义。于是亚里士多德也由此表明了他关于理智灵魂不灭的见解,即他也承认存在脱离质料的灵魂,只要他在这里说到“凡不脱离质料者”,就意味着存在着作为实体且可分离的灵魂。
"Ὅτι μὲν οὖν ἡ φυσικὴ θεωρητική ἐστι, δῆλον3 ἐκ τούτων." Ἐντεῦθεν συνάγει τὰ εἰρημένα καί φησιν ὅτι φανερὸν ἡμῖν γέγονεν ὅτι ἡ φυσικὴ θεωρητικὴ ἐπιστήμη ἐστίν· οὔτε γὰρ πρακτικὴ δύναται εἶναι οὔτε ποιητική, ὡς καὶ τῇ προτεραίᾳ εἴρηται· ἡ μὲν γὰρ ἔξωθεν ἔχει τὰ ποιητικὰ αἴτια, ἡ μέντοι γε φυσικὴ ἐν ἑαυτῇ, ἀρχὴ κινήσεως καὶ ἠρεμίας ὑπάρχουσα. δῆλον δ’ ὅτι καὶ ἡ μαθηματικὴ θεωρητική ἐστιν ἡ κυρίως· οὐδὲν γὰρ πράττει, εἰ μήτι γε αἱ ὑποβεβηκυῖαι αὐτήν, οἷον μηχανικὴ καὶ ὅσαι τοιαῦται ὑπάρχουσιν. ἡ μέντοι γε μαθηματικὴ εἰ περὶ χωριστὰ εἴδη καταγίνεται καὶ κατ’ οὐσίαν ἀκίνητα, οὔπω δῆλον, ἐπειδὴ μέλλει προϊὼν διελέγξαι ταύτην τὴν δόξαν. ἐνίσταται δὲ πρὸς Πλάτωνα λέγοντα εἶναι αὐτογραμμὴν ἐν ὑποστάσει καὶ κύκλον καὶ αὐτοζῷον αὐτὰ καθ’ αὑτὰ ὑπάρχοντα, πρὸς ἃ ἀφορῶν ὁ δημιουργὸς παράγει ἃ παράγει· εἰ μήτι γε διὰ τούτων λόγον τινὰ ἐδήλου καὶ οὐκ οὐσίας αὐτὰς καθ’ αὑτὰς ὑπαρχούσας, εἰς ἃς ἀποβλέπων ὁ δημιουργὸς παράγει ἃ ποιεῖ.
“因此,自然科学是理论性的,从这些讨论中便显而易见了。” 由此他总结了前述内容,并说我们已经清楚看到自然哲学是一门理论科学。因为它既不能是实践的,也不能是创制的,正如前一天所说的那样;创制性科学的创制原因在外部,然而自然科学的原因在自身之内,作为运动与静止的本原。显而易见,严格意义上的数学也是理论性的;因为它不从事任何实践行动,除非是其从属学科,如机械学以及诸如此类的学科。然而数学是否关涉分离的形式以及在实体上不动的事物,目前尚不清楚,因为随着论述展开,他即将驳斥这种见解。他在此反驳了柏拉图,后者声称存在着自立存在的线自身、圆以及活物自身,造物主正是参照这些而产生出他所产生的事物;除非柏拉图通过这些表达所指的是某种理性原则(逻各斯),而不是指造物主在制造其作品时所注视的自立存在的实体。
- 6.5εἰ τοίνυν πάντα τὰ φυσικὰ πράγματα ὁμοίως τῷ σιμῷ λέγεται... ὥστε ἐντεῦθεν μεμαθήκαμεν
由 εἰ τοίνυν 引导的条件从句因插入了动物与植物各部分的例举以及与人工造物的对比,篇幅被大幅拉长,导致后文直接由 ὥστε(“以至于……”)引出主句性质的结论,形成了破格句(anacoluthon)。其逻辑骨架为:“如果所有自然事物都如同朝天鼻一样,那么我们就懂得自然事物必须结合形状与活动来定义”。
- 6.5εἴ γε φησὶν ἐνταῦθα ὅτι ὅση μὴ ἄνευ τῆς ὕλης ἐστὶν ὡς οὐσία καὶ χωριστὴ ψυχή
在 εἴ γε(“只要/既然”)引导的从句中,引用了亚里士多德的原话(ὅση μὴ ἄνευ τῆς ὕλης ἐστίν,“凡不脱离质料者”),其主句谓语存在省略。句末的 ὡς οὐσία καὶ χωριστὴ ψυχή 表明了阿斯克勒庇俄斯的诠释补充,即“意指存在着作为实体且可分离的灵魂”;亚里士多德正是通过对“不脱离质料的灵魂”做出限定,反向暗示了分离存在的理性灵魂。
- 6.6ἡ μέντοι γε μαθηματικὴ εἰ περὶ χωριστὰ εἴδη καταγίνεται καὶ κατ’ οὐσίαν ἀκίνητα, οὔπω δῆλον
主题 ἡ μέντοι γε μαθηματική 以主格形式置于由间接疑问连词 εἰ(“是否”)引导的从句之前,形成了先置(prolepsis / 话题化)。全句的句法骨架为:“数学是否关涉分离的形式……尚不清楚(οὔπω δῆλον)”。
