- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:360.29-361.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯依据亚里士多德,阐述了三门理论科学(第一哲学、自然哲学与数学)在探讨对象(分离与否、不动或运动)上的区别,论证了定义中引入功能活动的必要性,并结合本原的永恒性说明了第一哲学为何能够探讨一切存在者。
" Δεῖ δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον πῶς ἐστι μὴ λανθάνειν, ὡς ἄνευ γε τούτου τὸ ζητεῖν μηδὲν ποιεῖν ἐστιν." Δείξας διὰ τῶν προλαβόντων ὅτι οὐ καταγίνεται ἡ φυσικὴ περὶ πάντα τὰ ὄντα ἀλλὰ περὶ μόνα τὰ ἐν κινήσει ὑπάρχοντα (οὐ γὰρ δήπου διαλέγεται καὶ περὶ τῶν ἀύλων καὶ ἀκινήτων, ὥστε οὐ μόνη ἐστὶν ἡ φυσιολογία), ἐντεῦθεν λοιπὸν ἀποδίδωσι τὴν διαφορὰν τῆς πρώτης φιλοσοφίας καὶ τῆς φυσιολογίας καὶ τῆς μαθηματικῆς· αἱ τρεῖς γὰρ αὗται ἐπιστῆμαι θεωρητικαὶ ὑπάρχουσι μόναι· καί φησιν ὅτι ἡ πρώτη φιλοσοφία καταγίνεται περὶ τὰ ἄυλα καὶ χωριστὰ τῆς ὕλης παντελῶς καὶ ἀκίνητα, ἡ μέντοι γε φυσιολογία καταγίνεται περὶ τὰ ἔνυλα εἴδη τὰ παντελῶς ἀχώριστα τῆς ὕλης καὶ περὶ τὰ ἐν κινήσει θεωρούμενα, ἡ μέντοι γε μαθηματικὴ καὶ αὐτὴ καταγίνεται περὶ τὰ εἴδη τὰ ἀχώριστα τῆς ὕλης, ἅτινα καὶ αὐτὰ κατὰ μὲν οὐσίαν ἀχώριστα ὑπάρχουσι, τῇ δὲ ἐπινοίᾳ δυνατόν ἐστι ταῦτα χωρίσαι ἐκ τῆς ὕλης. χωρίζει γὰρ τὸ εἶδος τοῦ κύκλου ὁ μαθηματικός, καὶ οὕτως αὐτὸ ὁρίζεται σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον· διὸ καὶ ἐφαρμόττει ὁ ὁρισμὸς οὗτος παντὶ κύκλῳ μεγίστῳ καὶ ἥττονι. δεῖ οὖν τὸν φυσικὸν διαλέγεσθαι περὶ τῶν ἐνύλων εἰδῶν καὶ λέγειν καὶ τὰς διαφορὰς αὐτῶν, οἷον οὐ μόνον δεῖ λέγειν περὶ τοῦ σχήματος τῆς χειρὸς ὅτι τοιόνδε, ἀλλὰ καὶ περὶ τῆς ἐνεργείας αὐτῆς, οἷον ὅτι ἐστὶν ἀντιληπτικὴ καὶ ἀποβλητική· εἰ γὰρ μόνον περὶ τοῦ σχήματος εἴποι, οὐδὲν ἕτερον λέξει ὡς ἂν εἰ καὶ περὶ χειρὸς ἀνδριάντος διαλέξεται.1 ὁμοίως δὲ καὶ ἐπὶ ὀφθαλμοῦ οὐ μόνον δεῖ λέγειν ὅτι σφαιρικός ἐστιν, ἀλλὰ καὶ τῆς ἐνεργείας αὐτοῦ δεῖ μνημονεύειν, ὅτι τὸ ἀντιληπτικὸν τῶν χρωμάτων. ὥστε δεῖ τὸν φυσικὸν μὴ μόνον τῶν σχημάτων μνημονεύειν, ἀλλὰ καὶ τῶν ἐνεργειῶν τῶν μορίων, ἐπεὶ οὕτως οὐδὲν ἔσται ὁριζόμενος,2 εἰ μήτι γε ὁμωνύμως, καθάπερ εἰρήκαμεν. ὡς οὖν εἴρηται, ὁ μὲν φυσικὸς περὶ τῶν ἀχωρίστων εἰδῶν παντελῶς διαλέξεται, ὁ μέντοι γε μαθηματικὸς περὶ τῶν ἀχωρίστων μὲν κατ’ οὐσίαν, τῇ δὲ ἐπινοίᾳ χωριζομένων. διὸ ἡ μὲν σιμότης, ὅτι κοίλανσις ἐν ῥινί, οὐδὲ κατ’ ἐπίνοιαν δύναται νοηθῆναι (οὐ θεωρεῖται γὰρ ἄνευ ῥινός ποτε), ἡ μέντοι γε κοιλότης ἐν πλείοσιν ὑποκειμένοις θεωρεῖται, καὶ ἐν ῥινὶ καὶ ἐν ἐπιφανείᾳ, καὶ διὰ ταύτην τὴν αἰτίαν δυνατὸν καὶ κατ’ ἐπίνοιαν αὐτὴν χωρίσαι τοῦ ὑποκειμένου. εἶτα λοιπὸν ἀπορεῖ λέγων ὅτι πῶς φαμεν τὴν πρώτην φιλοσοφίαν περὶ πάντων τῶν ὄντων ἁπλῶς διαλέγεσθαι ᾗ ὄντα ἐστίν· οὐ γὰρ περὶ πάντων τῶν ὄντων διαλέγεται· οὐ γὰρ δήπου καὶ περὶ τῶν φυσικῶν καὶ τῶν ἐν κινήσει ὄντων, ἀλλὰ περὶ μόνων τῶν ἀύλων καὶ ἀκινήτων. λέγομεν οὖν πρὸς τοῦτο ὅτι καθὸ μὲν περὶ ἀύλων μόνων διαλέγεται, περὶ μερικῶν μόνων διαλέγεται, καθὸ δὲ τὰ ἄυλα ταῦτα καὶ ἀκίνητα ἀρχαί εἰσι τῶν πάντων καὶ πηγαί (δεῖ γὰρ πρὸ τῶν κινουμένων εἶναι τὰ ἀκίνητα), δῆλον ὅτι περὶ πάντων τῶν ὄντων διαλέγεται. εἶτα περὶ τῶν ἀρχῶν φησιν, ἐξ ὧν τοῖς ἄλλοις τὸ εἶναι.3 ταύτας δὲ τὰς ἀρχὰς ἀνάγκη ἀιδίους εἶναι. εἰ γάρ, φησίν, ὑποθώμεθα αὐτὰς φθείρεσθαι, εἰς ἐκείνας ἀναλυθήσονται, ἐξ ὧν καὶ γεγόνασιν, ὥστε εἰς ἑτέρας ἀρχάς, καὶ περὶ ἐκείνων πάλιν ἐρωτήσω εἰ ἄφθαρτοί εἰσιν ἢ φθαρταί. εἰ μὲν οὖν ἀίδιοι, ἔχω τὸ ζητούμενον, εἰ δὲ φθαρταί, ἐπ’ ἄπειρον πρόεισι, καὶ οὕτως ἀναιρεῖται γένεσις διὰ τὸ μὴ δύνασθαι ἐπεξιέναι τὸ ἄπειρον.
“但不应当忽略本质以及定义是怎样的,因为缺少了这一点,探求就等于无所作为。” 在前面证明了自然科学并非关涉所有存在者,而仅关涉处于运动之中的存在者(因为自然哲学绝不探讨非质料的和不动的存在,所以自然哲学并非唯一的[科学])之后,他由此进而指出了第一哲学、自然哲学与数学之间的区别;因为唯独这三门科学是理论性的。并且他说,第一哲学关涉的是非质料的、完全与质料分离的且不动的事物;然而自然哲学关涉的是完全与质料不可分离的质料形式,以及在运动中所观察到的事物;而数学本身也关涉与质料不可分离的形式,这些形式就其实体而言固然是不可分离的,但在理知构想中却能够将它们从质料中分离出来。因为数学家将圆的形式分离出来,并由此将它定义为由单一线条所包围的平面图形;因此这一定义适用于任何一个最大的或较小的圆。所以,自然哲学家必须探讨质料形式,并指出它们的差异:例如不仅应当说明手的形状是如此这般的,而且还应当说明它的活动,比如它是用于抓取和放开的;因为如果他仅仅谈论形状,那他所说的与讨论雕像的手将没有任何区别。同样,在眼睛的例子中,不仅应当说明它是球形的,而且还必须提及它的活动,即它是感知颜色的。因此,自然哲学家不仅应当提及形状,还必须提及各部分的活动,否则,正如我们所说,除了同名异义的情况之外,他将什么也没有定义。因此正如所说,自然哲学家探讨的是完全不可分离的形式,而数学家探讨的是就其实体而言不可分离、但在理知构想中可被分离的形式。所以,朝天鼻既然是鼻子中的凹陷,甚至在理知构想中也不能〔脱离鼻子〕被设想(因为绝不能没有鼻子而观察到它),然而凹陷本身却能在多个底层主体中被观察到,既在鼻子中也在平面上,由于这个原因,在理知构想中将它与底层主体分离开来是可能的。随后,他提出疑难说:我们怎么能说第一哲学单纯探讨一切存在者就其作为存在者而言呢?因为它并没有探讨所有的存在者;因为它绝没有探讨自然事物和处于运动中的事物,而仅仅探讨非质料的和不动的事物。因此我们对此回答说:就其仅仅探讨非质料的事物而言,它探讨的仅仅是部分事物;但就这些非质料且不动的事物乃是一切事物的本原和源泉而言(因为在受动之物之前必定存在不动之物),显而易见它是探讨一切存在者的。接着他论及各本原,其他事物的存在正是源于这些本原。而这些本原必须是永恒的。因为他说,如果我们假设它们会消灭,它们就会分解为它们所由产生的事物,从而分解为其他本原,而对于那些本原我将再次询问它们是不灭的还是会消灭的。如果它们是永恒的,我就得到了所寻求的东西;但如果它们是会消灭的,就会走向无穷,这样由于不可能遍历无穷,生成本身就会被取消。
- 6.4ὡς ἂν εἰ καὶ περὶ χειρὸς ἀνδριάντος διαλέξεται
连词 ὡς ἂν εἰ 后面接直陈式将来时 διαλέξεται。此处没有使用直陈式过去时(非真实条件)或祈愿式,而是使用将来时直陈式来引导一个假设性的比拟从句(“就如同他讨论雕像的手一样”)。
- 6.4ἐπεὶ οὕτως οὐδὲν ἔσται ὁριζόμενος
由系动词 ἔσται 与现在分词 ὁριζόμενος 结合构成的迂回将来时结构,强调结果性的状态:“他将什么也没有定义”。
- 6.4εἶτα περὶ τῶν ἀρχῶν φησιν, ἐξ ὧν τοῖς ἄλλοις τὸ εἶναι
动词 φησιν 所陈述的内容由介词短语 περὶ τῶν ἀρχῶν 引出,关系从句 ἐξ ὧν τοῖς ἄλλοις τὸ εἶναι 中省略了系动词(ἐστί),其中 τοῖς ἄλλοις 与冠词加不定词 τὸ εἶναι 构成领有与格结构。
