- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:359.9-360.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯阐明了各门专门科学对其本原以及研究对象的存在与本质并不做证明,而只是作为假设,而第一哲学则探求这些本原;随后他指出,自然学因其对象包含内在运动本原而被归类为理论科学。
" Αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῶν ὄντων ζητεῖται." Ἀνιχνεῦσαι βουλομένη ἡ πρώτη φιλοσοφία τὰς ἀρχὰς καὶ τὰ αἴτια τῶν ὄντων, καθὸ ὄντα ἐστίν.1 οὐ μόνον δὲ αὕτη ἀλλὰ καὶ πᾶσα ἐπιστήμη, οἷον ὡς ἐπὶ ἰατρικῆς ἔστι τι αἴτιον ὑγιείας καὶ εὐεξίας τὸ ἔχειν τοὺς χυμοὺς ἄριστα κεκραμένους, δῆλον ὅτι ἐναντίους νόσου. ὁμοίως δὲ καὶ τῶν μαθημάτων εἰσὶν ἀρχαί, οἷον γεωμετρίας, ὅτι ἀμερὲς τὸ σημεῖον καὶ ὅτι ἡ γραμμὴ ἀπλατὴς ὑπάρχει, καὶ καθόλου φάναι πᾶσα ἐπιστήμη διανοητική, τουτέστιν ἡ λόγῳ μόνῳ χρωμένη, ὥσπερ γεωμετρία, ἢ μετέχουσά τι διανοίας, ὥσπερ ἡ λογικὴ ἢ καὶ ἔργῳ χρωμένη, τουτέστιν αἰσθήσει, καθάπερ ἡ ἁρμονική (κέχρηται γὰρ καὶ ἀκοῇ πρότερον) περὶ ἀρχὰς καταγινομένη ἢ ἀκριβεστέρα καὶ ὥσπερ λόγῳ μόνῳ χρωμένη, ἢ ἁπλουστέρα ὡς λόγῳ καὶ αἰσθήσει. πᾶσαι δὲ αὗται αἱ τέχναι περὶ μερικόν τι ὂν καταγίνονται, οἷον ἡ ἰατρικὴ περὶ τὸ ἀνθρώπινον σῶμα, ἀστρονομία περὶ τὸ οὐράνιον σῶμα, γεωμετρία περὶ τὰ μεγέθη· περὶ δὲ τοῦ ἁπλῶς ὄντος οὐδεὶς ἐξ αὐτῶν, φησίν, οὐδὲ καθὸ ὄν, οὔτε δὲ πάλιν τοῦ τί ἐστι λόγον ποιοῦνται, οἷον ὁ γεωμέτρης οὐκ ἀποδείκνυσι τὴν οἰκείαν ἀρχήν· οὐ λέγει γὰρ τί ἐστι σημεῖον, ἀλλ’ ὁμολογούμενον αὐτὸ λαμβάνει ὅτι ἀμερὲς ὑπάρχει· ὁμοίως δὲ καὶ ἰατρικὴ καὶ αἱ ἄλλαι πᾶσαι ἐπιστῆμαι. καὶ εἰκότως τοῦτο ποιοῦσιν· οὐδὲ γὰρ δυνατόν ἐστι τὰς ἀρχὰς ἀποδεῖξαι, ἐπεὶ κἀκεῖναι ἔσονται ἀποδεικταί, καὶ οὕτως ἐπ’ ἄπειρον ὁδεύσομεν, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ. τὰς ἀρχὰς οὖν αἱ μὲν τῶν ἐπιστημῶν ἐξ αἰσθήσεως ποιοῦνται δήλας, ὥσπερ ὁ ἀστρονόμος ὅτι σφαιρικόν ἐστι τὸ σχῆμα τοῦ οὐρανοῦ ἐκ τοῦ ὁρᾶν τοὺς ἀστέρας ἐκ τῶν αὐτῶν τόπων ἀεὶ ἀνατέλλοντας καὶ δύνοντας, καὶ ὅσα εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ τῆς Μεγάλης συντάξεως· ἄλλαι δὲ ὑπόθεσιν λαβοῦσαι τὸ τί ἐστιν, ὥσπερ γεωμετρία ὅτι ἀμερὲς τὸ σημεῖον, οὕτω λοιπὸν τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῷ γένει, τουτέστι τῷ ὑποκειμένῳ περὶ οὗ διαλέγονται, τὰς ἀποδείξεις ποιοῦνται, ὡς γεωμετρία ἀποδείκνυσιν ἐν τῷ πρώτῳ θεωρήματι καὶ δευτέρῳ καὶ τοῖς ἐφεξῆς, ἢ ἀναγκαιότερον, ὥσπερ αἱ λόγοις χρώμεναι, ἢ μαλακώτερον, ὥσπερ αἱ λόγῳ καὶ αἰσθήσει. καὶ ἐκ τῆς τοιαύτης ἐπαγωγῆς οὐκ ἔστιν ἀπόδειξις οὔτε οὐσίας οὔτε τοῦ τί ἐστιν· οὐ γὰρ ἀποδείκνυσιν ὁ ἀριθμητικὸς ὅτι εἰσὶν ἀριθμοί, οὐδ’ ὁ γεωμέτρης ὅτι εἰσὶ μεγέθη, ἀλλὰ ταῦτα ὡς ὁμολογούμενα λαμβάνει. οὔτε δὲ τὸ τί ἐστι· τῶν γὰρ ὁρισμῶν οὐκ ἔστιν ἀπόδειξις· οὐ γὰρ ἀποδείκνυσιν ὁ γεωμέτρης τί ἐστι τὸ σημεῖον ἢ τί ἐστι γραμμή, ἀλλ’ ὅτι ἐστὶ μόνον ὑποτίθεται. διὰ τοῦτο οὖν, ὡς εἴρηται, οὐκ ἀποδεικνύουσιν, εἴτε ἐστὶ τὸ ὑποκείμενον αὐτοῖς εἴτε μή ἐστιν, οἷον, ὡς εἰρήκαμεν, οὐ δείκνυσιν ὁ γεωμέτρης ὅτι εἰσὶ μεγέθη, ἀλλ’ ὡς ὁμολογούμενον τοῦτο λαμβάνει. τῆς αὐτῆς γάρ ἐστι διανοίας τὸ εἰπεῖν εἰ ἔστι καὶ τί ἐστι· πρότερον γὰρ τὸ εἰ ἔστι τοῦ τί ἐστι. πῶς οὖν δυνατὸν αὐτοὺς ἀποδεῖξαι τὸ τί ἐστι, μὴ ἀποδείξαντας ὅλως τὸ εἰ ἔστι μέγεθος;2
“寻求存在者的本原与原因。” 第一哲学意图探求存在者就其作为存在者而言的本原与原因。不仅第一哲学如此,而且一切科学皆然;例如在医学中,健康与良好状态的原因在于体液处于最佳调和状态,这显然与疾病相反。同样,数学学科也有本原,例如几何学中,点是无部分的,线是没有宽度的;概括地说,一切理知科学——即仅运用理性的科学,如几何学;或在某种程度上分有理智的科学,如逻辑学;或兼具实际操作(即感觉)的科学,如和声学(因为它首先也运用听觉)——都关涉于本原,或者更加精确,如仅运用理性的科学;或者更加质朴,如同时运用理性与感觉的科学。然而,所有这些技艺所关涉的都是某种具体的部分存在者,例如医学关涉人体,天文学关涉天体,几何学关涉量度;但是他说,它们之中没有一门探讨单纯的存在者,也不就其作为存在者而言进行探讨,更不给出关于“是什么”的说明。例如几何学家并不证明他特有的本原;因为他不说什么是点,而是将它作为公认的前提,设定它是无部分的;医学及所有其他科学亦复如是。它们这样做是完全合理的;因为要证明本原是不可能的,否则这些本原也将需要被证明,这样我们就会走向无穷,正如在《后分析篇》中所说的那样。因此,某些科学是依据感觉使本原变得明晰的,例如天文学家通过观察到星辰总是从相同的地方升起与落下,以及依据在《天文学大成》第一卷中所论述的一切,来明晰天空的形状是球形的;而另一些科学则把“是什么”当作假设,例如几何学假设点是无部分的,然后在此基础上对属于该属(即它们所探讨的底层主体)的本质属性进行证明,就像几何学在第一个定理、第二个定理及后续定理中所证明的那样——或者更具必然性,如运用理性的科学;或者更宽松,如兼具理性与感觉的科学。而且从这种归纳中,既不存在关于实体的证明,也不存在关于“是什么”的证明;因为算术家并不证明数是存在的,几何学家也不证明量度是存在的,而是将这些作为公认的事实接受下来。对于“是什么”也没有证明;因为定义是没有证明的;几何学家并不证明什么是点或什么是线,而只是假定它们存在。因此,正如所说,他们并不证明他们所面对的主体究竟存在还是不存在;例如正如我们所说的,几何学家并不证明量度的存在,而是将此作为公认的前提。因为指出其是否存在与指出其是什么,属于同一种理智能力;毕竟,“是否存在”先于“是什么”。那么,在根本没有证明量度是否存在的情况下,他们又怎能去证明它是什么呢?
"Ἐπεὶ δὲ καὶ ἡ φυσικὴ ἐπιστήμη τυγχάνει οὖσα περὶ γένος τι τοῦ ὄντος." Ἐντεῦθεν ἀποδείκνυσιν ὅτι οὐ δυνατὸν εἶναι τὴν φυσιολογίαν καὶ πρακτικὴν οὔτε δὲ ποιητικήν, ἀλλὰ μόνον θεωρητικήν· καί φησιν ὅτι ἐπὶ τῶν ποιητικῶν καὶ πρακτικῶν τὰ ποιητικὰ αἴτια ἔξωθεν ὑπάρχουσιν, οἷον ποιητικὸν αἴτιον τῆς οἰκίας ὁ οἰκοδόμος, καὶ οὐκ ἔστιν ἐν αὐτῷ τῷ οἴκῳ ἀλλ’ ἔξωθεν· ὁμοίως ὁ στρατηγὸς ποιητικός ἐστι τῆσδε τῆς μάχης, καὶ οὐκ ἔστιν ἐν αὐτῇ τῇ πράξει ἀλλ’ ἔξωθεν. εἰ οὖν ἡ φύσις ἐν αὐτῷ ἐστι τῷ ἔργῳ ἐν ᾧ καὶ ποιεῖ (περὶ γὰρ τὴν τοιαύτην ἐστὶν οὐσίαν, ἐν ᾗ ἡ ἀρχὴ τῆς κινήσεως καὶ στάσεως ἐν αὐτῇ), δῆλον ὅτι οὔτε πρακτική ἐστιν οὔτε δὲ ποιητική. τῶν μὲν γὰρ ποιητικῶν ἐν τῷ ποιοῦντί ἐστιν ἡ ἀρχὴ ἢ νοῦς ἢ τέχνη ἢ δύναμις ἑτέρα· τῶν δὲ πρακτικῶν ἡ προαίρεσις ἐν τῷ πράττοντι. εἰ οὖν πᾶσα διάνοια ἢ πρακτική ἐστιν ἢ ποιητική, δῆλον ὅτι ἡ φύσις θεωρητική τις ἂν εἴη,3 ἀλλὰ θεωρητικὴ περὶ τοιοῦτον ὂν ὅ ἐστι δυνατὸν κινεῖσθαι (περὶ γὰρ τῶν ἀκινήτων ἡ πρώτη φιλοσοφία διαλέξεται), καὶ περὶ οὐσίας διαλέξεται κυρίως τῆς κατὰ τὸ εἶδος, ἥτις ἐστὶν ἀχώριστος· τὰ γὰρ φυσικὰ εἴδη ἔνυλα ὑπάρχουσι. διαλέγεται δὲ καὶ περὶ τῆς ὕλης ἔστιν ὅτε διὰ τὸ εἶδος αὐτό.
“既然自然科学也恰好是关于存在者的某一属的。” 由此他证明了自然哲学既不可能属于实践的,也不可能属于制作的,而只能属于理论的;并且他说,在制作性与实践性的事物中,动力原因是在外部的,例如房屋的动力原因是建筑者,而他并不在房屋本身之内,而是在外部;同样,将领是这场战斗的动力原因,而他并不在行动本身之内,而是在外部。因此,如果自然就在它所作用的成果本身之内(因为自然学是关涉这样一种其实体内部就具有运动与静止之本原的事物),那么显而易见,它既非实践的,亦非制作的。因为在制作性的事物中,本原在制作者之内,或者是理智,或者是技艺,或者是某种其他能力;而在实践性的事物中,抉择在行动者之内。因此,如果一切思维要么是实践的,要么是制作的[要么是理论的],那么显而易见,自然学应当是某种理论科学,但它所关涉的是能够运动的那类存在者(因为第一哲学探讨的是不动之物),并且它主要探讨按照形式而言的实体,这种实体是不可分离的;因为自然形式是居于质料之中的。不过,自然学有时也因形式本身的缘故而探讨质料。
- 6.2Ἀνιχνεῦσαι βουλομένη ἡ πρώτη φιλοσοφία τὰς ἀρχὰς καὶ τὰ αἴτια τῶν ὄντων, καθὸ ὄντα ἐστίν.
缺少限定动词的分词句。可理解为承接引文中的动词 ζητεῖται(“被寻求”),即“[之所以被寻求,是因为]第一哲学意图探求……”,或者视为与下文 οὐ μόνον δὲ αὕτη ἀλλὰ καὶ πᾶσα ἐπιστήμη……(“不仅这门科学,而且一切科学皆然……”)相呼应的句法破格(anacoluthon)。
- 6.2μὴ ἀποδείξαντας ὅλως τὸ εἰ ἔστι μέγεθος
宾格分词 ἀποδείξαντας 与不定式 ἀποδεῖξαι 的逻辑主语 αὐτούς(指几何学家等专门科学家)保持一致。否定词 μή 赋予该分词条件性或伴随性的让步含义:“在根本没有证明量度是否存在的情况下/如果他们未曾证明……”。
- 6.3εἰ οὖν πᾶσα διάνοια ἢ πρακτική ἐστιν ἢ ποιητική, δῆλον ὅτι ἡ φύσις θεωρητική τις ἂν εἴη
在条件从句中,科学的三分法(理论、实践、制作)中的第三项(ἢ θεωρητική)被省略或预设;此处的推理由选言排除法构成:既然一切思维被划分为实践的、制作的[或理论的],在前两项被排除后,自然/自然学显然必然是理论性的。
