← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§35.28-36.20

毕达哥拉斯学派的数本原说及其具体例证

阿斯克勒庇俄斯承接亚里士多德的引文(985b23),解释了毕达哥拉斯学派将数视作万物原理的理由,并通过数字象征(如将七视为时机与雅典娜、将五视为婚姻)以及天体的宇宙学排列(太阳居第七位)等具体例证加以阐述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.42#1

" Ἐν δὲ τούτοις καὶ πρὸ τούτων." Ἢ ἐν τούτοις τοῖς χρόνοις γενόμενοι ἐν οἷς καὶ οἱ προλεχθέντες ἢ πρὸ τούτων1 οἱ καλούμενοι Πυθαγόρειοι τῶν μαθημάτων ἁψάμενοι πρῶτοι ταῦτα προῆγον. καὶ ἐντραφέντες τοῖς μαθήμασι τὰς τῶν μαθημάτων ἀρχάς, τουτέστι τοὺς ἀριθμούς, ὑπέλαβον ἀρχὰς τῶν ὄντων εἶναι πάντων. τῶν μὲν γὰρ ἄλλων ἔλεγον εἶναι πρώτους τοὺς ἀριθμούς.2 ἐδόκουν οὖν ἐν τοῖς ἀριθμοῖς πολλὰ ὁμοιώματα θεωρεῖν τῶν ὄντων, οἷον ἐν τῷ πέντε τὴν δικαιοσύνην, ὡς εἰρήκαμεν, ἐν τῷ ἑπτὰ τὸν καιρόν, ἐν τῷ δέκα τὸν κόσμον. πλέον οὖν ἐδόκουν θεωρεῖν ὁμοιώματα ἐν τοῖς ἀριθμοῖς ἤπερ ἐν πυρὶ καὶ ὕδατι καὶ γῇ, καὶ διὰ τοῦτο ἀρχὰς τοὺς ἀριθμοὺς ὑπετίθεντο, ὡς ἐλέγομεν, ὅτι τὸ τοιόνδε πάθος τῶν ἀριθμῶν δηλοῖ δικαιοσύνην. καιρὸν οὖν ἔλεγον τὸν ἑπτὰ πάλιν· δοκεῖ γὰρ τὰ φυσικὰ τοὺς τελείους ἴσχειν καιροὺς καὶ γενέσεως καὶ τελειώσεως κατὰ ἑβδομάδα, ὡς ἐπ’ ἀνθρώπου. καὶ γὰρ τίκτονται ἑπταμηνιαῖα καὶ ὀδοντοφυεῖ τοσούτων μηνῶν. ἀλλὰ καὶ ἡβᾷ περὶ δευτέραν ἑβδομάδα καὶ γενειᾷ περὶ τὴν τρίτην. καὶ τὸν ἥλιον δέ, ἐπεὶ αὐτὸς δοκεῖ τῶν καιρῶν αἴτιος εἶναι, ἐνταῦθά φασιν ἱδρῦσθαι ἐν τῇ ἑβδόμῃ σφαίρᾳ κατὰ τοῦτο, καθὸ ὁ ἑπτὰ ἀριθμός ἐστιν, ὃν καιρὸν λέγουσιν· ἑβδόμην γὰρ αὐτὸν τάξιν ἔχειν τῶν περὶ τὸ μέσον καὶ τὴν ἑστίαν κινουμένων σωμάτων· κινεῖσθαι γὰρ μετὰ τὴν τῶν ἀπλανῶν σφαῖραν 〈καὶ〉 τὰς πέντε τῶν πλανήτων· μεθ’ ὃν ὀγδόην τὴν σελήνην καὶ τὴν γῆν ἐνάτην, μεθ’ ἣν τὴν ἀντίχθονα.3 ἐπεὶ δὲ οὔτε γεννᾷ τινα τῶν ἐν τῇ δεκάδι ἀριθμῶν ὁ ἑπτὰ οὔτε γεννᾶται ὑπό τινος αὐτῶν, διὰ τοῦτο καὶ Ἀθηνᾶν ἔλεγον αὐτόν. ὁ μὲν γὰρ δύο τὸν τέσσαρα, καὶ ὁ τρία τὸν ἐννέα καὶ τὸν ἕξ, καὶ ὁ τέσσαρα τὸν ὀκτὼ καὶ ὁ πέντε τὸν δέκα γεννᾷ, γεννῶνται δὲ ὁ τέσσαρα καὶ ἓξ καὶ ὀκτὼ καὶ ἐννέα καὶ δέκα· ὁ δὲ ἑπτὰ οὔτε τινὰ γεννᾷ οὔτε ἔκ τινος γεννᾶται τῶν ὑπὸ τὴν δεκάδα. τοιαύτη δὲ καὶ ἡ Ἀθηνᾶ· ἀμήτωρ γάρ, φασί. γάμον δὲ ἔλεγον τὸν ε, ὅτι ὁ γάμος σύνοδός ἐστιν ἄρρενος καὶ θήλεος. ἔστι δὲ κατ’ αὐτοὺς ἄρρεν μὲν τὸ περιττόν, θῆλυ δὲ τὸ ἄρτιον· πρῶτος δὲ οὗτος ἐξ ἀρτίου πρώτου τοῦ δύο καὶ περιττοῦ πρώτου τοῦ τρία τὴν γένεσιν ἔχει· τὸ μὲν γὰρ περιττὸν ἄρρεν αὐτοῖς, ὡς εἶπον, τὸ δὲ ἄρτιον θῆλυ.

“在这些人之中,以及在他们之前。” 所谓毕达哥拉斯学派的人,或与前述哲学家处于同一时代,或在他们之前,他们接触了数学学科,并最先推动了这些学科的发展。他们在数学学科的熏陶下,认为数学学科的原理,即数,乃是一切存在者的原理。因为他们说数在其他事物之先。因此,他们自以为在数中观察到了存在者的许多相似物,例如像我们说过的那样,在五中看到正义,在七中看到时机,在十中看到宇宙。因此,他们自以为在数中看到的相似物多于在火、水和土中所见,并为此如我们刚才所说的那样将数假定为原理,因为数的如此性状表明了正义。因此他们再次将七称为时机;因为自然事物生成与完满的完满时期似乎都是依七而定的,如在人身上的情形那样。因为婴儿在七个月时出生,并在这么多月时出牙。而且人在第二个七年期前后进入青春期,在第三个七年期前后长出胡须。至于太阳,既然它本身似乎是各季节的原因,他们便说太阳依此被安置在第七天球中,正如七这个数一样,他们把七称为时机;因为他们说太阳在围绕中心与火坛运转的天体中占有第七位;因为它在恒星天球与行星的五座天球之后运转;在太阳之后,月球位列第八,大地居第九,在大地之后则是对地。既然七既不产生十数以内的任何数,也不由它们中的任何数所产生,因此他们也称七为雅典娜。因为二产生四,三产生九与六,四产生八,五产生十,而四、六、八、九、十是被产生的;但七既不产生十数以内的任何数,也不由其中的任何数产生。雅典娜也是如此;因为他们说她是无母的。他们又称五为婚姻,因为婚姻是雄性与雌性的结合。而在他们看来,奇数是雄性,偶数是雌性;而五这一数最先由第一个偶数二与第一个奇数三结合而生成;因为正如我所说,在他们看来奇数是雄性,偶数是雌性。

语法注3 条
  1. 1.42Ἢ ἐν τούτοις τοῖς χρόνοις γενόμενοι ἐν οἷς καὶ οἱ προλεχθέντες ἢ πρὸ τούτων

    Ἢ... ἤ(或……或……)对应亚里士多德引文“Ἐν δὲ τούτοις καὶ πρὸ τούτων”中的两分表述。分词 γενόμενοι 与主句主语 οἱ καλούμενοι Πυθαγόρειοι 保持性数格一致。

  2. 1.42τῶν μὲν γὰρ ἄλλων ἔλεγον εἶναι πρώτους τοὺς ἀριθμούς

    属格 τῶν ἄλλων 受表示比较意味的形容词 πρώτους(“优先于……”、“居……之首”)支配,作比较属格。不定式小句的宾格主语是 τοὺς ἀριθμούς。

  3. 1.42ἐνταῦθά φασιν ἱδρῦσθαι ἐν τῇ ἑβδόμῃ σφαίρᾳ κατὰ τοῦτο, καθὸ ὁ ἑπτὰ ἀριθμός ἐστιν, ὃν καιρὸν λέγουσιν· ἑβδόμην γὰρ αὐτὸν τάξιν ἔχειν τῶν περὶ τὸ μέσον καὶ τὴν ἑστίαν κινουμένων σωμάτων· κινεῖσθαι γὰρ μετὰ τὴν τῶν ἀπλανῶν σφαῖραν 〈καὶ〉 τὰς πέντε τῶν πλανήτων· μεθ’ ὃν ὀγδόην τὴν σελήνην καὶ τὴν γῆν ἐνάτην, μεθ’ ἣν τὴν ἀντίχθονα.

    由 φασιν(“他们说”)引导的间接引语统摄了后续几个分句:宾格主语 αὐτόν(太阳)与不定式 ἱδρῦσθαι、ἔχειν 及 κινεῖσθαι 构成宾格加不定式结构,后续分句通过宾格名词(τὴν σελήνην, τὴν γῆν, τὴν ἀντίχθονα)和序数词(ὀγδόην, ἐνάτην)承接省略的谓词关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:35.28-36.20