← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§358.2-359.8

第一哲学的对象与本性存在及学科划分

针对亚里士多德《形而上学》E卷开篇(1025b3),阿斯克勒庇俄斯阐明第一哲学的研究对象是单纯的自在存在,而非偶性存在、真假存在或潜能与现实中的存在,并辨析了第一哲学与自然哲学的区别,展示了哲学划分为理论与实践两部分的依据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

" Αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητεῖται1 τῶν ὄντων· δῆλον γὰρ ὅτι ᾗ ὄντα." Σκοπός ἐστι τῷ Ἀριστοτέλει εἰπεῖν ἐν τῷ Ε περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος. ἐπειδὴ δὲ τῆς πρώτης φιλοσοφίας ἐστὶν ἔργον διαλεχθῆναι περὶ πάντων τῶν ὄντων, καθὸ ὄντα ἐστί, δῆλον ὅτι οὐ διαλέξεται περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος (τοῦτο γὰρ ἀόριστόν ἐστι καὶ ἀπερίληπτον), εἰ μήτι γε ἄρα ἄλλῳ τινὶ γένοιτο καθ’ αὑτὸ τὸ ἄλλῳ ὑπάρχον κατὰ συμβεβηκός.2 ὁ γοῦν πρῶτος φιλόσοφος διαλέξεται περὶ τοῦ καθ’ αὑτὸ ὄντος. τοῦτο δὲ τὸ καθ’ αὑτὸ ὄν, ὡς καὶ ἀνωτέρω εἴρηται, θεωρεῖται καὶ ἐν οὐσίᾳ καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ καὶ ἐν ταῖς ἄλλαις πάσαις κατηγορίαις. οὔτε δὲ περὶ τοῦ ὡς ἀληθοῦς διωρισμένου καὶ ψευδοῦς ὄντος διαλέξεται ἡ πρώτη φιλοσοφία, ἐπειδὴ περὶ τοῦ ἁπλῶς ὄντος διαλέγεται, τουτέστι τοῦ ἁπλουστάτου, ἡ δὲ ἀλήθεια καὶ τὸ ψεῦδος, τὸ ἐνταῦθα δηλονότι, περὶ σύνθεσιν καὶ διαίρεσιν θεωρεῖται. οὔτε δὲ περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ ὄντος, ἀλλ’ ὡς εἴρηται πολλάκις, περὶ τοῦ ἁπλῶς ὄντος, τουτέστι τοῦ καθ’ αὑτὸ ὄντος. ἐπεὶ δὲ ἑκάστη τέχνη καὶ ἐπιστήμη πρότερον περὶ τῶν αἰτίων διαλέγεται, καὶ τότε περὶ τῶν ὑποβεβλημένων αὐτῇ πραγμάτων, οἷον γεωμετρία πρότερον λέγει ἡμῖν τί ἐστι σημεῖον καὶ τί ἐστι γραμμή, ὁμοίως καὶ ἀριθμητικὴ τί μονάς, ὡσαύτως καὶ ἰατρικὴ ὅτι ἐκ τεσσάρων στοιχείων τὰ σώματα συνεστήκασι, καὶ ὅτι τέσσαρες χυμοὶ ὑπάρχουσιν, ὡσαύτως δὲ καὶ οἰκοδομικὴ καὶ αἱ ἄλλαι πᾶσαι, οὕτως οὖν καὶ ὁ Ἀριστοτέλης ἐνταῦθά φησιν ὅτι δεῖ διαλεχθῆναι τὴν πρώτην φιλοσοφίαν καὶ θείαν περὶ τῶν ἀρχῶν πρότερον, τουτέστι τῶν ἐξῃρημένων πάντων τῶν ὄντων κατὰ φύσιν.3 καὶ οὐκ ἔστιν ἡ φυσιολογία ἡ αὐτὴ τῇ πρώτῃ φιλοσοφίᾳ, ὡς ἄν τις ὑπολάβοι, ἐπειδὴ περὶ πάντων τῶν φυσικῶν διαλέγεται· οὔτε γὰρ περὶ πάντων ἁπλῶς τῶν ὄντων διαλέγεται, ἀλλὰ περὶ μόνων τῶν ἐν κινήσει ὑπαρχόντων, ἡ δὲ πρώτη φιλοσοφία ἁπλῶς περὶ πάντων τῶν ὄντων. διαλέγεται οὖν ἐνταῦθα περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος δεικνὺς ὅτι οὐ διαλέξεται περὶ αὐτοῦ ἡ πρώτη φιλοσοφία, οὔτε δὲ περὶ τοῦ ἀληθοῦς καὶ ψευδοῦς, ἢ 〈τοῦ〉 δυνάμει καὶ ἐνεργείᾳ. ἐν δὲ τῷ Ζ διαλέγεται περὶ τοῦ ἁπλῶς καὶ καθ’ αὑτὸ ὄντος. καὶ ἐντεῦθεν ἀναφαίνεται ἡμῖν ἡ διαίρεσις τῆς φιλοσοφίας, ὅτι εἰκότως εἰς δύο τμήματα διαιρεῖται εἴς τε τὸ πρακτικὸν καὶ εἰς τὸ θεωρητικόν. φησὶ γὰρ ὅτι πᾶσα ἐπιστήμη ἢ θεωρητική ἐστιν ἢ ποιητικὴ ἢ πρακτική. εἰ τοίνυν ἡ φιλοσοφία μή ἐστι ποιητική (οὔτε γὰρ ποιεῖ τι ἀποτέλεσμα, ἀλλὰ μόνον γινώσκει καὶ πράττει ἃ γινώσκει), δῆλον ὅτι εἰς δύο ταῦτα μόνα διαιρεῖται, εἴς τε τὸ θεωρητικόν φημι καὶ τὸ πρακτικόν.

“寻求存在者的本原与原因;因为显然,[寻求它们是]就其作为存在者而言。” 亚里士多德的旨趣在于《E卷》中论述偶性存在。然而,既然第一哲学的职能在于探讨一切存在者,就其作为存在者而言,那么显而易见,它将不会探讨偶性存在(因为这乃是不确定的且无法把握的),除非对某一事物而言偶性存在者,对另一事物而言竟然能够成为自在的。无论如何,第一哲学家将探讨自在存在。而正如上文所言,这种自在存在在实体中、在数量中、在性质中以及在所有其余范畴中都被考查。第一哲学也不会探讨被规定为真与假的存在,因为它探讨的是单纯的存在,即最单纯者;而真与假,显然是指这里的真假,是在结合与分离中被考查的。它也不探讨潜能与现实中的存在,而是如反复提及的那样,探讨单纯的存在,即自在存在。既然每一门技艺与科学都是先探讨原因,然后才探讨归其管辖的事物——例如几何学先告诉我们什么是点、什么是线,同样算术告诉我们什么是单位,医术同样告诉我们身体由四种元素构成且存在四种体液,建筑术以及所有其他学科也是如此——,因此亚里士多德在这里同样表明,第一哲学的且神圣的科学必须首先探讨本原,即在自然上超越于一切存在者之上的本原。自然哲学并不像有人或许会因为它探讨一切自然事物而推测的那样与第一哲学相同;因为自然哲学并非无限定地探讨一切存在者,而仅探讨处于运动之中的存在者,第一哲学则是无限定地探讨一切存在者。因此,他在这里探讨偶性存在,是为了表明第一哲学并不探讨它,也不探讨真假存在,或潜能与现实中的[存在]。而在《Z卷》中,他探讨的是单纯的与自在的存在。由此哲学的划分便向我们显现出来,表明哲学合理地划分为两部分,即实践的部分与理论的部分。因为他说,一切科学要么是理论的,要么是制作的,要么是实践的。既然哲学不是制作的(因为它并不产生任何结果,而只是认识,并且实践其所认识的),显而易见,它仅划分为这两者,我指的是理论的和实践的。

语法注3 条
  1. 6.1Αἱ ἀρχαὶ καὶ τὰ αἴτια ζητεῖται

    主语由阴性复数 αἱ ἀρχαί 和中性复数 τὰ αἴτια 复合而成,但谓语动词 ζητεῖται 却为第三人称单数。此句法结构既可解释为与紧邻的中性复数主语一致(雅典构式),亦可理解为将两者统合为一个单一的研究论题。

  2. 6.1εἰ μήτι γε ἄρα ἄλλῳ τινὶ γένοιτο καθ’ αὑτὸ τὸ ἄλλῳ ὑπάρχον κατὰ συμβεβηκός

    由 εἰ μήτι γε ἄρα 引导并接祈愿式 γένοιτο 的条件从句。主语为带中性冠词的分词短语 τὸ ἄλλῳ ὑπάρχον κατὰ συμβεβηκός(“偶性地属于一物者”),其中 καθ’ αὑτό 用作表语补足语,ἄλλῳ τινί 则作关系或利益与格。

  3. 6.1τῶν ἐξῃρημένων πάντων τῶν ὄντων κατὰ φύσιν

    属格完成时分词 τῶν ἐξῃρημένων 依前缀 ἐξ- 的含义支配分离属格 πάντων τῶν ὄντων,意为“在自然上从一切存在者中超拔出来的/超越一切存在者的[本原]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:358.2-359.8