- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:357.10-357.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《形而上学》卷Δ第30章(1025a14)中对“偶性”(συμβεβηκός)的定义,阿斯克勒庇俄斯阐释了偶性的两重含义:第一重指既非出于必然亦非多数时候发生、具有不确定原因的偶发事件(如发现宝藏或因风暴偏航到达埃癸那岛);第二重指虽不属于本性定义却依其自身永恒附随于主体的自身偶性(如三角形内角和等于两直角)。
" Συμβεβηκὸς λέγεται." Ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ συμβεβηκότος, καί φησιν οὕτως ὅτι συμβεβηκὸς λέγεται, ὅπερ δυνατόν ἐστι καὶ ἀληθεύειν, οὐ μέντοι γε ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολύ, οἷον ἐάν τις ἐν τῷ ὀρύττειν καὶ φυτεύειν εὕρῃ θησαυρόν· οὔτε γὰρ ἐξ ἀνάγκης ἐστὶ τὸ τοιοῦτο οὔτε ὡς ἐπὶ τὸ πολὺ ὀρύττων τις περιτυγχάνει θησαυρῷ. ἐπεὶ οὖν οὔτε ἐξ ἀνάγκης τοῦτό ἐστιν οὔτε ὡς ἐπὶ τὸ πολύ, συμβεβηκέναι αὐτὸ λέγομεν. ὥστε ἐπειδὴ ἔστιν ὑπάρχον τι καὶ τινί, καὶ ἔνια τούτων καὶ ποῦ καὶ ποτέ, ὅτι ἂν ὑπάρχῃ μέν, ἀλλὰ μὴ διότι τοδὶ ἢ νῦν ἢ ἐνταῦθα,1 τὸ τοιοῦτο συμβεβηκός ἐστιν, ὥσπερ ἐπὶ τοῦ προελθόντος δι’ ἕτερόν τι πρᾶγμα καὶ περιτυχόντος φίλῳ, ὃν οὐ προσεδόκα θεάσασθαι. ἄλλως τε δὴ οὐδέν ἐστιν αἴτιον ὡρισμένον τοῦ συμβεβηκότος, ἀλλὰ τὸ τυχόν, ὥσπερ τοῦ θέρους, εἰ τύχοι, τὸ εἶναι τὸν ἥλιον ἐν καρκίνῳ· τοῦτο δὲ ἀόριστον. συνέβη τὸ εἰς Αἴγιναν ἐλθεῖν, εἰ μὴ διὰ τοῦτο ἀφίκετο, ἀλλ’ ὑπὸ χειμῶνος ἀναγκασθεὶς ἐκεῖσε παρεγένετο. ὥστε γέγονε τοῦτο καὶ ἔστι συμβεβηκός, ἀλλ’ οὐχ ᾗ αὐτὸ ἀλλὰ καθὸ ἕτερον·2 ὁ γὰρ χειμὼν αἴτιος τοῦ μὴ ὅπου ἔπλει ἐλθεῖν. λέγεται δὲ καὶ ἄλλως συμβεβηκός, οἷον ὅσα ὑπάρχουσιν ἑκάστῳ καθ’ αὑτὸ μὴ ἐν τῇ οὐσίᾳ ὄντα, οἷον τῷ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἔχειν ἴσας· οὔτε γὰρ εἰς τὸν ὁρισμὸν τοῦ τριγώνου παραλαμβάνεται. καὶ ταῦτα μέν, φησίν, ἀίδια ὑπάρχουσιν, ἐκεῖνα δὲ οὐκ ἀίδια τὸ περὶ Αἰγίνης καὶ τοῦ θησαυροῦ.3 ἐν τῷ δευτέρῳ δὲ τῶν Ἀποδεικτικῶν λέγεται ἀκριβέστερον περὶ τούτων.
“偶性被述及。” 从这里起他向我们论述偶性,并如此说道:偶性是指那亦可能为真、然而既非出于必然亦非多数时候如此的东西,例如假若某人在挖掘和栽种时发现了宝藏;因为此类事情既非出于必然,挖掘的人亦非在多数时候会偶遇宝藏。因此,既然这既非出于必然亦非多数时候如此,我们就说它是偶发地发生的。所以,既然存在着属于某物的某物,且其中的一些还在某地和某时属于某物,那么凡确实属于、但并非因为这个、或此时、或此地而属于者,此类事物就是偶性,正如为了另外某事外出而偶遇一位自己并未料想会遇见的友人的情形一样。此外,偶性绝无确定的原因,而唯有偶然的原因;正如夏天的原因假若是太阳位于巨蟹座,而这[偶性的原因]是不确定的。去埃癸那岛乃是偶发之事,如果他并非为此目的抵达,而是被迫于风暴来到了那里。因此,这件事发生了并且是偶性,但并非就其自身而言,而是就其作为他者而言;因为风暴乃是他没有去往他原本所驶向之地的原因。但偶性在另一种意义上亦被述及,例如凡非在实体中、却依其自身属于每一事物者,犹如对于三角形而言其三内角等于两直角;因为这并未被纳入三角形的定义之中。并且他说,这些是作为永恒者而存在的,而前者,即关于埃癸那岛和宝藏的事情,则不是永恒的。在《后分析篇》第二卷中,关于这些事项有更为精确的论述。
- 5.69ὅτι ἂν ὑπάρχῃ μέν, ἀλλὰ μὴ διότι τοδὶ ἢ νῦν ἢ ἐνταῦθα
ὅτι ἂν 系不定关系代词 ὅ τι ἄν 之并写,引导一个泛指关系从句,充当主语并由后文的 τὸ τοιοῦτο συμβεβηκός ἐστιν 承接。连词 διότι 之后省略了前面的动词 ὑπάρχει,结构为“并非因为这个[存在],或此时[属于],或此地[属于]”。
- 5.69ἀλλ’ οὐχ ᾗ αὐτὸ ἀλλὰ καθὸ ἕτερον
相关副词短语 ᾗ αὐτό 与 καθὸ ἕτερον 相对置,修饰前面的谓词 γέγονε 及 ἔστι συμβεβηκός,表示该事件的发生并非依其自身固有的目的,而是就外部的他因(风暴)介入而言才成为偶性。
- 5.69ἐκεῖνα δὲ οὐκ ἀίδια τὸ περὶ Αἰγίνης καὶ τοῦ θησαυροῦ
由中性单数定冠词 τὸ 引导的介词短语 τὸ περὶ Αἰγίνης καὶ τοῦ θησαυροῦ 在句法上充当同位语,进一步阐明中性复数指示代词 ἐκεῖνα(指第一种意义上的偶发事件)的具体所指。
