- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:355.25-357.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷Δ第28章末的“在类上相异”以及第29章的“虚假”。他阐明基于第一底层和范畴差异的异类性标准,区分虚假的事物、虚假的言辞和虚假的人,并批判性地讨论安提斯泰尼的论题及柏拉图《希庇阿斯篇》中的悖论。
" Ἕτερα δὲ τῷ γένει λέγεται." Ἐντεῦθεν λέγει ἡμῖν περὶ τῶν ἑτερογενῶν, καί φησιν ὅτι ἕτερα δὲ τῷ γένει λέγονται εἶναι ὧν ἕτερόν ἐστι τὸ πρῶτον ὑποκείμενον1 καὶ μὴ ἀναλύεται θάτερον εἰς θάτερον, ὡς ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ κρυστάλλου εἰρήκαμεν, μηδὲ ἄμφω εἰς ταὐτόν, φησὶν αὐτός, οἷον τὸ εἶδος καὶ ἡ ὕλη ἕτερα τῷ γένει ὑπάρχουσιν· οὔτε γὰρ ἀναλύονται εἰς ἄλληλα. καὶ ὅσα ὑπὸ διαφόρους τελοῦσι κατηγορίας· τῶν γὰρ ὄντων τὰ μὲν οὐσίας δηλοῦσι, τὰ δὲ ποσόν, τὰ δὲ ποιόν, ὡς διῄρηνται ἐν Κατηγορίαις· οὔτε γὰρ εἰς ταὐτὰ ἀναλύονται, οὔτε εἰς ἄλληλα οὔτε εἰς ἕν τι· τὸ γὰρ ὂν ὁμωνύμως αὐτῶν κατηγορεῖται.
“在类上相异的东西被述及。” 从这里起他向我们论述不同类的事物,并说在类上相异的是那些其第一底层不同、且一者不被还原为另一者的事物(正如我们在青铜和水晶的情形中所说的那样),而且正如他自己所言,两者也不被还原为同一个事物;例如形式与质料在类上是相异的;因为它们并不相互还原;以及凡属于不同范畴的事物也都是如此;因为在存在物中,一些表明实体,一些表明数量,一些表明性质,正如在《范畴篇》中所划分的那样;因为它们既不被还原为相同的事物,也不相互还原,亦不还原为某一个事物;因为存在是对它们同名异义地被述谓的。
"Τὸ ψεῦδος λέγεται ἕνα μὲν τρόπον ὡς [τὸ] πρᾶγμα." Ἐντεῦθεν περὶ τοῦ ψεύδους λέγει ἡμῖν, καί φησιν ὅτι τὸ ψεῦδος λέγεται ἕνα μὲν τρόπον ὡς πρᾶγμα ψεῦδος· καὶ τούτου τὸ μὲν τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι2 (ἁπλῆν γὰρ φύσιν δηλοῖ τὸ ψεῦδος ἐπὶ τῶν πραγμάτων), ὥσπερ λέγεται τὸ τὴν διάμετρον εἶναι σύμμετρον ἢ τὸ σὲ καθῆσθαι. τούτων γὰρ τὸ μὲν ἀίδιον ψεῦδος τὸ τῆς διαμέτρου, τὸ δὲ οὐκ ἀίδιον τὸ τοῦ καθῆσθαι· οὕτω γὰρ ὑπάρχουσι ταῦτα οὐκ ὄντα. τὰ δὲ λέγεται εἶναι ψευδῆ, ὅσα ἐστὶ μὲν ὄντα, πέφυκε μέντοι φαίνεσθαι ἢ μὴ οἷά ἐστιν ἢ ἅτινα παντελῶς μὴ ἔστιν, οἷον ἡ σκιαγραφία καὶ τὰ ἐνύπνια· ταῦτα γὰρ ἔστι μέν τι ἀλλ’ οὐχ ὧν ἐμποιεῖ τὴν φαντασίαν, τουτέστιν οὐκ ἀληθῆ ὑπάρχουσιν· οὔτε γὰρ ὁ θεώμενος ἑαυτὸν [εἶναι] ἐν ὕπνοις ἱπτάμενον ἤδη καὶ πτερὰ ἔχει. τὰ μὲν οὖν οὕτω λέγονται εἶναι ψευδῆ, ἢ τῷ μὴ εἶναι αὐτὰ παντελῶς, ἢ τῷ τὴν ἀπ’ αὐτῶν φαντασίαν μὴ ὄντως εἶναι, ὡς ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. λόγος δέ ἐστι ψευδὴς ὁ τῶν μὴ ὄντων, καθὸ ψευδὴς ὑπάρχει· εἰ γὰρ ἀναιρεῖ τὸ μὴ ὄν, οὐκ ἔστι ψευδής, διὸ προσέθηκε τὸ καθὸ ψευδὴς ὑπάρχει. ὅθεν [ὁ] πᾶς λόγος ψευδὴς ἑτέρου παρ’ ἐκεῖνον, ἐφ’ οὗ καὶ ἀληθής ἐστιν, οἷον ὁ τοῦ κύκλου ἀληθὴς λόγος ψευδὴς γίνεται ἐπὶ τριγώνου. ἑκάστου δὲ πράγματος λόγος ἔστιν ὡς εἷς ἐστιν ὁ ὁριστικὸς αὐτοῦ λόγος, ἔστι δ’ ὡς πολλοί, ἐπεὶ τὸ αὐτό ἐστι καὶ ἡ οὐσία ἅμα τοῖς συμβεβηκόσιν, ὅπερ ἐκάλεσε πεπονθός, οἷον Σωκράτης καὶ Σωκράτης μουσικός. ὁ δὲ ψευδὴς λόγος οὐδενός ἐστιν ἁπλῶς λόγος· διὸ καὶ Ἀντισθένης, φησίν, ἀνοήτως ὑπελάμβανε μηθὲν ἀξιῶν λέγεσθαι πλὴν τῷ οἰκείῳ λόγῳ ἓν ἐφ’ ἑνός· ἐξ ὧν συνέβαινε μὴ εἶναι ἀντιλέγειν κατ’ αὐτόν, σχεδὸν δὲ μηδὲ ψεύδεσθαι, εἴ γε ψεῦδος ὑπάρχει ὅπου ἀντιλογία· θάτερον γὰρ ἀνάγκη ἐστὶν ἀληθεύειν. ἔστι δὲ ἕκαστον λέγειν περί τινος οὐ μόνον [ἐν] τῷ αὐτοῦ λόγῳ, τουτέστιν ἀληθῶς περὶ τοῦ πράγματος, ἀλλὰ καὶ τῷ ἑτέρου,3 ψευδῶς μὲν καὶ παντελῶς, ἔστι δὲ ὡς καὶ ἀληθῶς, ὥσπερ τὰ ὀκτὼ διπλάσια ὑπάρχουσι τῷ τῆς δυάδος λόγῳ. τὰ μὲν οὖν οὕτως λέγονται ψευδῆ· ἄνθρωπος δὲ κυρίως λέγεται ψευδὴς ὁ εὐχερὴς καὶ προαιρετικὸς τῶν τοιούτων λόγων μὴ δι’ ἕτερόν τι, οἷον διὰ κέρδος ἢ διὰ φιλοτιμίαν, ἀλλὰ καὶ δι’ αὐτὸ τὸ ψεύδεσθαι, ἵνα ὑποθώμεθα αὐτὸν καὶ πλάττεσθαι τὸ ψεῦδος διὰ τὸ χαίρειν τῷ ψεύδει, ὥσπερ φαμὲν καὶ πράγματα ψευδῆ εἶναι, ὅσα ἐμποιεῖ φαντασίαν ψευδῆ, ὡς ἐπὶ τῆς σκιαγραφίας. διὸ ὁ ἐν τῷ Ἱππίᾳ λόγος παραλογίζεται ὅτι ὁ αὐτὸς ψευδὴς καὶ ἀληθὴς ὑπάρχει· τὸν δυνάμενον γὰρ ψεύσασθαι λαμβάνει ἐκεῖσε ψευδῆ· οὗτος δέ, φησίν, ἐστὶν ὁ εἰδὼς καὶ φρόνιμος, ὁ εἰδὼς ψεύδεσθαι. δύναται γὰρ οὗτος, ἅτε δὴ ἐπιστήμων ὑπάρχων, καὶ ἐκκλίνειν τὰ ψευδῆ· τῶν γὰρ ἐναντίων μία ἐστὶν ἐπιστήμη. καί φησιν ἐκεῖσε ὅτι ὁ ἑκὼν λέγων τὰ φαῦλα βελτίων ὑπάρχει τοῦ ἄκοντος ψευδομένου. τοῦτο δὲ ψευδὲς κατασκευάζει ὁ Πλάτων διὰ τῆς ἐπαγωγῆς· φησὶ γὰρ ἐκεῖσε ὅτι, ὥσπερ ὁ ἑκὼν χωλεύων κρείττων ἐστὶ τοῦ ἄκοντος χωλεύοντος, οὕτως καὶ ἐπὶ τοῦ ψεύδους * * * φησίν, ἐπεὶ εἴ γε [ὁ] ἑκὼν χωλεύων, χείρων ἐστὶν ἴσως, ὥσπερ καὶ ἐπὶ τοῦ ἤθους, καὶ οὗτος, τουτέστιν ὁ ἑκὼν πηρώσας ἑαυτόν, τοῦ ἄκοντος.
“虚假在一个意义上作为事物被述及。” 从这里起他向我们论述虚假,并说虚假在一个意义上作为虚假的事物被述及;而这其中的一种情况,是由于未被结合或不可能被复合(因为事物上的虚假表明一种非复合的本性),正如对角线是可通约的,或者你正坐着所说的那样。因为在这些之中,关于对角线的是永恒的虚假,而关于坐着的则不是永恒的;因为它们以这种方式作为非存在物而存在。另一方面,那些被称为虚假的事物,是凡虽为存在物,却天生表现得要么不是它们所是的那样,要么是完全不存在的事物,例如阴影画和梦境;因为这些确实是某种东西,但不是它们引起表象的那些东西,也就是说,它们并不作为真实者而存在;因为在睡梦中看见自己飞翔的人,并非当下就已经有了翅膀。因此,事物以这种方式被称为虚假,要么是由于它们全然不存在,要么是由于由它们而来的表象并非真实存在,正如我们在通论中所表明的。另一方面,虚假的言辞是关于非存在物的言辞,只要它是虚假的;因为如果它否定不存在之物,它就不是虚假的,这就是为什么他补充了“只要它是虚假的”。因此,每一个言辞相对于除了其所真实述及的事物之外的其他事物都是虚假的,例如圆的真实言辞在三角形上就成为虚假的。每一事物的言辞在一个意义上是一个,即其定义性的言辞,但在另一个意义上是多数,因为实体连同其偶性是同一的,他把这称为承受状态者,例如苏格拉底和通晓音乐的苏格拉底。但虚假的言辞单纯而言不是任何事物的言辞;因此,他说,安提斯泰尼也抱有愚蠢的见解,认为除了依事物本己的言辞“一述及一”之外,不应述及任何事物;由此依他看便得出不能反驳的结论,几乎也不能说谎,倘若有矛盾反驳之处必有虚假;因为两者之一必然是说真话的。然而,述及每一事物不仅可以用它自己的言辞,即关于该事物真实地述及,而且也可以用他者的言辞,诚然是虚假且全然如此的,但在某种意义上也是真实的,正如八依二的言辞而言是倍数一样。因此,事物和言辞是以这些方式被称为虚假的;而一个人本真地被称为虚假,是指那些不为别的原因(例如为了利益或虚荣),而是为了说谎本身,就易于且蓄意选择此类言辞的人,以至于我们设想他甚至因以此为乐而捏造谎言,正如我们说凡引起虚假表象的事物都是虚假的事物一样,如同在阴影画的情形中那样。因此,《希庇阿斯篇》中的论证作出了谬推,认为同一个人既是虚假的又是真实的;因为在那里它把能够说谎的人当作虚假的人;但他说,这个人是有知且明智的人,是懂得说谎的人。因为这个人既然作为具有知识的人,也能够避开虚假;因为相反者的知识是同一的。并且他在那里说,自愿说出卑劣之事的人优于不情愿地说谎的人。而且柏拉图通过归纳确立这一虚假〔之说〕;因为他在那里说,正如自愿跛行的人优于不情愿跛行的人,在虚假的情形中也是如此[……]他说,因为如果自愿跛行,正如在品格上一样或许更为低劣,这个人,即自愿使自己残废的人,比不情愿的人更为低劣。
- 5.67ὧν ἕτερόν ἐστι τὸ πρῶτον ὑποκείμενον
关系代词属格 ὧν 是指代先行词(ἕτερα)的领属性属格,引导主谓结构“其第一底层不同”。其后的 καὶ μὴ ἀναλύεται... μηδὲ ἄμφω... 亦构成由同一先行词统辖的关系从句内部的并列从句。
- 5.68τούτου τὸ μὲν τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι
τούτου 是表示整体的部分属格,指前文的“作为事物的虚假”。与格短语 τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι 表示原因或依据,句法上需补充述语 ψεῦδος λέγεται(“被称为虚假”)。
- 5.68ἀλλὰ καὶ τῷ ἑτέρου
与前文的 οὐ μόνον [ἐν] τῷ αὐτοῦ λόγῳ 相呼应,阳性单数与格 τῷ ἑτέρου 之后省略了名词 λόγῳ,意为“[能够]借由他者的言辞[来述及]”。
