← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§354.14-355.24

残缺的诸条件与类的四种含义

阿斯克勒庇俄斯注释亚里士多德《形而上学》第5卷第27章关于“残缺”的定义与条件(可分性、连续性、形式留存、位置的重要性、不可再生肢端的切除等),接着注释第28章关于“类”的四种含义(连续生成、始祖/第一动者、质料/底层以及定义中的首要内在要素)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.65

" Κολοβὸν λέγεται τῶν ποσῶν οὐ τὸ τυχόν." Ὃ λέγει τοῦτό ἐστιν, ὅτι κολοβὸν λέγεται τῶν ποσῶν οὐ τὸ τυχόν, ἀλλὰ δεῖ αὐτὸ μεριστὸν εἶναι. ἄνευ γὰρ τοῦ ποσοῦ οὐ θεωρεῖται τὸ κολοβόν, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ· ἐπὶ δὲ τοῦ ἀριθμοῦ οὐ θεωρεῖται τὸ κολοβόν. τά τε γὰρ δύο οὐ λέγονται κολοβὰ θατέρου ἀφαιρουμένου1 (οὐ γὰρ ἐστιν ἴσον τὸ κολόβωμα καὶ τὸ λοιπόν), οὐδὲ ὅλως ἀριθμὸς οὐδείς, ἐπειδὴ ὑπὸ τὸ διωρισμένον ποσὸν τελεῖ, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ. καὶ γὰρ τὴν οὐσίαν καὶ τὸ εἶδος δεῖ μένειν τοῦ γινομένου κολοβοῦ, οἷον εἰ ἡ κύλιξ κολοβὸς εἴη, δεῖ μένειν τὴν κύλικα· ὁ δὲ ἀριθμὸς οὐκέτι ὁ αὐτὸς μένει, εἰ καὶ ἀνομοιομερὴς ὑπάρχει ὁ ἀριθμός· διάφορα γὰρ τὰ τρία τῶν δύο, ἐπειδὴ ἐναλλάττεται τὸ εἶδος ἐπ’ αὐτῶν. καθόλου οὖν, ὧν ἡ θέσις οὐ ποιεῖ διαφοράν, ταῦτα οὐ λέγονται εἶναι κολοβά, οἷον ὕδωρ, πῦρ· ταὐτὸ γάρ ἐστιν ὕδωρ τὸ ἀφαιρούμενον τῷ καταλιμπανομένῳ, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πυρός· διό φησιν ἀλλὰ δεῖ τοιαῦτα εἶναι, ἃ κατὰ τὴν οὐσίαν θέσιν ἔχει. πρὸς δὲ τούτοις δεῖ αὐτὰ εἶναι καὶ συνεχῆ· ἡ γὰρ ἁρμονία ἐξ ἀνομοιομερῶν μὲν ὑπάρχει καὶ θέσιν ἔχει, κολοβὸς δὲ οὐ λέγεται φθειρομένης, εἰ τύχοι, τῆς νήτης· τελείως γὰρ ἀπόλλυται ἡ ἁρμονία πᾶσα, δεῖ δὲ σώζεσθαι τὸ εἶδος ἐπὶ τῶν κολοβῶν. πρὸς δὲ τούτοις οὐδὲ ὅσα ἄλλα, οὐδὲ ταῦτα στερήσει τοῦ τυχόντος μορίου κολοβὰ γίνονται· οὐ γὰρ δεῖ οὔτε τὰ κυρίως μόρια τῆς οὐσίας ἀφαιρεῖν, οἷον κεφαλήν, ἐπεὶ φθείρεται τὸ πᾶν καί πως τὸ μὴ ὂν λεχθείη ἂν κολοβόν, οὔτε δὲ τὰ ὁπουοῦν ὑπάρχοντα, οἷον ἂν σχοίη 〈τρύπημα〉 ἡ κύλιξ, οὐ λέγεται εἶναι κολοβός, ἐπειδὴ οὐκέτι ποιεῖ τὰ τῆς κύλικος (ἐκχεῖται γὰρ τὸ πόμα), ἀλλ’ ἐὰν τὸ οὖς ἀκρωτηριασθῇ. καὶ ὁ ἄνθρωπος οὐκ ἐὰν σάρκα ἢ τὸν σπλῆνα ἀφαιρεθείη, ἀλλ’ ἐὰν ἀκρωτηριασθῇ χεῖρα.2 εἴρηται γὰρ καὶ ἐν τῇ θεωρίᾳ ὅτι ἡ ἀφαίρεσις τῶν ὁμοιομερῶν οὐ ποιεῖ κολοβὸν τὸ καταλειφθέν, καὶ τὴν αἰτίαν προστεθείκαμεν. σπλῆνα δὲ ἔλαβεν ὡς μὴ φαινόμενον, ἐπεὶ ὀργανικόν ἐστι. καὶ ἀκρωτήριόν φησιν οὐ πᾶν, ἀλλ’ ὃ μὴ ἔχει γένεσιν ἀφαιρεθὲν ὅλον, ὥσπερ ἐπὶ τῆς δεξιᾶς χειρός. διὰ τοῦτο οἱ φαλακροὶ οὐ λέγονται εἶναι κολοβοί, ἐπειδὴ ἐν ἄλλῳ τόπῳ φύονται τρίχες.

“残缺被述及数量,但非述及随意的数量。” 他的意思是:残缺被述及数量,但非述及随意的数量,而是它必须是可分的。因为若无数量,残缺就不可被考察,正如在通论中所说的那样;但在数的情况下,残缺不可被考察。因为当两者之一被除去时,二并不被称为残缺(因为残缺的部分与剩余的部分并不相等),也完全没有任何数是如此,既然数属于离散的数量,正如我们在通论中所表明的。因为事实上,变得残缺之物的实体和形式必须留存;例如,如果酒杯是残缺的,酒杯必须留存;但数就不再保持相同,即使数是由非齐一的部分构成的;因为三不同于二,既然在它们身上形式发生了改变。因此总括而言,凡是位置不造成差别的事物,都不被称为残缺,例如水或火;因为被除去的水与留下的水是相同的,在火的情况下也是同样;因此他说:“而是必须是那些按实体具有位置的事物。”除这些之外,它们还必须是连续的;因为和谐由非齐一的部分组成且具有位置,但如果碰巧最高弦被毁坏,并不被称为残缺;因为整个和谐完全丧失了,而在残缺之物上形式必须得以保全。除这些之外,其他事物也不是因随意的部分的缺失而成为残缺的;因为绝不能除去实体的关键部分,例如头部,既然整体已被毁灭,且不知怎地非存在物就会被称为残缺;也不能[除去]随处所在的部分:例如,如果酒杯有了〈穿孔〉,它并不被称为残缺,因为它不再执行酒杯的功能(因为饮料会流出),而是要在把手被切除时才是残缺。人也不是在肉或脾脏被切除时成为残缺,而是在手被截断时才是残缺。因为在通论中也曾说过,齐一部分的除去并不使留下的部分成为残缺,并且我们已补充了其原因。他之所以举脾脏为例,是因为它是非显明的,虽然它是一个器官。他说末端肢体也不是随意的,而是整体被除去后不再生长出来的部分,正如右手一样。因此,秃头的人不被称为残缺,因为毛发在别处仍会生长。

§5.66

"Γένος λέγεται τὸ μὲν ἐὰν ᾖ γένεσις συνεχής." Ἐντεῦθεν περὶ τοῦ γένους λέγει ἡμῖν ποσαχῶς λέγεται, καί φησιν ὅτι γένος λέγεται, ἐὰν ἡ γένεσις ᾖ συνεχὴς τῶν τὸ εἶδος ἐχόντων τὸ αὐτό, οἷον λέγεται ἕως ἂν * * * ἡ γένεσις αὐτῶν συνεχής. δεύτερον δὲ τὸ ἀφ’ οὗ ἂν ὦσιν πρώτου κινήσαντος εἰς τὸ εἶναι· οὕτω γὰρ οἱ μὲν λέγονται Ἕλληνες εἶναι τὸ γένος, οἱ δὲ Ἴωνες τῷ τοὺς μὲν ἀπὸ Ἕλληνος κατάγεσθαι, τοὺς δὲ ἀπὸ Ἴωνος3 τοῦ πρώτου γεννήσαντος. μᾶλλον δὲ λέγονται ἀπὸ τοῦ ἄρρενος τοῦ ποιητικοῦ ἤπερ ἀπὸ τῆς θηλείας τοῦ ὑλικοῦ αἰτίου, οἷον ἀπὸ Πύρρας. τρίτον σημαινόμενόν ἐστι τοῦ γένους, καθ’ ὅ φαμεν ὅτι τὸ ἐπίπεδον τῶν σχημάτων γένος ὡς ὑποκείμενον, καὶ τὸ στερεὸν τῶν στερεῶν· ἕκαστον δὲ τῶν σχημάτων τὸ μὲν ἐπίπεδον τοιονδί, τὸ δὲ στερεὸν τοιονδί· τοῦτο δέ ἐστι τὸ ὑποκείμενον ταῖς διαφοραῖς. τέταρτον σημαινόμενον ὡς ἐν τοῖς λόγοις τὸ πρῶτον ἐνυπάρχον, ὃ λέγεται ἐν τῷ τί ἐστι, τουτέστι τῶν παραλαμβανομένων εἰς τὸν ὁρισμόν, οὗτινος αἱ διαφοραὶ ποιότητες λέγονται. ὥστε τοσαυταχῶς λέγεται τὸ γένος, τὸ μὲν κατὰ γένεσιν συνεχῆ τοῦ αὐτοῦ εἴδους, τὸ δὲ κατὰ τὸ πρῶτον κινῆσαν ὁμοειδές, ὡς ἐπὶ τοῦ πατρός, τὸ δὲ ὡς ἡ ὕλη, τουτέστι τὸ ὑποκείμενον.

“在一个意义上,若生成是连续的,则称为类。” 从这里起他告诉我们类有几种含义,并说如果具有同一形式之物的生成是连续的,就被称为类,例如只要[……]它们的生成是连续的,就如此称呼。第二种含义是,凡出于最初促使其生成的原动者;因为这样一些人依类被称为希腊人,另一些人被称为爱奥尼亚人,这是由于前者源自赫楞,而后者源自最初的生身之父爱翁。而且他们更依作为作用因的男性命名,而非依作为质料因的女性命名,例如从皮拉命名。类的第三种含义是,据此我们说平面作为底层是图形的类,而立体是立体图形的类;图形中的每一个,一方面是某种平面,另一方面是某种立体;而这就是各差异的底层。第四种含义是,作为定义言辞中最初内在于其中的东西,即在‘何所是’中所说的东西,也就是在引入定义的诸要素中其差异被称为性质的那种东西。因此,类有如此多种含义:依同一形式的连续生成而言,依如同父亲那样的同种原动者而言,以及作为质料,即底层而言。

语法注3 条
  1. 5.65θατέρου ἀφαιρουμένου

    属格独立结构(“当[两者中]之一被除去时”)。θατέρου 是缩合形式 θάτερον(源自 τὸ ἕτερον)的属格。

  2. 5.65ἀκρωτηριασθῇ χεῖρα

    关系宾格(指定宾格)结构,χεῖρα 依存于被动动词 ἀκρωτηριασθῇ(“被截断”),意为“在手部被截除 / 被斩断了手”。

  3. 5.66τῷ τοὺς μὲν ἀπὸ Ἕλληνος κατάγεσθαι, τοὺς δὲ ἀπὸ Ἴωνος

    由带冠词与格 τῷ 引导的不定式句(τοὺς μὲν ... κατάγεσθαι, τοὺς δὲ ...)表示原因的结构(“由于前者源自赫楞,而后者源自爱翁”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:354.14-355.24