- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:352.30-354.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯根据亚里士多德阐述了事物与言辞中的虚假,驳斥了安提斯泰尼关于“不可能反驳”的论断,从功利的角度解释了《小希庇阿斯篇》中关于自愿说谎者的悖论,并说明了偶性的两种涵义(偶然发生的偶发事件与自身偶性)。
φαίνεται δὲ καὶ ἐπὶ πραγμάτων τὸ ψεῦδος, ἐφ’ ὧν πέφυκε φαίνεσθαι ἢ μὴ οἷά ἐστιν ἢ ἃ μή ἐστιν, οἷον ὡς ἐπὶ τῆς σκιαγραφίας· εἰ γὰρ σκιαγραφήσει τις τὸν Σωκράτη, ἐπειδὴ ἔχει τινὰ ὁμοιότητα πρὸς τὸν Θεαίτητον, δόξει ἡ σκιαγραφία τοῦ Θεαιτήτου εἶναι, ἐπειδὴ ἔχει τι αὐτοῦ· οὐκ ἔστι δὲ αὐτοῦ. ἐπὶ μέντοι γε τῶν ὀνείρων παντελῶς ἐστιν ἐξαλλαγὴ τοῦ πράγματος· ὁρᾷ γάρ τις ἑαυτὸν πολλάκις ἱπτάμενον, ὅπερ οὐδὲ ὅλως ἔχει τὴν τῶν πραγμάτων ἀλήθειαν. ταῦτα εἰρηκὼς περὶ τῶν πραγμάτων ἐφεξῆς λέγει καὶ περὶ τῶν λόγων, καί φησιν ὅτι ὁ ἐπί τινος εἴδους ἀληθὴς λόγος πάντως ἐπὶ ἄλλου ψευδής, οἷον ἐπὶ τοῦ κύκλου ἀληθής ἐστιν ὁ λόγος ὁ λέγων σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, καὶ ὅσα ἄλλα εἴρηται περὶ αὐτοῦ· οὗτος τοίνυν ὁ λόγος ἐπὶ ἄλλων παντελῶς ψευδής ἐστιν· οὔτε γὰρ ἀληθὴς ἐπὶ τριγώνου ἐστὶν ἢ ἐπὶ τετραγώνου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὁ μέντοι γε ψευδὴς λόγος οὐ πάντως καὶ ἐπὶ ἄλλων ψευδὴς ὑπάρχει. οἷον λέγω ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι τετράπουν ἄπουν· οὗτος ὁ λόγος καὶ ἐπὶ ἀνθρώπου ψευδὴς ὑπάρχει καὶ ἐπὶ πάντων τῶν ἄλλων, ἵνα τὸ ὅλον τοῦτο ἔχῃ καὶ τὸν ἄνθρωπον σὺν αὐτῷ ὁ λόγος οὗτος.1 ἐὰν μέντοι γε εἴπω ὅτι ζῷον λογικὸν ἀθάνατον, ἐπὶ μὲν ἀνθρώπου ψευδής, φησίν, ὑπάρχει, ἐπὶ δὲ ἀγγέλου οὐκ ἔστι ψεῦδος. τὸ αὐτὸ δὲ δύναται εἶναι ἀληθὲς καὶ μοναχῶς λεγόμενον καὶ πολλαχῶς, ἐπειδὴ καὶ οὕτως ἔχει φύσεως αὐτὸ τὸ πρᾶγμα. ἐὰν γὰρ εἴπω μοναχῶς ὅτι Σωκράτης, ἀληθὲς λέγω· πάλιν δὲ κἂν τὰ συμβεβηκότα συμπλέξας τῇ οὐσίᾳ οὕτως εἴπω, οὐδὲν ἧττον ἀληθὲς λέγω, οἷον Σωκράτης μουσικὸς φαλακρός. ὁ μέντοι γε ψευδὴς λόγος οὐδενός ἐστιν ἁπλῶς λόγος, ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ τετράποδος καὶ ἄποδος εἰρήκαμεν. διὸ Ἀντισθένης οὐ καλῶς ἐπειρᾶτο δεικνύναι ὅτι οὐ δυνατόν ἐστιν ἀντιλέγειν, λέγων οὕτως ὅτι ἢ σύμφωνα ἑαυτοῖς διαλέγονται ἢ οὐ σύμφωνα· ἀλλ’ εἰ μὲν σύμφωνα, οὐκ ἔστιν ἀντιλέγειν (αὐτὸ γὰρ τοῦτο συμφωνοῦσιν ἀλλήλοις)· εἰ δὲ μὴ σύμφωνα λέγουσι, κατὰ διαφόρων πραγμάτων φέρονται, ὥστε οὐδ’ οὕτως ἀντιλέγουσιν, εἴ γε μηδὲ περὶ τοῦ αὐτοῦ πράγματος τὸν λόγον ποιοῦνται. ταῦτα δὲ ἔλεγεν ὁ Ἀντισθένης ὑπολαμβάνων ὅ τι οὐκ ἔστι· καὶ ὁ ψευδόμενος γὰρ κατὰ τοῦ αὐτοῦ φέρεται καὶ ὁ ἀληθεύων ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή· ὥστε ἔστιν ἀντιλέγειν. ἔστιν οὐ * * * παντελῶς μὲν οὖν ὡς ἐπὶ τοῦ λέγοντος θνητὴν εἶναι τὴν ψυχήν, ἐπί τι δὲ ὡς ἐπὶ τοῦ λέγοντος πόδας Ἴδης (κατὰ ἀναλογίαν γὰρ εἴρηται), ἢ ὅτι τὰ ὀκτὼ διπλάσια τῶν τεσσάρων ὑπάρχουσιν· ἀπὸ γὰρ τῶν δύο ἐστὶ τὸ διπλάσιον. εἶτά φησιν ὅτι ὁ ψευδόμενος διὰ κέρδος ἢ διὰ δόξαν λέγεται ψεύδεσθαι, διὰ κέρδος, ὥσπερ ὁ ἐμπορευόμενος, διὰ δόξαν, ὥσπερ ὁ ἐρῶν αὐτῆς· κυρίως δὲ ψεύστης ἐστὶν ὁ δι’ αὐτὸ τὸ ψεύδεσθαι τοῦτο ποιῶν καὶ μὴ δι’ ἕτερόν τι, ἀλλὰ τοιαύτην ἕξιν ἔχων καὶ τοῦτον ἔχων σκοπὸν τὸ ψεύδεσθαι. διό, φησίν, ὁ ἐν τῷ Ἱππίᾳ τῷ διαλόγῳ συλλογιζόμενος παραλογίζεται ἡμᾶς· ἐκεῖσε γὰρ πειρᾶται δεικνύναι ὁ Πλάτων ὅτι ὁ ἑκὼν ψευδόμενος κρείττων ἐστὶ τοῦ ἄκοντος ψευδομένου, ὥσπερ καὶ ὁ ἑκὼν χωλεύων τοῦ ἄκοντος χωλεύοντος. ὥστε κατά γε τοῦτον τὸν λόγον ὁ ἑκὼν πηρώσας τοὺς πόδας κρείττων ἐστὶν τοῦ ἄκοντος τοῦτο ὑπομείναντος, ὅπερ οὐκ ἔστι. φαμὲν οὖν ὅτι ὁ Πλάτων τοῦτο εἶπεν ἐπὶ συμφέροντι,2 ὅτι ὁ ἑκὼν ψευδόμενος ἐπὶ συμφέροντι, ὥσπερ ἐπὶ τῶν ψευσαμένων τὸ Φοινίκιον ψεῦσμα καὶ εἰπόντων ὅτι αὐτόχθονες ὑπάρχουσιν οἱ πολῖται, ἵνα μᾶλλον γένωνται ἐρασταὶ τῆς πόλεως· ἐπεὶ ὁ ἐπὶ βλάβῃ ψευδόμενος ὁμολογουμένως χείρων ἐστὶ τοῦ ἄκοντος ψευδομένου. Εἶτα ταῦτα εἰρηκὼς περὶ τοῦ συμβεβηκότος λέγει ὅτι συμβεβηκός ἐστι τὸ ἐπ’ ἔλαττον, οἷον ἐπὶ τοῦ εὑρηκότος θησαυρὸν ἐν τῷ ὀρύττειν· πάντα γὰρ τὰ τοιαῦτα τῶν ὡς ἐπ’ ἔλαττον ὑπάρχουσι· καὶ ὅταν δι’ ἄλλο τις προελθὼν περιτύχοι φίλῳ τινὶ ᾧ μὴ προσεδόκα. καὶ ἁπλῶς οὐκ ἔστι κυρίως ὡρισμένον τὸ αἴτιον τοῦ συμβεβηκότος. λέγεται καὶ ἄλλως συμβεβηκός, οἷον ὅσα ὑπάρχει ἑκάστῳ καθ’ αὑτὸ τῷ πράγματι, οἷον τῷ τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ταῦτα μὲν οὖν ἀΐδια φησι, τὸ δὲ τοῦ θησαυροῦ οὐκ ἀΐδιον.
虚假也出现在事物中,在那些本性上显现得或者不合其本相、或者显现为其所不是的事物中,正如在阴影画的情况下;因为如果有人用阴影画描画苏格拉底,由于他对泰阿泰德有某种相似性,这幅阴影画就会被认为是泰阿泰德的,因为它具有他的某些特征;但它并不是他的。然而,在梦境的情况下,存在着事物的彻底转变;因为人常常看见自己在飞翔,这完全没有事物的真实性。在论述了关于事物的这些之后,接下来他也论述言辞,并指出对于某一物种为真的言辞,对于另一物种必定是假的;例如,在圆的情况下,说“由一条线所包围的平面图形”的言辞是真实的,以及凡是关于它所说的其他一切;因此,这句言辞对于其他事物是完全虚假的;因为对于三角形或正方形它不是真的,对于其他事物也是同样。然而,虚假的言辞并不必定对于其他事物也是假的。例如,我说人是四足的无足动物;这句言辞对于人是假的,对于所有其他事物也是假的,以使这句言辞包含这一整体并把人也算在其中。然而,如果我说“有理性的不死的动物”,他说,对于人这是假的,但对于天使则不是虚假。同一事物既可以在单述时为真,也可以在复述时为真,因为事物本身的本性也是如此。因为如果我单述说“苏格拉底”,我说的是真的;再者,即使我把偶性与实体结合起来这样说,我也同样说的是真的,例如“苏格拉底是有教养的、秃顶的”。然而,虚假的言辞根本不是关于任何事物的言辞,正如我们在人以及四足和无足动物的情况下所说的那样。因此安提斯泰尼企图证明不可能反驳,这是不妥当的,他是这样说的:人们交谈要么彼此一致,要么不一致;但如果一致,就不可能反驳(因为他们正是在这一点上彼此一致);如果他们所说的不一致,他们所针对的是不同的事物,因此这样也构不成反驳,既然他们甚至不是就同一事物发表言辞。但安提斯泰尼说这些话是假定了并非如此的前提;因为说谎者与说出灵魂不死的真话者针对的是同一事物;因此反驳是可能的。……完全[是假的],如对于说灵魂是会死的人而言,在某一方面[是假的],如对于说伊达之足的人而言(因为这是按比喻说的),或者说八是四的二倍(因为二倍是出于二)。接着他说,说谎者被称为说谎要么是为了利益,要么是为了名声:为了利益,正如经商者;为了名声,正如渴求名声者;但在严格意义上,说谎者是纯粹为了说谎本身而做这事、而不是为了其他什么的人,而是具有这样一种品质并以说谎为此目的的人。因此他说,在《希庇阿斯》对话录中进行推理的人在诡辩欺骗我们;因为在那里柏拉图试图证明,自愿说谎者比不自愿说谎者更好,正如自愿瘸腿者比不自愿瘸腿者更好一样。因此,至少按照这一论证,自愿致残双足者将比不自愿遭受此难者更好,而这是不可能的。于是我们说,柏拉图说这话是就利益而言的:即自愿为了利益说谎者[更好],正如在那些说了腓尼基谎言并说公民们都是本土所生之人以使他们更加热爱城邦的人的情况下一样;因为为了造成损害而说谎的人,公认比不自愿说谎者更差。接着,在论述了这些之后,关于偶性他说,偶性是在少数情况下发生的事情,例如对于在挖掘时发现了宝藏的人而言;因为所有此类事物都属于在少数情况下发生者;又如当某人为了别的事情外出而偶然遇到了他未曾预料的朋友时。而且简而言之,偶性的原因并非严格地被限定。偶性也以另一种方式被述说,例如凡是就其自身属于每个事物的东西,比如对于三角形来说具有等于两直角的三个角。他说这些固然是永恒的,但宝藏的事却不是永恒的。
- 5.64ἵνα τὸ ὅλον τοῦτο ἔχῃ καὶ τὸν ἄνθρωπον σὺν αὐτῷ ὁ λόγος οὗτος
在 ἵνα... ἔχῃ 分句中,主语是后置的 ὁ λόγος οὗτος(“这一言辞”),直接宾语是 τὸ ὅλον τοῦτο(“这整个整体”)。σὺν αὐτῷ(“与其一同”)指的是该言辞自身或其谓词复合体,整体结构表达“为了使这一言辞将这一整体连同人一起包含在内”。
- 5.64φαμὲν οὖν ὅτι ὁ Πλάτων τοῦτο εἶπεν ἐπὶ συμφέροντι, ὅτι ὁ ἑκὼν ψευδόμενος ἐπὶ συμφέροντι
第一个 ὅτι 引导动词 φαμέν 的宾语从句,而第二个 ὅτι 则是说明性的,具体阐述 τοῦτο(“这一点”)的内容。在第二个从句内部,承前省略了谓语 κρείττων ἐστί(“更好”)以及比较对象 τοῦ ἄκοντος ψευδομένου(“比不自愿说谎者”),构成了“即自愿为了利益说谎者[更好]”的补足结构。
