← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§351.11-352.30

残缺的要件与属的涵义及虚假的区分

阿斯克勒庇俄斯依据亚里士多德《形而上学》卷五第27至29章,解释了“残缺”的成立条件(必须是连续且有机的,并保持形式),继而阐述了“属”的四种涵义、“在属上不同”的标准,以及“事物中的虚假”与“言辞中的虚假”之区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.64#1

" Κολοβὸν δὲ λέγεται τῶν ποσῶν οὐ τὸ τυχόν, ἀλλὰ μεριστόν τε δεῖ αὐτὸ εἶναι καὶ ὅλον." Ἐντεῦθεν περὶ κολοβοῦ διδάσκει ἡμᾶς τί ἐστι καὶ τὸν τρόπον, καθ’ ὃν λέγεται τὸ κολοβόν· οὔτε γὰρ λέγει ἡμῖν, ποσαχῶς λέγεται τὸ κολοβόν, ἐπειδὴ μοναχῶς μόνον λέγεται. καί φησιν ὅτι τὸ κολοβὸν περὶ τὸ ποσὸν θεωρεῖται· οὔτε γὰρ δυνατόν ἐστι λέγειν κολοβὸν τὸ ἀμερές, ὥστε ἐν ποσῷ θεωρεῖται τὸ κολοβόν. καὶ οὐκ ἐν παντὶ ποσῷ· οὐ γὰρ ἐν τῷ διωρισμένῳ, ἀλλ’ ἐν τῷ συνεχεῖ, καὶ ἐν τῷ συνεχεῖ οὐ παντί· οὐ γὰρ ἐν τῷ ὁμοιομερεῖ ἀλλ’ ἐν τῷ ὀργανικῷ. οἷον οὐ λέγομεν κολοβὸν τὸν τέσσαρα ἀριθμὸν ἀφαιρεθείσης μονάδος ἐξ αὐτοῦ· οὐκέτι γὰρ φυλάττει τὸ αὐτὸ εἶδος· θέλει δὲ τὸ αὐτὸ εἶδος φυλάττεσθαι1 ἐπὶ τῶν κολοβῶν, παντελῶς δὲ ἕτερον εἶδός ἐστι τοῦ τρία ἀριθμοῦ παρὰ τὸν τέσσαρα ἀριθμόν. ὥστε οὐ δυνατόν ἐστιν ἐπὶ τοῦ διωρισμένου ποσοῦ θεωρεῖσθαι τὸ κολοβόν, ἀλλ’ ἐπὶ τοῦ συνεχοῦς, ὡς ἐπὶ κύλικος· ἐὰν γὰρ ἀφαιρεθῇ τὸ οὖς τῆς κύλικος, κολοβὸν λέγεται εἶναι ἡ κύλιξ· ἔτι γὰρ μένει τὸ εἶδος τῆς κύλικος. ὁμοίως καὶ ῥινὸς ἀφαιρεθείσης ἢ χειρὸς καὶ ἐπὶ πάντων τῶν ὀργανικῶν μέρους τινὸς ἀφαιρεθέντος λέγεται εἶναι τὸ καταλειφθὲν κολοβόν, ἐπειδή, ὡς εἴρηται, μένει πως τὸ αὐτὸ εἶδος· εἰ μέντοι γε καὶ ἡ κεφαλὴ ἀφαιρεθείη, οὐκέτι λέγεται τὸ καταλειφθὲν κολοβὸν εἶναι, ἐπειδὴ οὔτε ὑφέστηκεν ὅλως ἀλλ’ ἔφθαρται· δεῖ δὲ περισώζεσθαι τὰ μέλλοντα λέγεσθαι εἶναι κολοβά. οὔτε δὲ ἐπὶ τῶν ὁμοιομερῶν, ὡς εἴρηται, λέγεται εἶναι τὸ καταλειφθὲν κολοβόν, οἷον ἐὰν ἀπὸ λίθου μέρος τι ἀφαιρεθείη, οὐ λέγεται τὸ καταλειφθὲν κολοβὸν εἶναι, ἐπειδὴ οὐδὲν ἧττον ἐν ἄλλῳ τόπῳ ἐστὶν ὁ λίθος ὁ αὐτὸς ὑπάρχων τῷ ἀφαιρεθέντι. διὸ τὸν φαλακρὸν οὐκ ἂν εἴποιμεν κολοβὸν εἶναι, ἐπειδὴ ἐν ἄλλῳ μέρει τοῦ σώματος αὐτοῦ φύονται τρίχες. ἐὰν μέντοι γε ἡ χεὶρ ἀφαιρεθείη, λέγεται τὸ καταλειφθὲν κολοβὸν εἶναι, ἐπειδὴ οὐ δυνατόν, εἰ τύχοι, ἄλλην δεξιὰν γενέσθαι. Ταῦτα εἰρηκὼς περὶ τοῦ κολοβοῦ ἐφεξῆς λέγει ἡμῖν καὶ περὶ τοῦ γένους, καί φησιν ὅτι τὸ γένος τετραχῶς λέγεται, ἕνα μὲν τρόπον, καθ’ ὃν φαμεν, ὡς καὶ ὁ Θουκυδίδης φησίν, ἕως ἂν ᾖ τὸ αὐτὸ γένος τῶν ἀνθρώπων ἢ τῶν ἵππων. δεύτερον δὲ οἷον αὐτὴ ἡ ἀρχή, οἷον ἐκ τοῦ Ταντάλου Τανταλίδαι καὶ ἐκ τοῦ Πέλοπος Πελοπίδαι, ὡς εἴρηται ἐν τῇ Εἰσαγωγῇ Πορφυρίου, καὶ ὅτι ἀπὸ ἀρρένων λέγονται τὰ γένη οὐκ ἀπὸ θηλειῶν, ἐπειδὴ τιμιώτερον, * * * οἷον Αἰγύπτιοι καὶ ὅσα ἄλλα τοιαῦτα. τρίτον σημαινόμενον κατὰ τὸ ὑποκείμενον, ὥσπερ τὸ ἐπίπεδον γένος λέγεται πάντων τῶν σχημάτων 〈τῶν〉 ὑποκειμένων αὐτῷ. τέταρτον ἐκ τοῦ μέρους τῶν εἰς τὸν ὁρισμὸν παραλαμβανομένων· οὕτως γάρ φαμεν τὸ ζῷον γένος εἶναι ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων ἁπάντων τῶν τοιούτων. ταῦτα εἰρηκὼς περὶ τοῦ γένους φησὶν ὅτι ἕτερα δὲ τῷ γένει διχῶς λέγονται· ἅπαντα γὰρ πρὸς τὰ τελευταῖα σημαινόμενα τοῦ γένους, οὐ πρὸς τὰ πρότερα διὰ τὸ ἀσαφὲς αὐτῶν.2 φησὶν οὖν ὅτι τὰ ἕτερα τῷ γένει διχῶς λέγονται, ὧν ἕτερόν ἐστι τὸ πρῶτον ὑποκείμενον καὶ ὅταν μὴ ἀναλύηται θάτερον εἰς τὸ ἕτερον, οἷον ὡς ἐπὶ τοῦ λίθου, εἰ τύχοι, καὶ τοῦ χαλκοῦ (τοῦ μὲν γὰρ χαλκοῦ γένος ἐστὶν ὑποκείμενον ἡ ἀτμίς, εἰ τύχοι, τοῦ δὲ λίθου ἡ ξηρὰ ἀναθυμίασις), καὶ πάλιν ὡς ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ κρυστάλλου. οὔτε γὰρ ἀναλύεται ὁ χαλκὸς εἰς τὸν κρύσταλλον. Ταῦτα εἰρηκὼς ἐφεξῆς λέγει ἡμῖν περὶ τοῦ ψεύδους, καί φησιν ὅτι τὸ ψεῦδος διχῶς λέγεται· ἢ γὰρ ἐν πράγμασι θεωρεῖται ἢ ἐν λόγῳ. καὶ ἰδοὺ ἐνταῦθα ἄντικρυς ὁμολογεῖ ὅτι τὸ ψεῦδος οὐκ ἐν μόνοις τοῖς λόγοις θεωρεῖται, ἀλλὰ καὶ ἐν τοῖς πράγμασι. καί φησιν ὅτι τὸ ψεῦδος τὸ ἐν τοῖς πράγμασιν ἁπλοῦν ἐστι, καὶ οὐχ ὥσπερ ἐν τοῖς λόγοις περὶ σύνθεσιν καὶ διαίρεσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος θεωρεῖται, ὡς εἴρηται ἐν Κατηγορίαις· πάντως γὰρ χρεία ἐστὶν ἄλλο ἄλλου καταφῆσαι ἢ ἀποφῆσαι, ἵνα οὕτως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος θεωρηθείη. ἐπὶ μέντοι γε τῶν πραγμάτων, ὡς εἴρηται, ἁπλοῦν ἐστιν, οἷον αὐτὸ τὸ μὴ ὂν καὶ ἡ ἀνυπαρξία τοῦ πράγματος, ὥσπερ ἐπὶ τῆς διαμέτρου φαμὲν ὅτι ἡ διάμετρος σύμμετρός ἐστι τῇ πλευρᾷ ἢ τὸ σὲ καθῆσθαι· τούτων γὰρ [τὸ] ψεῦδος τὸ μὲν ἀεί ἐστι, φησίν, ὡς ἐπὶ τῆς διαμέτρου, τὸ δὲ ποτέ,3 ὡς ἐπὶ τοῦ καθῆσθαι· δυνατὸν γὰρ ὕστερον καθῆσθαι τὸν νῦν μὴ καθήμενον.

“残缺在数量中被述说,并非针对随意的数量,而是它必须既是可分割的又是整体。” 从这里开始,他向我们讲授残缺是什么,以及残缺被述说的方式;因为他并没有告诉我们残缺以多少种方式被述说,因为残缺仅以一种方式被述说。并且他指出残缺是在数量中被考察的;因为说无部分者是残缺的是不可能的,因此残缺是在数量中被考察的。而且并非在一切数量中;因为不是在分离的数量中,而是在连续的数量中,并且在连续的数量中也不是在一切之中;因为不是在同质部分的事物中,而是在有机的事物中。例如,当一个单元从四这个数中被取走时,我们并不说它是残缺的;因为数不再保持相同的形式;但在残缺的事物中要求保持相同的形式,而三这个数的形式与四这个数完全不同。因此残缺不可能在分离数量中被考察,而是在连续数量中被考察,正如在杯子的情况下;因为如果杯子的柄被取走,杯子就被称为残缺的;因为杯子的形式仍然保留。同样,当鼻子或手被取走时,以及在一切有机事物中某一部分被取走时,留下来的部分都被称为残缺的,因为正如已经说过的,在某种方式下相同的形式仍然保留;然而,如果连头也被取走,留下来的部分就不再被称为残缺的,因为它根本没有持存,而是已经毁灭了;因为将被称为残缺的事物必须被保全下来。正如已经说过的,在同质部分的事物中,留下来的部分也不被称为残缺的;例如,如果从石头中取走某一部分,留下来的部分不被称为残缺的,因为与被取走的部分同属同一者的石头,同样在另一处存在。因此我们不会说秃头的人是残缺的,因为毛发生长在他身体的其他部位。然而,如果手被取走,留下来的部分就被称为残缺的,因为比方说,不可能再长出另一只右手。 在论述了关于残缺的这些之后,接下来他也为我们论述属,并指出属以四种方式被述说:一种方式正如修昔底德所说,即在我们说“只要人类或马匹的同一种族[世系]存在”时的方式。第二种方式如同始端本身,例如正如在波菲利的《导论》中所说,出于坦塔罗斯的坦塔罗斯后裔以及出于珀罗普斯的珀罗普斯后裔,并且属是从男性而非女性命名的,因为男性更为尊贵……例如埃及人以及所有其他此类事物。第三个涵义是按照底层,正如平面被称为其下所从属的所有图形的属一样。第四种是从被采纳进定义中的部分而来;因为我们就是这样说动物是人、马以及所有其他此类事物的属的。 在论述了关于属的这些之后,他指出在属上不同以两种方式被述说;因为一切都是针对属的最后那些涵义而言,而不是针对先前的涵义,这是由于它们的不明晰。因此他说,在属上不同是以两种方式被述说的:那些其第一底层不同者,以及当一者不被分解为另一者时,例如,比方说在石头和青铜的情况下(因为比方说,青铜的底层属是蒸气,而石头的底层属是干燥的呼气),又如在青铜和水晶的情况下。因为青铜并不被分解为水晶。 在论述了这些之后,接下来他为我们论述虚假,并指出虚假以两种方式被述说:或者在事物中被考察,或者在言辞中被考察。看啊,在这里他明确承认虚假不仅在言辞中被考察,而且在事物中也被考察。并且他指出,事物中的虚假是单纯的,并不像在言辞中真与假围绕结合与分离被考察那样,正如在《范畴篇》中所说的那样;因为为了使真与假能够以这种方式被考察,绝对需要将一事物对另一事物加以肯定或否定。然而正如所说,在事物的情况下它是单纯的,例如非存在本身和事物的不持存,正如在对角线的情况下我们说对角线与边是可通约的,或者说你正在坐着;因为他说,在这些事物中,虚假一种是始终如此的(如在对角线的情况下),另一种是暂时的(如在坐着的情况下);因为现在没有坐着的人后来是有可能坐着的。

语法注3 条
  1. 5.64θέλει δὲ τὸ αὐτὸ εἶδος φυλάττεσθαι

    动词 θέλει 无显式主语,带不定式短语(τὸ αὐτὸ εἶδος φυλάττεσθαι)作补足语,在晚期注疏中作非人称或拟人化用法,表规范性要求“要求……保持”。

  2. 5.64ἅπαντα γὰρ πρὸς τὰ τελευταῖα σημαινόμενα τοῦ γένους, οὐ πρὸς τὰ πρότερα διὰ τὸ ἀσαφὲς αὐτῶν.

    省略了主要动词(如 λέγεται 或 ἀναφέρεται)的省略句。以 ἅπαντα 为主语,与介词短语 πρὸς τὰ τελευταῖα σημαινόμενα 搭配,表示关系。

  3. 5.64τούτων γὰρ [τὸ] ψεῦδος τὸ μὲν ἀεί ἐστι, φησίν, ὡς ἐπὶ τῆς διαμέτρου, τὸ δὲ ποτέ

    τούτων 是指代前文提到的两个例证(对角线与坐着)的部分属格。全句通过 τὸ μὲν ... τὸ δέ 的分配结构说明“在这些情况中,虚假一种是始终存在的,另一种则是暂时的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:351.11-352.30