← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§349.26-351.10

部分的诸义与整体和全部的定义

阿斯克勒庇俄斯注解《形而上学》卷五第25–26章,阐释了“部分”的多种涵义(数量分割、属与种的关系、质料与形式、定义中的要素),并探讨了“整体”与“全部”的定义及二者的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.61

" Μέρος λέγεται." Ἐντεῦθεν περὶ μέρους ἡμῖν διαλέγεται, καί φησιν ὅτι μέρος ἐστὶ καθ’ ἕνα μὲν τρόπον εἰς ὃ ἂν διαιρεθῇ τὸ ποσὸν ὁπωσοῦν, εἴτε εἰς καταμετροῦν μέρος εἴτε καὶ μή· ἀεὶ γὰρ τὸ ἀφαιρούμενον τοῦ ποσοῦ, τουτέστι τοῦ δεκαπήχου ξύλου, καθὸ ποσόν ἐστι, μέρος λέγεται, εἴτε μετρεῖ εἴτε οὔ. οἷον τῶν τριῶν τὰ δύο μέρος λέγεταί πως μὴ μετροῦν. ἄλλον δὲ τρόπον λέγεται τὸ μετροῦν· διὸ τὰ δύο τῶν τριῶν καὶ μέρος λέγεται καὶ οὐ λέγεται μέρος * * * ὡς δὲ ἐξ αὐτοῦ ὑπάρχον μέρος. ἔτι εἰς ἃ τὸ εἶδος, τουτέστι τὸ γένος, διαιρεῖται ἄνευ τοῦ ποσοῦ, καὶ ταῦτα μέρη αὐτοῦ λέγεται· τὸ γὰρ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, καὶ ἐνταῦθα οὐ θεωρεῖται τὸ ποσόν, καὶ ὅμως μέρη λέγονται εἶναι τοῦ ζῴου τὸ λογικὸν καὶ τὸ ἄλογον. διό φησιν ὅτι τὰ εἴδη τοῦ γένους εἰσὶ μόρια. ἔτι λέγονται εἶναι μέρη, εἰς ἃ διαιρεῖταί τι, ἢ ἐξ ὧν σύγκειται τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος. καὶ ὅλον μὲν λέγει τὸ σωματικόν, εἶδος δὲ τὸ ἀσώματον, ἔχον δὲ τὸ εἶδος τὸ συναμφότερον· ἢ τὰ τρία περὶ τοῦ αὐτοῦ λέγει,1 οἷον τῆς σφαίρας τῆς χαλκῆς 〈ἢ〉 τοῦ κύβου τοῦ χαλκοῦ λέγεται καὶ ὁ χαλκὸς μέρος (τοῦτο δέ ἐστιν ἡ ὕλη ἐν ᾗ τὸ εἶδος), λέγεται καὶ ἡ γωνία μέρος, τουτέστι τὸ εἶδος· γωνίαν γὰρ τὸ εἶδος ἐκάλεσεν. ἔτι τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα λέγονται μέρη εἶναι· † τούτων γὰρ τὸ γένος τοῦ εἴδους καὶ ἔσται μέρος· διὸ τὸ γένος, τουτέστι τὸ ζῷον, μέρος λέγεται [δὲ] τοῦ ἀνθρώπου ὡς εἰς τὸν ὁρισμὸν αὐτοῦ παραλαμβανόμενον. ἄλλως δὲ τὸ εἶδος τοῦ γένους λέγεται μέρος ὡς διαιρουμένου τοῦ γένους εἰς αὐτό.

“部分被述说。” 从这里开始,他为我们论述部分,并指出部分在一种意义上是数量无论以何种方式被分割所及之物,无论它是被分割为能度量的部分还是不能度量的部分;因为从数量中,即从十肘长的木料中,就其作为数量而言被取走之物,无论它度量还是不度量,总是被称为部分;例如在三之中的二,虽然不度量,但在某种意义上被称为部分。而在另一种意义上,那能度量者被称为[部分];因此三之中的二既被称为部分,又未被称为部分……而是作为出于它而存在的部分。此外,形式(即属)在不涉及数量的情况下被分割所及的那些事物,也被称为它的部分;因为动物被分割为有理性的和无理性的,而在这里数量并不受考察,然而有理性的和无理性的仍被称为动物的部分;因此他说诸种是属的部分。此外,某物被分割所及之物,或者整体、形式或具有形式者由之复合而成之物,也被称为部分。他称有形体者为整体,称无形体者为形式,称兼具二者的复合物为具有形式者;或者他是就同一个事物而言述说了这三者,例如在青铜球或青铜立方体的情况下,青铜也被称为部分(这是形式所处于其中的质料),而角也被称为部分,即形式;因为他将形式称为了角。此外,在定义中被采纳的事物也被称为部分;因为在这些事物中,属也将成为种的部分;因此属(即动物)作为被采纳进其定义中的事物而被说成人的部分;而在另一种意义上,种作为属被分割所及之物而被说成属的部分。

§5.62

"Ὅλον λέγεται οὗ μηθὲν ἄπεστι μέρος." Ἐντεῦθεν τὴν περὶ τοῦ ὅλου τεχνολογίαν παραδίδωσιν ἡμῖν, καί φησιν ὅτι ὅλον λέγεται οὗ μηδὲν ἄπεστι μέρος, ἀλλὰ τὸ πᾶν τέλειόν ἐστιν, ἐξ ὧν λέγεται τὸ ὅλον φύσει, ὡς ὁ τέλειος ἄνθρωπος, καὶ τὸ περιέχον τὰ περιεχόμενα, ὡς ἕν τι εἶναι ἐκεῖνα, ὥσπερ ὁ οἶκος εἷς λέγεται τῷ πάντα τὰ συμπληροῦντα αὐτὸν περιέχειν. τοῦτο δὲ διχῶς λέγεται· ἢ γὰρ ὡς ἕκαστον ἕν, 〈ἢ〉 αὐτὴ ἡ ὁλότης ἡ ἐπιγινομένη, ὡς ἐκ τούτων τὸ ἓν ἐκ τῆς τῶν μερῶν συνθέσεως· ἄλλα γὰρ τὰ μέρη καὶ ἄλλο τὸ ἐπιγινόμενον εἶδος. τὸ μὲν γὰρ καθόλου καὶ τὸ ὅλως λέγομεν, ὡς ὅλον τι ὂν τῷ κατηγορεῖσθαι καθ’ ἑκάστου καὶ ἓν ἅπαντα εἶναι ὡς ἕκαστον, καθ’ ὧν κατηγορεῖται. οἷον τὸ ζῷον κατηγορεῖται ἀνθρώπου, ἵππου, βοός, κυνός, καὶ πάντα ἕν τι ὑπάρχουσι καὶ ὅλα, ἄνθρωπος, ἵππος, βοῦς, κύων, διότι πάντα ταῦτα ζῷα ὑπάρχουσι. τὸ δὲ συνεχὲς καὶ πεπερασμένον, ὅταν ἕν τι ἐκ πλειόνων ᾖ ἐνυπαρχόντων,2 μάλιστα μὲν δυνάμει, ὡς ἐπὶ τῆς γραμμῆς, εἰ δὲ μή, ἐνεργείᾳ πως· ἐν γὰρ τῇ γραμμῇ τὰ σημεῖά πως δυνάμει ὑπάρχουσιν, ἐν ἡμῖν δὲ τὰ μέρη ἐνεργείᾳ, καθὸ οἰκεῖον ἕκαστον τούτων ἔχει εἶδος καὶ οἰκείαν περιγραφήν, 〈ἣν〉 δύνανται λέγειν εἶναι ἐνεργείᾳ. μᾶλλον δὲ τὰ φυσικὰ μετέχουσι τῆς ἑνώσεως, τουτέστι τὸ ὕδωρ, ἤπερ τὰ τεχνητά, τουτέστι θύρα, ὥσπερ καὶ * * * ἑνότητός τινος.

“整体被述说是指没有任何部分缺失之物。” 从这里开始,他向我们传授关于整体的专门探究,并指出整体被述说是指没有任何部分缺失,而在本性上被称为整体的诸事物中一切皆为完满之物,如完满的人;以及那包容被包容物使得那些事物成为某种单一之物者,正如房屋由于包容了所有构成它的事物而被说成是一那样。而这是在两种意义上被述说的:或者是由于每一个都是一,或者是在于后起的整体性本身,正如由这些部分经复合而产生一;因为各部分是一回事,后起的形式是另一回事。因为普遍者以及我们在总体上所说的东西,是作为由于述说每一个事物并且就其所被述说的每一个事物而言全部是一,而作为某种整体存在的;例如动物述说人、马、牛、狗,而人、马、牛、狗全部作为某种单一者和整体而存在,因为所有这些都是动物。另一方面,连续的和有界限的事物,当它由内在存在的多个事物成为某种单一者时,[就是整体],这些部分主要以潜在的方式存在,如同在线中那样,否则就以某种方式现实地存在;因为在线中各点可以说以潜在的方式存在,但在我们身上各部分则现实地存在,因为其中的每一部分都具有其特有的形式和特有的轮廓,以至于人们可以说它是处于现实之中的。而自然之物(即水)比起人工之物(即门)更多地分有合一,正如也……某种单一性。

§5.63

"Ἔτι τοῦ ποσοῦ." Ἐντεῦθεν περὶ τοῦ παντὸς λέγει ἡμῖν, καί φησιν ὅτι ἐπὶ τοῦ ποσοῦ, ἔχοντος δὲ ἀρχὴν καὶ μέσον καὶ ἔσχατον, ὅσων μὲν μὴ ποιεῖ ἡ θέσις διαφορὰν ἀμειβομένων αὐτῶν, πᾶν λέγεται, ὅσων δὲ ποιεῖ, ὅλον· ὅσα δὲ ἄμφω ἐνδέχεται, καὶ ὅλα καὶ πᾶν, οἷον ὅσων μὲν ἡ αὐτὴ φύσις μένει τῇ διαθέσει, ἡ δὲ μορφὴ οὔ. οἷον τὸ ἱμάτιον καὶ ὁ κηρὸς † πάντα δὲ καὶ κηρὸς καὶ ἱμάτιον, ἄλλο δὲ σχῆμα, ὥστε ἀμφότερα ἔχει· διὸ φησι καὶ γὰρ ὅλον καὶ πᾶν λέγεται· ἔχει γὰρ ἀμφότερα. ὕδωρ δὲ καὶ ὅσα ὑγρὰ καὶ ἀριθμὸς πᾶς μὲν λέγεται, ὅλος δὲ ἀριθμὸς καὶ ὅλον ὕδωρ οὐ λέγεται, εἰ μὴ μεταφορικῶς, ἐπειδὴ διαιρούμενα φυλάττουσι τὸ αὐτὸ σχῆμα. πάντα δὲ λέγονται, ἐφ’ οἷς τὸ πᾶν ὡς ἐφ’ ἑνί,3 οἷον ὑδάτια πλείονα, πᾶς οὗτος ἀριθμός, πᾶσαι αὗται μονάδες.

“此外在数量上。” 从这里开始,他向我们论述“全部”,并指出在具有始端、中端和末端的数量上,那些在其各部分互换时位置不造成差异的事物被称为“全部”,而造成差异的事物被称为“整体”;凡是两样皆可的,既被称为“整体”又被称为“全部”,例如那些本性在配置中保持同一,而形状却并非如此的事物。例如外衣和蜡……无论是蜡还是外衣,形状虽然不同,从而兼具两者;因此他说“因为它既被称为整体又被称为全部;因为它兼具两者”。而水和所有液体以及数都被称为“全部”,但“整体的数”和“整体的水”除了借喻地之外并不被述说,因为它们被分割时仍保持相同的形状。在对单个事物使用“全部”的场合,在复数上则被说成“所有事物”,例如多个水洼、所有这个数、所有这些单元。

语法注3 条
  1. 5.61ἢ τὰ τρία περὶ τοῦ αὐτοῦ λέγει

    由 ἤ 引导的备选解释:“或者他是就同一个事物而言述说了这三者”。前一句将“整体”(ὅλον)、“形式”(εἶδος)与“具有形式者”(ἔχον τὸ εἶδος)分别对应于有形体者、无形体者与复合物这三个不同实体,而此处则提出了另一种解释思路,即这三者指的是同一个复合对象(例如青铜立方体)的不同内在维度。

  2. 5.62τὸ δὲ συνεχὲς καὶ πεπερασμένον, ὅταν ἕν τι ἐκ πλειόνων ᾖ ἐνυπαρχόντων

    与前面的 τὸ μὲν γὰρ καθόλου... 形成呼应的对比结构(τὸ μέν... τὸ δέ...)。主句的谓语动词(如 ὅλον ἐστίν 等)被省略,整句应理解为“另一方面,连续的和有界限的事物,当它由多个事物……成为某种单一者时[就是整体]”。随后的 μάλιστα μὲν δυνάμει, εἰ δὲ μή, ἐνεργείᾳ πως 则是说明其组成部分的存在方式的插入性修饰成分。

  3. 5.63πάντα δὲ λέγονται, ἐφ’ οἷς τὸ πᾶν ὡς ἐφ’ ἑνί

    说明复数形式 πάντα 与单数形式 πᾶν 之间句法对应关系的句子。关系从句 ἐφ’ οἷς... 内部的动词被省略,其句式为:“在将‘全部’(πᾶν)如同针对单一部分/单数事物般应用的场合,[在复数上]则被说成‘所有事物’(πάντα)”。ὡς ἐφ’ ἑνί 起副词性作用,指代适用于单一事物或单数名词的情况。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:349.26-351.10