- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:34.1-35.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯根据亚里士多德的文本(985b23),解释了毕达哥拉斯学派将数作为存在者元素的象征性意图,阐述了各个数(从1到10)所象征的概念、作为第一因的一者的优越性,以及包含对地在内的十天球说。
" Ἐν δὲ τούτοις καὶ πρὸ τούτων οἱ καλούμενοι Πυθαγόρειοι." Ἐντεῦθεν πάλιν ἐπὶ τοὺς Πυθαγορείους ἔρχεται καί φησιν ὅτι οἱ Πυθαγόρειοι στοιχεῖα τῶν ὄντων τοὺς ἀριθμοὺς ὑπετίθεντο ἀντὶ πυρὸς καὶ ὕδατος καὶ γῆς καὶ ἀέρος, καὶ ἐσπούδαζον πάντα εἰς ἀριθμοὺς ἀνάγειν. λέγομεν δὲ ἡμεῖς ὅτι οἱ Πυθαγόρειοι οὐκ ἐβούλοντο κατάδηλον ποιῆσαι τὴν ἑαυτῶν σοφίαν καὶ σκυτεῦσι. τούτου χάριν συμβολικῶς παρεδίδοσαν τὰ μαθήματα, ὥσπερ οἱ ποιηταὶ περικεκαλυμμένως ἔλεγον, καὶ εἰ ἐμμένοι τις τῷ φαινομένῳ, λώβην γεννᾷ τῇ ψυχῇ. καὶ ἐκέχρηντο τοῖς ἀριθμοῖς, ἐπειδὴ πασῶν τῶν ἐπιστημῶν πρωτίστη ἐστίν, ὡς μεμαθήκαμεν ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, ἡ ἀριθμητική. κέχρηται γὰρ ὁ γεωμέτρης ἀριθμοῖς, αὕτη δὲ μεγέθεσιν οὐ κέχρηται. ἐπειδὴ τοίνυν οἱ ἀριθμοὶ ὁριστικοὶ καὶ περαντικοὶ ὑπάρχουσι τῶν ὑπ’ αὐτῶν ἀριθμουμένων, τοιαῦτα δὲ ὑπάρχουσι καὶ τὰ εἴδη, ὁριστικὰ καὶ συνεκτικὰ τῆς ὕλης, διὰ τῶν ἀριθμῶν τὰ εἴδη τὰ φυσικὰ ἐβούλοντο δηλοῦν· οὐ γὰρ δὴ καὶ τὴν ὕλην. πῶς γὰρ οἷόν τε ἐστὶν ἐξ ἀριθμῶν συγκεῖσθαι τὰ φυσικὰ πράγματα; ἀμέλει τοι καὶ τὸν πέντε ἀριθμὸν ἔλεγον δικαιοσύνην, ἐπειδὴ μέσος ἐστὶ τοῦ δέκα, ἥτις δεκὰς δεκτική ἐστι πάντων τῶν ἀριθμῶν. ἐπεὶ οὖν τὸ μέσον ἔχει τοῦ παντὸς ὁ πέντε ἀριθμός, ἐκάλουν αὐτὸν δικαιοσύνην οἷον δίχην τινὰ οὖσαν.1 καὶ δικαστὴς ἐντεῦθεν λέγεται, ὁ διχάζων καὶ ὁρίζων τὰ κατ’ ἀξίαν ἑκάστῳ. πάλιν δὲ ἐκάλουν τὸν ἑπτὰ ἀριθμὸν καιρόν, ἐπεὶ ἡ σελήνη, ἡνίκα ἐστὶν ἑπτὰ ἡμερῶν, τετραγωνίζει τὸν ἥλιον· δύο ἥμισυ γὰρ ἡμέρας ποιεῖ ἐν ἑκάστῳ ζῳδίῳ. διὸ καὶ κρίσιμός ἐστιν ἡ ἑβδόμη ἡμέρα καὶ ἡ δισέβδομος. πάλιν δὲ καὶ τὰ ἑπταμηνιαῖα βρέφη ζῶσι καὶ ἡ ἀρχὴ τῆς ἀποκυήσεώς ἐστιν ὁ ἕβδομος μήν. πρὸς ἐπὶ τούτοις μέχρι τῶν ἑπτὰ ἐνιαυτῶν ῥίπτουσιν οἱ παῖδες τοὺς ὀδόντας, εἶτα μέχρι τῶν δεκατεσσάρων ἄρχονται μειράκια γίνεσθαι. λοιπὸν ἡ τρίτη ἑβδομὰς ποιεῖ αὐτοὺς σπερμαίνειν. ἔλεγον οὖν τὴν μονάδα τὸν νοῦν διὰ τὸ ἀμερὲς καὶ τὸ πρῶτον, τὴν δὲ δυάδα ἔλεγον εἶναι τὴν ψυχήν, ἐπειδὴ ἔχει τὸ ποθέν ποι· ἄρχεται γὰρ ἀπὸ προτάσεων καὶ τελευτᾷ ἐπὶ συμπέρασμα. τὸν δὲ τρία ἀριθμὸν ἔλεγον τὴν δόξαν, ἐπεὶ οὐχ ὥρισται, ἀλλὰ πρώτη ἐστὶν ἀδιαίρετος, καὶ οὐκ ἔχει βεβαίως, εἴτε ἀθάνατός ἐστιν ἡ ψυχὴ εἴτε θνητή,2 καὶ εἴτε ἀΐδιος ὁ κόσμος εἴτε φθαρτός, ὥσπερ ἐνταῦθα καὶ ἔστι. τὸν δὲ τέσσαρα ἀριθμὸν ἔλεγον τὸ σῶμα τὸ ἁπλῶς. τὸν δὲ πέντε τὸ φυσικὸν σῶμα. τὸν δὲ ἓξ τὸ ἔμψυχον, ἐπειδὴ ὁ ἓξ πρῶτός ἐστιν ἀπὸ τριάδος καὶ δυάδος πολυπλασιαζόμενος, τουτέστιν ἀπὸ περιττοῦ καὶ ἀρτίου. ἔστι δὲ ἡ ψυχὴ πρὸς τῷ περιττῷ ὡς ἀδιαίρετος, τὸ δὲ σῶμα πρὸς τῷ ἀρτίῳ ὡς διαιρετόν. ἐπεὶ οὖν ἐστιν ἐν τοῖς οὖσι καὶ ἕνωσις καὶ ὁμοιότης καὶ εἰδοποιία καὶ ταυτότης, ἔστι δὲ καὶ ἑτερότης καὶ ἀνομοιότης καὶ πάντα τὰ τοιαῦτα, τὴν μὲν μονάδα ἔλεγον ἀρχὴν εἶναι τῆς ἑνώσεως καὶ τῆς ὁμοιότητος καὶ τῆς εἰδοποιίας καὶ τῆς ταυτότητος καὶ πάσης συνεχείας ἁπλῶς, τὴν δὲ δυάδα ἔλεγον ἀρχὴν εἶναι τῆς ἑτερότητος καὶ διαιρέσεως καὶ ἀνομοιότητος. διὸ καὶ τὴν ὕλην δυάδα ἔλεγον, ἐπειδὴ αἰτία ἐστὶ τῆς διαιρέσεως. πάντων οὖν τὸ ἁπλῶς αἴτιον καὶ ἑνώσεως καὶ διαιρέσεως καὶ ὁμοιότητος καὶ ἀνομοιότητος καὶ εἰδοποιίας ἀρχὴν καὶ αἰτίαν ἔλεγον εἶναι τὴν ἑνάδα, ἥτις ἐστὶ τὸ πρῶτον αἴτιον· δεῖ γὰρ εἶναι πρῶτον αἴτιον ἐν τοῖς οὖσιν. εἰ γὰρ ὑποθώμεθα εἶναί τι ἄλλο σὺν αὐτῷ, ἔσται οὕτως ἕνωσις καὶ οὐκέτι ἕν· ἀνάγκη δὲ πάντως ἓν εἶναι αἴτιον τὸ παρακτικὸν κοινῶς πάντων, καὶ ὁμοίων καὶ ἀνομοίων. εἰ γὰρ ἀριθμός ἐστι τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, ἔστι δὲ δύο, ἀνάγκη εἶναι καὶ ἕν, ἥτις ἐστὶν ἡ ἑνάς, τὸ πρῶτον αἴτιον τὸ παρακτικὸν πάντων. ὥστε κρεῖττόν ἐστιν ἡ ἑνὰς τῆς μονάδος· πολλὰ γὰρ πρῶτα εἶναι οὐ δύναται. πάλιν τοίνυν δέκα ἀριθμὸν ἐκάλουν τὸν κόσμον, ἐπεὶ ὥσπερ ὁ δέκα ἀριθμὸς δεκτικός ἐστι παντὸς ἀριθμοῦ, οὕτω καὶ ὁ κόσμος δεκτικός ἐστι πάντων τῶν εἰδῶν. τινὲς δέ φασιν ὅτι οἱ Πυθαγόρειοι, βουλόμενοι δεῖξαι ὅτι δέκα σφαῖραι ὑπάρχουσι διὰ τὸ ἀναγαγεῖν τὸν οὐρανὸν εἰς τὸν δέκα ἀριθμόν, ἔλεγον εἶναι τὴν ἀπλανῆ καὶ τὰς ἑπτὰ τῶν ἑπτὰ πλανήτων, καὶ τὴν ὑπὸ σελήνην (τουτέστι τὰ τέσσαρα στοιχεῖα), ἰδοὺ ἐννέα καὶ τὴν ἀντίχθονα·3 οὕτως γὰρ αὐτὴν ἐκάλουν, ὡς φησιν Ἀριστοτέλης. εἰδέναι μέντοι γε χρὴ ὅτι οἱ γνήσιοι Πυθαγόρειοι ἀντίχθονα ἐκάλουν τὴν σεληνιακὴν σφαῖραν, ἐπειδὴ ὥσπερ ἡ γῆ ἀντιφράττουσα αἰτία γίνεται τῆς ἐκλείψεως τῆς σελήνης, οὕτω καὶ ἡ σελήνη ἀντιφράττουσα τῷ ἡλίῳ ποιεῖ αὐτὸν ἐκλιμπάνειν.
“在这些人之中,以及在他们之前,所谓毕达哥拉斯学派的人。” 从这里开始,他再次转向毕达哥拉斯学派,并说毕达哥拉斯学派的人把数假定为存在者的元素,以代替火、水、土和气,并热衷于把万物还原为数。但我们认为,毕达哥拉斯学派的人并不希望将他们自己的智慧甚至向制鞋匠显露。为此缘故,他们像诗人们隐晦地言说那样,以象征方式传授各门学科;若是有人执着于表面现象,就会在灵魂中产生危害。他们之所以使用数,是因为正如我们在《后分析篇》中学到的那样,算术是一切科学中最初、最首要的。因为几何学家使用数,而算术并不使用大小。既然数对由它们所计数的各事物具有限定和规定作用,而诸形式作为对质料的限定与维系也同样如此,所以他们希望通过数来阐明自然的形式;因为他们绝非要阐明质料。因为自然事物怎么可能由数构成呢?事实上,他们也把五这个数称为正义,因为五是十的中间,而十这个十数是接纳一切数的。因此,既然五这个数居于全数之中间,他们便称其为正义,如同某种两等分一样。裁判官一词也由此得名,指将各人按其应得之分二等分并加以界定的人。此外,他们又把七这个数称为时机,因为月亮当其为七日龄时,便与太阳成方照;因为它在黄道每一宫中停留两天半。因此第七天和第十四天乃是危象日。此外,七个月出生的婴儿能够存活,产育的开端也是第七个月。除此之外,孩子们在七岁之前会换牙,随后直到十四岁开始成为少年。随后的第三个七年期使他们能够射精。因此他们说,由于单子是不可分割的和居先的,所以它是理智;而他们说双子是灵魂,因为它具有从何处到何处的推移;因为它是从前提开始并终结于结论的。而三这个数他们称为意见,因为它是不确定的,虽然它是第一个不可分割的东西,但它并不能确切认定灵魂究竟是不朽的还是会死的,宇宙究竟是永恒的还是可毁灭的,正如在这里的情况确实如此。他们把四这个数称为纯粹的物体。把五称为自然的物体。把六称为有生命的,因为六是由三与二相乘构成的第一个数,即由奇数与偶数相乘而成。灵魂作为不可分割的而归于奇数,而物体作为可分割的而归于偶数。因此,既然在存在者中既有结合、相似、赋予形式和同一性,又同样有相异性、不相似性以及一切诸如此类的事物,所以他们说单子是结合、相似、赋予形式、同一性以及纯粹的一切连续性的原理,而双子则是相异性、分割和不相似性的原理。因此他们也把质料称为双子,因为它是分割的原因。所以,他们说作为结合与分割、相似与不相似以及赋予形式的原理和原因的万物的纯粹原因,乃是作为第一因的一者;因为在存在者中必须存在一个第一因。因为如果我们假定在它旁边还有别的什么东西,这样就会产生结合而不再是单一;但作为共同产生一切相似与不相似者的创造性原因,必然完全是一。因为如果数是由单子构成的多数,且存在着二,那么也必然存在着一,这就是产生万物的第一因即一者。因此一者优于单子;因为不可能有多个第一者。再者,他们把十这个数称为宇宙,因为正如十这个数能够接纳一切数一样,宇宙也同样能接纳一切形式。但有人说,毕达哥拉斯学派的人为了将天界还原为十这个数,想要表明存在着十个天球,便说有恒星天球、七大行星的七个天球、以及月下天球(即四元素)——看哪,这就有了九个——以及对地;因为正如亚里士多德所说,他们就是这样称呼它的。然而应当知道,真正的毕达哥拉斯学派的人是将月球天球称为对地的,因为正如大地通过遮蔽成为月食的原因一样,月亮也通过遮蔽太阳而使之发生日食。
- 1.41οἷον δίχην τινὰ οὖσαν
οἷον 加上宾格分词结构,对前面的名词(δικαιοσύνην)作比喻性的补充说明。此处带有通俗词源学的色彩,将“正义”(δικαιοσύνη)与源自副词 δίχα(分为两半)的派生词“两等分”(δίχη)联系起来。
- 1.41οὐκ ἔχει βεβαίως, εἴτε ἀθάνατός ἐστιν ἡ ψυχὴ εἴτε θνητή
动词 ἔχω 与副词 βεβαίως 连用,表示主语(δόξα,“意见”)处于“不稳固的状态”,后续由 εἴτε... εἴτε... 引导的间接疑问句则说明了其未能确定的具体内容。
- 1.41ἰδοὺ ἐννέα καὶ τὴν ἀντίχθονα
感叹副词 ἰδού(看哪)与数词 ἐννέα 结合,以插入句的形式提示计数(“看哪,这就有了九个”);随后由 καί 连接的宾格短语 τὴν ἀντίχθονα 则重新接续前文支配动词与不定式(ἔλεγον εἶναι)的宾格补足语序列,从而补足了第十个天球。
