← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§348.19-349.25

具有与出于某物的多重含义分类

阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷Δ中“具有”(1023a8)与“出于某物”(1023a26)的多重含义,对各义项进行分类并列举实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.59

" Τὸ ἔχειν δὲ λέγεται πολλαχῶς, ἕνα μὲν τὸ ἄγειν." Πληρώσας τὸν περὶ τῆς στερήσεως λόγον ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ ἔχειν, καί φησιν ὅτι καὶ τὸ ἔχειν πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν ἤγουν κατὰ τὴν αὑτοῦ ὁρμήν· διὸ λέγεται πυρετὸς ἔχειν τὸν ἄνθρωπον καὶ ὁ τύραννος τὴν πόλιν καὶ τὴν ἐσθῆτα οἱ ἐνδεδυμένοι. ἄλλον δὲ τρόπον λέγεται ἔχειν ἐν ᾧ ἄν τι ὑπάρχῃ ὡς δεκτικῷ· λέγεται γὰρ ὁ χαλκὸς ἔχειν τὸν ἀνδριάντα, ἐπειδὴ ἐν αὐτῷ ἐστιν ὁ ἀνδριάς, καὶ ὁ ἵππος τὴν νόσον. ἄλλον δὲ τρόπον ὡς τὸ περιέχον τὰ περιεχόμενα· ἐν ᾧ γάρ ἐστι περιέχοντι, ὑπὸ τούτου ἔχεσθαι λέγεται, οἷον τὸ ἀγγεῖον ἔχειν τὸ ὑγρόν φαμεν, ἐπειδὴ περιέχει αὐτό, καὶ τὴν πόλιν ἀνθρώπους, καὶ τὴν ναῦν ναύτας. οὕτω δὲ καὶ τὸ ὅλον λέγεται ἔχειν τὰ μέρη ὡς ἐν τῷ ὅλῳ θεωρούμενα αὐτά. ἔτι λέγεται ἔχειν τὸ κωλῦον κατὰ τὴν ὁρμὴν αὐτοῦ κινεῖσθαί τι ἢ πράττειν, οἷον οἱ κίονες τὰ ἐπικείμενα βάρη, ἐπειδὴ συνέχουσιν αὐτά, καὶ ὡς οἱ ποιηταὶ ποιοῦσι τὸν Ἄτλαντα βαστάζειν τὸν οὐρανὸν ὡς συμπεσόντα ἂν ἐπὶ τὴν γῆν, εἰ μὴ ἀνείχετο,1 καὶ ὡς οἱ φυσικοὶ ποιοῦσι τὴν δίνησιν ἀνέχειν αὐτόν. ὁμοίως λέγεται ἔχειν καὶ τὸ συνέχειν, ὥσπερ ὁ φάκελος τὰ λάχανα· λυθέντος γὰρ αὐτοῦ διασκορπίζονται. ἰστέον δὲ ὅτι καὶ τὸ ἔν τινι τοσαυταχῶς λέγεται, ὁσαχῶς καὶ τὸ ἔχειν, ὡς ἐδείξαμεν.

“具有在多种意义上被述说,在一种意义上是引导。” 在完成了关于缺失的论述之后,他接下来向我们谈论具有,说具有也在多种意义上被述说:在一种意义上,是按照自身的本性,即按照自身的冲动来引导;因此热病被说成具有人,僭主具有城邦,穿上衣服的人具有衣服。在另一种意义上,某物在其中作为接受者而存在的事物被说成具有;因为青铜被说成具有雕像,因为雕像在它之中,马具有疾病。在另一种意义上,正如包容者具有被包容物一样;因为在哪个包容物之中,它就被说成被哪个包容物所具有,例如我们说容器具有液体,因为容器包容了它,城邦具有人,船只具有水手。这样,整体也被说成具有部分,因为诸部分是在整体中被考察的。此外,阻止某物按照其自身冲动运动或行动的事物也被说成具有,例如柱子[具有]压在上面的重量,因为柱子支撑着它们,又如诗人们让阿特拉斯支撑着天空,视天空为若不被支撑便会坠落到大地上之物,又如自然哲学家们让旋涡运动支撑着它。同样,维系在一起也被说成具有,正如捆包[具有]蔬菜一样;因为捆包一旦解开,蔬菜就会散开。必须知晓,“在某物之中”也是在与“具有”同样多的意义上被述说的,正如我们所表明的那样。

§5.60

"Τὸ ἔκ τινος εἶναι λέγεται." Ἐντεῦθεν περὶ τοῦ ἔκ τινος ποιεῖται ἡμῖν τὴν τεχνολογίαν καί φησιν αὐτὸ ποσαχῶς λέγεται. ἕνα μὲν τρόπον ἐξ οὗ ἐστι ὡς ὕλης, καὶ τοῦτο διχῶς, ἢ κατὰ τὸ πρῶτον γένος ἢ κατὰ τὸ ὕστατον εἶδος, οἷον κατὰ τὸ πρῶτον ὡς ἅπαντα τὰ τηκτὰ ἐξ ὕδατος, κατὰ δὲ τὸ ὕστερον ὡς ἐκ χαλκοῦ ὁ ἀνδριάς. καὶ πάλιν ἐκ τῆς πρώτης κινησάσης ἀρχῆς, οἷον ἐκ τίνος γέγονε * * * πάλιν δὲ λέγεται τὸ ἔκ τινος καὶ ὡς ἐκ τοῦ συνθέτου ἐκ τῆς ὕλης καὶ τῆς μορφῆς, ὥσπερ ἐκ τοῦ ὅλου τὰ μέρη καὶ ἐκ τῆς Ἰλιάδος τὰ ἔπη καὶ ἐκ τῆς οἰκίας οἱ λίθοι· τέλος μὲν γάρ ἐστιν ἡ μορφή, τέλειον δὲ τὸ ἔχον τὸ τέλος. τὰ δὲ ὥσπερ λέγεται ἐκ τῶν μερῶν εἶναι τὸ ὅλον, οἷον ὁ ἄνθρωπος ἐκ τοῦ δίποδος, ὡς εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ, καὶ ἡ συλλαβὴ ἐκ τῶν στοιχείων· ἄλλως γὰρ τούτων τὸ μέν ἐστι τεχνικὸν τὸ δὲ φυσικόν, ὥσπερ ὁ ἀνδριὰς ἐκ τοῦ χαλκοῦ· διό φησιν ἐκ τῆς συνθετῆς γὰρ ὕλης ἡ συνθετὴ οὐσία, ἀλλ’ ἡ μὲν φυσική, ἡ δὲ τεχνητή. ἀλλὰ καὶ τὸ εἶδος λέγεται ἐκ τῆς τοῦ εἴδους ὕλης, ὥσπερ ὁ ἄνθρωπος ἐκ τοῦ δίποδος· ἀμφότερα δὲ εἴδη ὑπάρχουσι καὶ τὰ μέρη καὶ τὸ ὅλον. πάλιν λέγεται ἐξ οὗ ἐκ τῶν κατὰ μέρος, οἷον ἐκ πατρὸς καὶ μητρὸς τὸ τέκνον, ἐπειδὴ μέρος τι ἀμφότεροι συντελοῦσι, καὶ πάλιν ὅτι ἐκ τῆς γῆς φυτόν, ὅτι ἔκ τινος μέρους αὐτῆς ἐστι. πάλιν λέγεται τὸ ἔκ τινος καὶ ἐπὶ τοῦ χρόνου, οἷον ἐξ ἡμέρας νὺξ καὶ ἐξ εὐδίας χειμών, ὅτι τοῦτο μετὰ τοῦτο. τούτων δὲ τὰ μὲν τῷ ἔχειν μεταβολὴν εἰς ἄλληλα οὕτως λέγονται μεθ’ ὅ, ὥσπερ καὶ τὰ νῦν εἰρημένα, τὰ δὲ τῷ κατὰ χρόνον ἐφεξῆς μόνον,2 οἷον ἐξ ἰσημερίας ἐγένετο ὁ πλοῦς, ὅτι μετὰ ἰσημερίαν ἐγένετο, καὶ ἐκ Διονυσίων Θαργήλια ἑορτὴ γίνεται τῷ Θαργηλιῶνι μηνί.

“‘出于某物’被述说。” 从这里开始,他为我们对“出于某物”进行专门探究,并说明它在多少种意义上被述说:在一种意义上,指作为质料从之而来的事物,这又有两种方式,或是按照第一属,或是按照最后种,例如按照第一属,一切可熔化之物出于水,按照后者,雕像出于青铜。再次,指来自运动的最初发动原理,例如出于什么生成了……。再次,“出于某物”也被说成出于质料与形式的复合物,正如从整体中产生部分,从《伊利亚特》中产生诗行,从房屋中产生石材;因为形式是目的,具有目的者才是完满的。另一方面,有些事物则是整体被说成出于部分,例如正如我们在理论探究中所说,人出于两足动物,音节出于字素;因为在这些事物中,一者属于技术,另一者属于自然,情况各不相同,正如雕像出于青铜;因此他说,复合物实体出于复合质料,但一者是自然的,另一者是人工的。而且形式也被说成出于形式的质料,正如人出于两足动物;而部分与整体两者都作为形式而存在。再次,出于具体部分也被说成“从之而来”,例如孩子出于父亲和母亲,因为双方各自贡献了一定部分,又如植物出于大地,是因为它是出于大地的一部分。再次,“出于某物”也在时间的意义上被述说,例如黑夜出于白昼,风暴出于晴朗,因为此者在彼者之后。在这些之中,有些像刚才所说的那样,因相互之间具有变化而被说成“在……之后”,另一些则仅因时间上的相继而被如此述说,例如“航行自春分而始”是指在春分之后发生,以及萨尔格利亚节在萨尔格利翁月出于狄奥尼索斯节而举行。

语法注2 条
  1. 5.59ὡς συμπεσόντα ἂν ἐπὶ τὴν γῆν, εἰ μὴ ἀνείχετο

    在连词 ὡς 引导下,分词 συμπεσόντα 与小词 ἄν 连用,与表示与事实相反的未完成过去时条件从句 εἰ μὴ ἀνείχετο 相应,相当于直陈式过去时加 ἄν 的虚拟结论从句。

  2. 5.60τούτων δὲ τὰ μὲν τῷ ἔχειν μεταβολὴν εἰς ἄλληλα οὕτως λέγονται μεθ’ ὅ, ὥσπερ καὶ τὰ νῦν εἰρημένα, τὰ δὲ τῷ κατὰ χρόνον ἐφεξῆς μόνον

    在对比结构 τὰ μέν ... τὰ δέ 中,带定冠词不定式 τῷ ἔχειν 以及与之对应、省略了动词(如 εἶναι)的定冠词与格结构 τῷ [εἶναι] κατὰ χρόνον ἐφεξῆς μόνον 充当表示原因或依据的与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:348.19-349.25