- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:347.1-348.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷五第20–22章(1022b4–1022b22),阐明“状态”(hexis)、“变状”(pathos)与“缺失”(sterēsis)的定义。他考察了作为关系或情态的状态、作为质变与损害的变状,以及与单纯否定相区别的缺失的各种分类。
" Ἕξις λέγεται ἕνα μὲν τρόπον." Ἕξις λέγεται ἕνα μὲν τρόπον ἐνέργεια τοῦ ἔχοντος καὶ τοῦ ἐχομένου, τουτέστιν ἡ σχέσις αὐτή, ὥσπερ πρᾶξίς τις ἢ κίνησις. ὥσπερ γὰρ ἡνίκα τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, καὶ ἐπὶ πυρὸς καὶ ξύλου ἐστὶ ποίησις μεταξύ, οὕτως καὶ τοῦ ἔχοντος ἐσθῆτα καὶ τῆς ἐχομένης ἐσθῆτος ἐστί τις μεταξὺ ἕξις. ταύτην μὲν οὖν τὴν ἕξιν φανερὸν ὅτι οὐκ ἐνδέχεται ἔχειν, ἵνα ὑποθώμεθα καὶ τὴν σχέσιν αὐτὴν πρὸς ἡμᾶς εἶναι σχέσιν, ἐπεὶ οὕτως εἰς ἄπειρον βαδιούμεθα, εἰ τοῦ ἐχομένου ἔσται ἔχειν τὴν ἕξιν.1 πάλιν κατ’ ἄλλον τρόπον λέγεται ἕξις διάθεσίς τις, καθ’ ἣν εὖ ἢ κακῶς τις διάκειται, καὶ ἢ καθ’ αὑτὸ ἢ πρὸς ἄλλο· οἷον ἡ ὑγεία καὶ ἡ φιλία ἕξεις τινὲς ὑπάρχουσιν, ἀλλ’ ἡ μὲν ὑγεία πρὸς ἑαυτήν, ἡ δὲ φιλία πρὸς ἕτερον. πάλιν λέγεται ἕξις καὶ ἐπὶ μορίου εὖ ἔχοντος· διὸ καὶ ἡ τῶν μορίων 〈ἀρετὴ〉 ἕξις τίς ἐστιν, ὥσπερ ἡ καλλίστη τοῦ ὀφθαλμοῦ ἐνέργεια.
“状态在一种意义上被述说。” 状态在一种意义上被说成是持有者与被持有者的现实活动,即关联本身,正如某种行动或运动。因为正如当一方施作用而另一方受作用时,在火与木材的情形中施作用处于二者之间,同样在持有斗篷者与被持有的斗篷之间也存在某种状态。因此显而易见,不可能持有这种状态,以免我们假定关联本身也是对我们的关联,因为如果能够持有被持有者的状态,我们将这样走向无限。再次,在另一种意义上,状态被称为某种情态,依之某物处于良好或不良的状态,并且或是就自身而言,或是相对于他物;例如健康与友谊是某种状态,但健康是就自身而言,而友谊则是相对于他物。再次,就某一部分处于良好状态而言,也被称为状态;因此各部分的德性也是某种状态,正如眼睛的最优活动一样。
"Πάθος δὲ λέγεται ἕνα μὲν τρόπον." Εἰπὼν περὶ τῆς ἕξεως τί ἐστιν, ἐντεῦθεν καὶ περὶ πάθους λέγει, καί φησιν ὅτι πάθος λέγεται καθ’ ἕνα μὲν τρόπον ποιότης τις, καθ’ ἣν ἐνδέχεται ἀλλοιοῦσθαι, οἷον τὸ λευκὸν τὸ μέλαν, τὸ γλυκὺ καὶ πικρόν, ἡ κουφότης καὶ ἡ βαρύτης, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται. ἔτι δὲ καὶ αἱ τούτων ἐνέργειαι καὶ ἀλλοιώσεις, καὶ τούτων μᾶλλον αἱ βλαβεραί, οἷον τὸ κακῶς ἀλλοιοῦσθαι, οἷον τὸ ἀμέτρως θερμαίνεσθαι ἢ ψύχεσθαι. πρὸς τούτοις δὲ καὶ τὰ μεγέθη τῶν συμφορῶν πάθη λέγεται τῷ ἴσχειν πάθος ἐν σώματι.
“变状在一种意义上被述说。” 在谈论了状态是什么之后,他接下来也谈论变状,说变状在一种意义上被称为依之可能发生质变的某种性质,例如白与黑、甜与苦、轻与重,正如在理论探究中所说的那样。进而还有这些性质的现实活动与质变,在这些之中尤其是具有损害性的质变,例如不良地发生质变,例如过度受热或受冷。此外,不幸的巨大程度也因在身体中存有变状而被称为变状。
"Στέρησις λέγεται ἕνα μὲν τρόπον." Εἰπὼν περὶ τοῦ πάθους ἐντεῦθεν λέγει ἡμῖν περὶ τῆς στερήσεως, καί φησιν ὅτι στέρησις λέγεται καθ’ ἕνα μὲν τρόπον, ἐὰν μὴ ἔχῃ τι τῶν πεφυκότων ἔχεσθαι, κἂν μὴ αὐτὸ ὑπάρχῃ πεφυκὸς ἔχειν, οἷον λέγεται τὸ φυτὸν ὀμμάτων ἐστερῆσθαι. κυρίως δὲ τὸ τοιοῦτον οὐκ ἔστι στέρησις, ἀλλὰ μᾶλλον ἀπόφασις, ἐπειδὴ ἡ στέρησις ἔχει καὶ τὴν ἐναντίαν ἕξιν· ἀλλὰ μόνον λέγεται μὴ ἔχειν ὀφθαλμούς· ὥστε κυρίως ἀπόφασίς ἐστι τὸ τοιοῦτον. πάλιν δὲ λέγεται στέρησιν ἔχειν, ἐὰν πεφυκὸς ἔχειν ἢ αὐτὸ ἢ τὸ γένος αὐτοῦ μὴ ἔχῃ, οἷον ἄλλως ὁ τυφλὸς ἵππος καὶ ἄλλως ὁ ἀσπάλαξ ἐστέρηται. ὁ μὲν γὰρ ἀσπάλαξ διὰ τὸ γένος λέγεται ἔχειν τὴν στέρησιν, ἐπειδὴ τὸ ζῷον πέφυκεν ἔχειν ὄψιν. πάλιν λέγεται στέρησις, ἐὰν πεφυκὸς ἔχειν, ὅτε πέφυκεν ἔχειν, μὴ ἔχῃ· ἡ γὰρ τυφλότης στέρησίς τίς ἐστιν· οὐ γάρ ἐστι τυφλὸς ὁ κατὰ πᾶσαν ἡλικίαν, ἀλλ’ ἐν ᾗ πέφυκεν ἔχειν, ὡς ἐπὶ τοῦ σκυλακίου εἰρήκαμεν. ὁμοίως δὲ καὶ ἐν ᾧ (οὔτε γὰρ πεφύκασιν ἔχειν ὀφθαλμοὺς ἐν χερσί) καὶ καθ’ ὃν χρόνον (διὰ τὸ σκυλάκιον) καὶ πρὸς ὅ (οὔτε γὰρ πεφύκαμεν τὰ ἐν οὐρανῷ ὁρᾶν ἢ τὰ ὑπὸ γῆν) καὶ ὡς ἂν μὴ ἔχῃ πεφυκὸς ἔχειν, ὡς ἐπὶ τοῦ ἵππου εἴρηται. πρὸς τούτοις δὲ στέρησις λέγεται καὶ ἡ βίαιος ἀφαίρεσις. καὶ ὁσαχῶς δὲ ἀπὸ τοῦ α ἀπόφασις2 λέγεται· κυρίως δὲ αὗται οὐχ ὑπάρχουσιν ἀποφάσεις· ὅμως φησὶν ὅτι τοσαυταχῶς καὶ αἱ στερήσεις λέγονται. ἄνισον γάρ ἐστι τὸ ξύλον, εἰ τύχοι, τὸ μὴ ἔχον ἰσότητα πεφυκὸς δὲ ἔχειν· ἀόρατον δὲ ἢ τὸ μηδ’ ὅλως ἔχον χρῶμα, ὡς ἐπὶ τοῦ ἀέρος, ἢ τὸ φαύλως ἔχον. πάλιν ἄπουν λέγεται ἢ τὸ μὴ ὅλως ἔχον πόδας ἢ τὸ φαύλους. εἶτα εἰπὼν περὶ τοῦ ποιοῦ λέγει περὶ τοῦ ποσοῦ· φησὶ γὰρ ὅτι καὶ τὸ μικρὸν ἔχειν, οἷον τὸ ἀπύρηνον· τοῦτο δέ ἐστι τὸ φαύλως πως ἔχειν. ἔτι τὸ μὴ ῥᾳδίως ἢ τὸ μὴ καλῶς, οἷον ἄτμητον λέγεται οὐ μόνον τὸ μὴ δυνάμενον τμηθῆναι, ἀλλὰ καὶ τὸ δυσχερῶς τεμνόμενον. ἔτι ἐν στερήσει λέγεται καὶ τὸ πάντῃ μὴ ἔχον· τυφλὸς γὰρ οὐ λέγεται ὁ ἑτερόφθαλμος, ἀλλ’ ὁ τῶν δύο ἐστερημένος. διὸ οὐ πᾶς ἀγαθὸς ἢ κακός, ἢ δίκαιος ἢ ἄδικος, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ.
“缺失在一种意义上被述说。” 在谈论了变状之后,他接下来向我们谈论缺失,说在一种意义上,如果不具有按本性应被具有的诸事物之一,即使该事物自身并非按本性应具有它,也被称为缺失,例如据说植物缺失了眼睛。但严格来说,这种事物不是缺失,而毋宁是否定,因为缺失还具有相反的状态,而它仅仅是被说成不具有眼睛;所以严格来说这种事物是否定。再次,如果某物按本性应具有某物,而它自身或其所属的属却不具有,则被称为具有缺失,例如盲目的马与鼹鼠是在不同的意义上处于缺失的。因为鼹鼠被说成具有缺失是由于其属,因为动物按本性应具有视觉。再次,如果按本性应具有者在按本性应具有时却不具有,则被称为缺失;因为盲目是某种缺失;因为并非在任何年龄[不具视觉]者都是盲目的,而是在按本性应具有的年龄中不具有者才是,正如我们在小狗的情形中所说的那样。同样,在何物中(因为事物并未按本性在手中具有眼睛)、在何种时间(因小狗的缘故)、对于何物(因为我们并未按本性被造得去看见天上的事物或地下的事物),以及按本性应具有却以何种方式不具有(正如在马的情形中所说的那样),都被称为缺失。此外,强力的剥夺也被称为缺失。并且,凡依字母阿尔法而被述说的否定有多少种意义——严格来说这些并不是否定;但他仍然说,缺失也是在同样多的意义上被述说的。因为比如说木材,当它不具有相等性而按本性又应具有时,就是不等的;不可见者或是如空气的情形那样全然不具有颜色,或是低劣地具有颜色。再次,无足者或是指全然不具有足,或是指具有低劣的足。然后,在谈论了质之后,他谈论量;因为他说,仅具有少量也是缺失,例如无核的,而这是指以某种低劣的方式具有。进而指不轻易或不良,例如不可分割不仅指不能被分割者,而且指难以被分割者。此外,全然不具有者也在缺失的意义上被述说;因为独眼者不被称为盲人,缺失了双眼者才被称为盲人。因此并非所有人都是善或恶、公正或不公正的,正如在理论探究中所说的那样。
- 5.56ἵνα ὑποθώμεθα καὶ τὴν σχέσιν αὐτὴν πρὸς ἡμᾶς εἶναι σχέσιν, ἐπεὶ οὕτως εἰς ἄπειρον βαδιούμεθα, εἰ τοῦ ἐχομένου ἔσται ἔχειν τὴν ἕξιν
ἵνα 在此处引导表示荒谬后果或应避免之情况的从句(“以免我们假定……”)。它承接主句的否定(οὐκ ἐνδέχεται ἔχειν),说明不能持有该状态的理由,即若能持有该状态,便会导致将关联本身作为进一步关联的无穷倒退(εἰς ἄπειρον βαδιούμεθα)。
- 5.58ἀπὸ τοῦ α ἀπόφασις
指带有剥夺性前缀字母阿尔法(alpha privativum)的否定构造。紧随其后的例子(ἄνισον, ἀόρατον, ἄπουν, ἀπύρηνον, ἄτμητον)均以 α- 开头,指由前缀 α 构成的否定词在此处指代缺失。
