- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:345.29-346.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯讨论了《形而上学》Δ卷中“出于某物”的其余用法(质料的部分贡献与时间上的先后),随后注解了“部分”与“整体”的定义,以及“整体”与“全”的区别和数与单位的关系。
τὰ δὲ πάλιν ἐὰν κατὰ μέρος τι τούτων ὑπάρχῃ, λέγεται γὰρ τὸ τέκνον ἐκ τοῦ πατρὸς καὶ τῆς μητρός, ἐπειδὴ ἡ μὲν μήτηρ ἔχει τὸ καταμήνιον, ὁ δὲ πατὴρ τὸ σπέρμα· καὶ πάλιν ἐκ τῆς γῆς τὸ φυτόν, ἐπειδὴ μέρος συντελεῖ ἡ γῆ. πάλιν λέγεται τὸ ἐξ οὗ καὶ τὸ κατὰ χρόνον· οὕτως γάρ φαμεν ἐξ ἡμέρας γίνεσθαι νύκτα καὶ ἐκ νυκτὸς ἡμέραν. πάλιν δὲ λέγεται ἐξ οὗ, ἵνα μὴ ὑποθώμεθα ἐκ τῆς φθορᾶς ἐκείνου τὴν ἄλλου γίνεσθαι γένεσιν,1 ὥσπερ ἐπὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς εἰρήκαμεν, οἷον ἡνίκα φαμὲν ὅτι ἐξ ἰσημερίας ἐγένετο πλοῦς, ἀντὶ τοῦ μετὰ τὴν ἰσημερίαν. Ταῦτα εἰπὼν περὶ τοῦ ἐξ οὗ λοιπὸν λέγει ἡμῖν περὶ τοῦ μέρους ὅτι ἕνα μὲν τρόπον λέγεται μέρος τὸ καταμετροῦν τὸ ὅλον, ὥς φησι γεωμέτρης. οὕτως φαμὲν τῶν δέκα μέρος εἶναι τὰ πέντε ὡς καταμετροῦν τὸ ὅλον. πάλιν δὲ λέγεται μέρος οὗ ἀφαιρουμένου κολοβὸν γίνεται τὸ ὅλον, οὐ μέντοι γε καταμετρεῖ τὸ ὅλον, ὥσπερ τὰ δύο τῶν τριῶν ἢ ἡ κεφαλὴ τοῦ ἀνθρώπου. πάλιν λέγεται μέρη καὶ τὰ εἴδη τοῦ γένους, οἷον ὁ ἄνθρωπος καὶ ὁ ἵππος καὶ τὰ ἄλλα πάντα μέρη τοῦ ζῴου, ἐπειδὴ εἰς αὐτὰ διαιρεῖται τὸ ζῷον. πάλιν λέγεται μέρος καὶ τὰ εἰς ἃ διαιρεῖταί τι ἢ ἐξ ὧν σύγκειται· οὕτως γάρ φαμεν μέρος εἶναι τῆς σφαίρας τὸν χαλκόν, τουτέστι τὴν ὕλην, καὶ τὸ εἶδος, ὅπερ καλεῖ γωνίαν.2 πάλιν λέγεται καὶ τὸ γένος μέρος εἶναι τοῦ εἴδους ὡς εἰς τὸν ὁρισμὸν αὐτοῦ παραλαμβανόμενον· οὕτως γάρ φαμεν τὸ ζῷον μέρος εἶναι τοῦ ἀνθρώπου. Ταῦτα εἰπὼν περὶ τοῦ μέρους ἐφεξῆς λέγει ἡμῖν περὶ τοῦ ὅλου ὅτι καὶ αὐτὸ πολλαχῶς λέγεται. κυρίως γὰρ ὅλον λέγεται, οὗ τῶν μερῶν μηδὲν ἄπεστιν· οὕτως γὰρ ὁ τέλειος ἄνθρωπος λέγεται ὅλον, ἐπειδὴ οὐδὲν λείπει τῶν μερῶν αὐτοῦ. πάλιν καὶ τὸ περιέχον τὰ περιεχόμενα ὅλον λέγεται, † ταὐτὸν δέ ἐστιν. οὕτως γάρ φαμεν ὅλον τὸν οἶκον εἶναι ὡς περιέχοντα πάντα τὰ μόρια ἐν ἑαυτῷ ἐξ ὧν σύγκειται. καὶ ἐντεῦθεν ἔστιν ἑλεῖν ὅτι οὐχ ἁπλῶς τὰ μόριά ἐστιν τὸ ὅλον, ἀλλὰ ἄλλο τι ἔξωθεν προσγινόμενον, ὅπερ πρᾶγμα οὐ προσγίνεται ἄνευ τῆς τῶν μορίων συνθήκης· † ἔπειτα μόριον ὂν ἂν ἦν τὸ ὅλον καὶ ἂν ἐπλήρουν τὰ μόρια τὸ ὅλον μόνα, οὐκέτι ἓν πρᾶγμα ὑπῆρχεν ἀλλὰ πολλά,3 καθὸ ἐκ τῆς τῶν πολλῶν συνδρομῆς γέγονεν. ὥστε ἕτερόν τι ἐπιγίνεται, ὅπερ ποιεῖ τὸ ὅλον ἄλλο ὑπάρχειν παρὰ τὰ μόρια, οὐ μέντοι γε παραγίνεται ἄνευ τῆς τῶν μορίων συνδρομῆς. εἶτά φησιν ὅτι τῶν πραγμάτων τὰ μὲν ὅλα λέγονται, τὰ δὲ πάντα, 〈τὰ〉 δὲ ἀμφότερα. οἷον ὅλον λέγεται, ὃ διαιρούμενον καὶ ἀφαιρούμενον οὐ μένει τὸ αὐτό· ὁ μέντοι γε ἀὴρ ἢ τὸ πῦρ ἢ τὸ ὕδωρ διαιρούμενα μένουσι τὰ αὐτά· ὥστε ταῦτα πᾶν λέγονται. συναμφότερα δὲ ὡς τὸ ἱμάτιον καὶ ὁ κηρός· καθὸ μὲν γὰρ τὸ αὐτὸ ἱμάτιόν ἐστι, πᾶν λέγεται, καθὸ δὲ τείνεται καὶ συστέλλεται, οὐ μένει τὸ αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κηροῦ· καθὸ γὰρ ὁ αὐτὸς κηρὸς μένει, πᾶν λέγεται, καθὸ δὲ διαφορὰν δέχεται * * * εἶτά φησιν ὅτι καὶ πάντα λέγονται τὰ πλείονα, οἷον πολλὰ ὕδατα, ὥσπερ καὶ ἐπὶ τοῦ ἀριθμοῦ, οἷον πᾶς ἀριθμός, ἐπειδὴ ὁ ἀριθμὸς καθὸ ἀριθμὸς εἷς ἐστιν, αἱ μέντοι γε μονάδες πᾶσαι, ἐπειδὴ διαφέρουσιν ἀλλήλων. ὥστε ἐνταῦθα φαίνεται ἑπόμενος τοῖς Πυθαγορείοις καὶ τῷ Πλάτωνι· κἀκεῖνοι γάρ φασιν ὅτι ἕτερός ἐστιν ὁ ἀριθμὸς παρὰ τὰς μονάδας· τῇ γὰρ σωρείᾳ τῶν μονάδων ἕτερός τις ἐπιγίνεται ἔξωθεν ἀριθμός, ὥστε ἕτερός ἐστιν ἀριθμὸς παρὰ τὴν τῶν μονάδων σωρείαν.
再次,其他事物是指这些当中的某种事物在部分上有所属的情形;因为据说孩子出于父亲和母亲,由于母亲具有经血,而父亲具有精子;再次,植物出于大地,由于大地贡献了部分。再次,“由此产生者”也依时间而被述说;因为我们正是这样说黑夜出于白昼产生,而白昼出于黑夜产生。再次,说“由此产生者”,也是为了让我们不致假定由前一事物的毁灭而产生另一事物的生成,正如我们在白昼和黑夜的情形中所说的那样,例如每当我们说“航行出于春分(秋分)产生”时,是代替“在春分(秋分)之后”。在谈论了关于“由此产生者”的这些之后,他接下来向我们谈论“部分”,说在一种意义上,量尽整体者被称为部分,正如几何学家所说。我们正是这样说五是十的部分,作为量尽整体者。再次,其被剥除时整体便变为残缺、然而并不量尽整体者也被称为部分,正如二对于三,或者头对于人。再次,属的各种也被称为部分,例如人、马以及所有其他事物都是动物的部分,因为动物被划分到它们之中。再次,某物被划分成的那些事物,或者由之组成的事物,也被称为部分;因为我们正是这样说青铜(即质料)和形式(他称之为角)是球体的部分。再次,属也被说成是种的部分,作为被纳入种的定义之中的事物;因为我们正是这样说动物是人的部分。在谈论了关于部分的这些之后,他按序向我们谈论“整体”,说它也是在多种意义上被述说的。因为就严格意义而言,各部分无一缺失者被称为整体;因为完全的人正是这样被称为整体,由于其各部分无一欠缺。再次,包容被包容者之物也被称为整体,而这是同一回事。因为我们正是这样说房屋是一个整体,作为在自身之中包容着其由之组成的所有组成部分。由此可以把握到,整体并非单纯是各组成部分,而是从外部附加上去的另一事物,而该事物若无各组成部分的结合便不会附加上去;进而,如果整体是组成部分,并且如果仅由各组成部分便充实了整体,那么它就不再是一个事物,而是许多事物了,因为它是从许多事物的汇聚中产生的。因此有另一种事物随后发生,使得整体成为各组成部分之外的另一事物,尽管若无各组成部分的汇聚它断不会产生。然后他说,在诸事物中,有些被称为“整体”,有些被称为“全”,有些被称为“兼具二者”。例如,被划分和被剥除后不再保持同一者被称为整体;然而空气、火或水被划分后仍保持同一,因此这些被称为“全”。而兼具二者如同斗篷和蜡;因为就它是同一件斗篷而言,它被称为“全”,但就其被拉伸和收缩而言,它不再保持同一。在蜡的情形中亦同样如此;因为就它保持为同一块蜡而言,它被称为“全”,但就其接受差异而言……然后他说,较多数目者也被称为“全”,例如“许多水”,正如在数的情形中一样,例如“一切数”,因为数就其作为数而言是一,然而单位则是“一切[单位]”,因为它们彼此有别。因此在这里他似乎追随着毕达哥拉斯学派和柏拉图;因为他们也说数是单位之外的另一事物;因为对单位的堆积而言,某种别的数从外部随后发生,以至于数是单位的堆积之外的另一事物。
- 5.55πάλιν δὲ λέγεται ἐξ οὗ, ἵνα μὴ ὑποθώμεθα ἐκ τῆς φθορᾶς ἐκείνου τὴν ἄλλου γίνεσθαι γένεσιν
ἵνα 引出的从句在形式上是目的从句,但此处起到解释性和限制性的作用,用以界定一种特定的用法类别,即排除“一物的生成产生于另一物的毁灭”这一假定,而仅仅表示时间上的相继。
- 5.55ὅπερ καλεῖ γωνίαν
关系代词 ὅπερ 指称先行词 εἶδος,构成双宾格结构(“他称形式为角”),指在球体的构成部分中与质料(青铜)并列提及的形式要素。
- 5.55ἔπειτα μόριον ὂν ἂν ἦν τὸ ὅλον καὶ ἂν ἐπλήρουν τὰ μόρια τὸ ὅλον μόνα, οὐκέτι ἓν πρᾶγμα ὑπῆρχεν ἀλλὰ πολλά
由过去直陈式构成的非真实条件句结构(句首文本有讹误)。晚期希腊语中 ἄν(=ἐάν)可引导非真实条件从句,故 μόριον ὂν ἂν ἦν... 与并列的 καὶ ἂν ἐπλήρουν... 充当条件从属部分(“若整体是部分,且仅由各部分充实了整体”),而归结分句 οὐκέτι ἓν πρᾶγμα ὑπῆρχεν 省略语气小品词 ἄν,表达与事实相反的推论。
