← 特拉勒斯的阿斯克勒庇乌斯

亚里士多德《形而上学》注释(卷A–Z)

§344.27-345.29

缺失的中介状态与具有的多种含义

阿斯克勒庇俄斯顺承《形而上学》卷五的论述,阐明了缺失中存在中间状态,继而依次分析了“具有”、“在某物之中”与“出于某物”的多种含义及其实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.55#2

πάλιν ἄτμητον ἢ τὸ ὅλως μὴ τεμνόμενον, ὥσπερ ὁ ἀδάμας, ἢ τὸ μὴ ῥᾳδίως, ὥσπερ ὁ λίθος. ἔτι τὸ πάντῃ μὴ ἔχον· τυφλὸς γὰρ οὐ λέγεται ὁ ἑτερόφθαλμός, ἀλλ’ ὁ παντελῶς μὴ ἔχων. εἰ μὲν γὰρ μὴ ἔχων δύο ὀφθαλμοὺς εὐθέως τυφλότητα εἶχεν, ἐν στερήσει τῷ ὄντι ἐλέγετο εἶναι καὶ ὁ ἑτερόφθαλμος·1 νῦν δὲ ἔστιν ὁρᾶν καὶ τῷ ἑνὶ ὀφθαλμῷ. διὸ οὐ πᾶς λέγεται ἀγαθὸς εἶναι ἢ κακός, ἐπειδὴ οὐκ ἔστιν ἄμεσος ἡ ἀντίθεσις αὕτη, ἀλλ’ ἔστι καὶ μέση ἕξις, ὡς ἐπὶ τῶν παιδίων· οὔτε γὰρ δίκαια λέγονται οὔτε ἄδικα. Ταῦτα εἰρηκὼς περὶ τῆς στερήσεως μετέρχεται ἐπὶ τὸ ἔχειν, καί φησιν ὅτι καὶ τὸ ἔχειν πολλαχῶς λέγεται, ἢ τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν τὸ πρᾶγμα ἐν ᾧ ἐστιν, ἢ τὸ ἄγειν κατὰ τὴν αὑτοῦ ὁρμήν· οὕτως γὰρ λέγεται ἔχειν ὁ πυρετὸς ἐκεῖνον, ἐν ᾧ ἐστιν, ἐπειδὴ κατὰ τὴν ἑαυτοῦ φύσιν ἄγει αὐτὸν θερμαίνων αὐτόν. πάλιν λέγεται ὁ τύραννος ἔχειν τὴν πόλιν, ἐπειδὴ κατὰ τὴν ἑαυτοῦ ὁρμὴν ἄγει τὴν πόλιν, ὡς βούλεται. πάλιν λέγεται ἔχειν καὶ τὸ πρᾶγμα ἐκεῖνο, ἐν ᾧ ἕτερον θεωρεῖται· οὕτω γὰρ λέγεται ὁ χαλκὸς ἔχειν τὸν ἀνδριάντα, ἐπειδὴ ἐν τῷ χαλκῷ θεωρεῖται, καὶ τὸ ζῷον τὸ νόσημα. πάλιν λέγεται ἔχειν καὶ τὸ περιέχον, οἷον καὶ τὸ ἀγγεῖον λέγεται ἔχειν τὰ ὑγρά, ἐπειδὴ ἐμπεριέχονται ἐν αὐτῷ, καὶ ἡ πόλις τοὺς ἀνθρώπους, καὶ ἡ ναῦς τοὺς ναύτας· οὕτω δὲ καὶ τὸ ὅλον λέγεται ἔχειν τὰ μέρη, ἐπειδὴ ἐν τῇ ὁλότητι τοῦ ἀνθρώπου ὑπάρχει τὰ μέρη τοῦ ἀνθρώπου καὶ περιέχονται ὑπ’ αὐτῆς. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἔτι τὸ κωλῦον κατὰ τὴν ἑαυτοῦ ὁρμὴν κινεῖσθαί τι ἢ πράττειν ἔχειν λέγεται·2 οὕτω γὰρ λέγεται ὁ κίων ἔχειν τὴν οἰκίαν, ἐπειδὴ συνέχει αὐτὴν καὶ οὐ συγχωρεῖ πεσεῖν, καὶ ὥσπερ οἱ ποιηταί, φησί, ποιοῦσι τὸν Ἄτλαντα βαστάζειν τὸν οὐρανόν, καὶ οἱ φυσικοὶ τὴν δίνην αὐτήν, ὥσπερ Ἀναξαγόρας. πάλιν λέγεται ἔχειν καὶ τὸ συνέχον, ὡς ὁ φάκελος τὰ λάχανα· λυθέντος γὰρ αὐτοῦ ἐκπίπτουσιν. εἶτά φησιν ὅτι καὶ τὸ ἔν τινι τοσαυταχῶς λέγεται, ὁσαχῶς καὶ τὸ ἔχειν, οἷον ἔν τίνι ἐστὶν ὁ ἄνθρωπος; ἐν πυρετῷ· ἐν τίνι ἐστὶν ἡ πόλις; ἐν τῷ τυράννῳ· ἐν τίνι ἡ οἰκία; ἐν τῷ κίονι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Ταῦτα καὶ περὶ τοῦ ἔν τινι εἰρηκὼς μετέρχεται ἐφεξῆς καὶ λέγει ἡμῖν περὶ τοῦ ἔκ τινος, καί φησιν ὅτι τὸ ἔκ τινος λέγεται ὡς τὸ ἐξ οὗ, τουτέστιν ὡς ἐξ ὕλης· οὕτως γὰρ φαμεν τὸν ἀνδριάντα ἐκ τοῦ χαλκοῦ εἶναι κατὰ τὸ ὕστατον, ἢ κατὰ τὸ πρῶτον γένος, ἡνίκα φαμὲν ὅτι ὁ χαλκὸς ἐκ τοῦ ὕδατός ἐστιν, ὡς εἴρηται ἐν τοῖς Μετεώροις. καὶ πάλιν ἐκ τῆς πρώτης κινησάσης ἀρχῆς, οἷον ἐκ τίνος γέγονεν ἡ μάχη; ἐκ τῆς λοιδορίας· αὕτη γὰρ γέγονεν ἀρχὴ τῆς μάχης. πάλιν δὲ λέγεται ἐξ οὗ καὶ τὸ ἐκ τοῦ συνθέτου, οἷον ἐκ τῆς ὕλης καὶ τῆς μορφῆς, ὥσπερ ἐκ τοῦ ὅλου τὰ μέρη καὶ ἐκ τῆς Ἰλιάδος τὰ ἔπη ὡς ἐξ ὅλου μέρος, οἷον εἰπέ μοι ἐκ τῆς Ἰλιάδος τόνδε τὸν στίχον, καὶ ἐκ τῆς οἰκίας οἱ λίθοι. πάλιν τὰ μὲν ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, τουτέστι τὸ ὅλον ἐκ τῶν μερῶν,3 οἷον ἄνθρωπός ἐστιν ἐκ τοῦ δίποδος καὶ τοῦ δύο ἔχειν χεῖρας καὶ εἶναι ὀρθοπεριπατητικὸν πλατυώνυχον.

再次,“不可切断者”指或者完全不被切断的事物(正如金刚石),或者不易被切断的事物(正如石头)。此外,指全然不具有者;因为独眼者不被称为盲人,而是全然不具有者[才被称为盲人]。因为,如果不具有双眼便立刻具有盲目,那么独眼者在事实上也会被称为处于缺失之中;但事实上用一只眼睛也可以看见。因此并非每个人都被称为是善的或恶的,因为这种对立并非无中介的,而是也存在着中间的状态,正如在幼童的情形中一样;因为他们既不被称为公正的,也不被称为不公正的。在谈论了关于缺失的这些之后,他进而言及“具有”,并说“具有”也是在多种意义上被述说的:或者依其自身本性引导其所在其中的事物,或者依其自身冲动引导它。因为正是这样,发热被称为具有其所在其中的那个人,因为发热通过使其发热而依其自身本性引导他。再次,僭主被称为具有城邦,因为他依其自身冲动按其所愿引导城邦。再次,其自身之中可见出另一事物的那种事物也被称为具有;因为正是这样,青铜被称为具有雕像,因为雕像在青铜中被看出,而动物[被称为具有]疾病。再次,包容者也被称为具有,例如容器也被称为具有液体,因为液体被包容在其中,而城邦[被称为具有]人们,船只[被称为具有]水手;同样,整体也被称为具有各部分,因为人的各部分存在于人的完整性之中并被其所包容。在其他事物的情形中亦同样如此。此外,阻碍某物依其自身冲动运动或行事者也被称为具有;因为正是这样,柱子被称为具有房屋,因为柱子维系着它而不容许它倒塌,正如他所说,诗人们让阿特拉斯支撑苍穹,自然哲学家们让涡旋本身[支撑苍穹],正如阿那克萨戈拉那样。再次,捆缚者也被称为具有,正如捆[具有]蔬菜;因为当它被解开时,蔬菜便掉落出来。然后他说,“在某物之中”也在与“具有”相同多的意义上被述说,例如:人在什么之中?在发热之中。城邦在什么之中?在僭主之中。房屋在什么之中?在柱子之中。在所有其他事物的情形中亦同样如此。在谈论了关于“在某物之中”的这些之后,他按序进而言及并向我们谈论“出于某物”,并且说,“出于某物”被说成是“所出于者”,即作为出于质料;因为我们正是这样依最近[的质料]说雕像是出于青铜,或者依最先的属,每当我们说青铜出于水时,正如在《天象论》中所说的那样。再次,出于最先的推动本原,例如:战斗是出于什么产生的?出于诽谤;因为这成了战斗的开端。再次,“所出于者”也被说成是出于复合物,例如出于质料与形式,正如各部分出于整体,《伊利亚特》中的诗行出于作为整体的《伊利亚特》(作为出于整体的部分),例如“请为我诵读《伊利亚特》中的这一行诗”,以及石头出于房屋。再次,有些被说成是形式出于部分,即整体出于各部分,例如人出于两足、具有双手以及作为直立行走的平甲动物。

语法注3 条
  1. 5.55εἰ μὲν γὰρ μὴ ἔχων δύο ὀφθαλμοὺς εὐθέως τυφλότητα εἶχεν, ἐν στερήσει τῷ ὄντι ἐλέγετο εἶναι καὶ ὁ ἑτερόφθαλμος

    使用直陈式过去时(εἶχεν, ἐλέγετο)构成的与事实相反的虚拟条件句。条件从句中的分词 μὴ ἔχων 承担条件功能(“如果他不具有双眼”)。通过与“实际上用一只眼也可以看见”这一事实相反的假设,论证了缺失是指完全的不具有。

  2. 5.55ἔτι τὸ κωλῦον κατὰ τὴν ἑαυτοῦ ὁρμὴν κινεῖσθαί τι ἢ πράττειν ἔχειν λέγεται

    句子的主语是带定冠词的中性现在分词 τὸ κωλῦον,主导动词为 λέγεται,后接不定式 ἔχειν 作为补足语(“阻碍者被称为具有”)。分词 κωλῦον 支配不定代词宾格 τι,并带两个不定式 κινεῖσθαι ἢ πράττειν(“阻碍某物运动或行事”)。

  3. 5.55πάλιν τὰ μὲν ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, τουτέστι τὸ ὅλον ἐκ τῶν μερῶν

    承前文 ἐκ τῆς Ἰλιάδος τὰ ἔπη ὡς ἐξ ὅλου μέρος(出于整体的部分)的对比,此处省略了述谓动词 λέγεται(“再次,有些事物[被说成是]形式出于部分,即整体出于各部分”)。主语 τὰ μὲν 起部分限定作用(“有些事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:344.27-345.29