- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:343.15-344.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《形而上学》卷五第20至22章,阿斯克勒庇俄斯相继阐释了“状态”(hexis)、“受动”(pathos)与“缺失”(steresis)的多重含义。在将状态规定为关系、配置以及部分的优异性之后,他接着分析了作为质变与灾祸的受动,并依本性适应性、属、时期、暴力剥夺及否定前缀区分了缺失的各种方式。
" Ἕξις δὲ λέγεται ἕνα μὲν τρόπον οἷον ἐνέργειά τις τοῦ ἔχοντος καὶ ἐχομένου." Ἐντεῦθεν περὶ τῆς ἕξεως ἡμῖν λέγει, καί φησι πολλαχῶς λέγεσθαι τὴν ἕξιν. καὶ λέγει ὅτι λέγεται ἕξις ἡ ἐνέργεια τοῦ ἔχοντος καὶ ἐχομένου, τουτέστιν αὐτὴ ἡ σχέσις, ὥσπερ τοῦ ἀνδρὸς καὶ τῆς ἐσθῆτος· ἔχει γὰρ ὁ ἀνήρ, ἔχεται δὲ ἡ ἐσθής. λέγεται οὖν ἕξις αὕτη ἡ σχέσις τοῦ ἔχοντος καὶ τοῦ ἐχομένου, ὥσπερ τὸ μεταξὺ τοῦ ποιοῦντος καὶ τοῦ ποιουμένου λέγεται ποίησις καὶ πάλιν τὸ μεταξὺ τοῦ κινοῦντος καὶ τοῦ κινουμένου λέγεται κίνησις. οὐκέτι μέντοι, λέγει, ἡμεῖς αὐτοὶ πρὸς τὴν σχέσιν λεγόμεθα ἔχειν σχέσιν· οὕτως γὰρ ἐπ’ ἄπειρον προερχόμεθα.1 πάλιν, φησίν, ἄλλον τρόπον λέγεται ἕξις ἡ διάθεσις, καθ’ ἣν εὖ καὶ κακῶς διάκειται τὸ διακείμενον ἢ πρὸς ἑαυτὸ ἢ πρὸς ἄλλο. πρὸς ἑαυτὸ μέν, ὥσπερ ἐπὶ τῆς ὑγιείας· ἡνίκα γάρ τις ἔρρωται, λέγεται ἔχειν ἕξιν τὴν ὑγίειαν, καὶ ἡνίκα ἀσφαλής ἐστιν ἡ φιλία, λέγεται ἔχειν ἕξιν τὴν φιλίαν. μεμαθήκαμεν δὲ ἐν Κατηγορίαις ὅτι λέγεται ἡ διάθεσις κατὰ τῆς ἕξεως. λέγεται δὲ ἕξις καὶ ἡ τῶν μερῶν ἀρετή· οὕτως γάρ φαμεν ἔχειν ἕξιν τὸν ὀφθαλμὸν τὸν καλῶς ἐνεργοῦντα καὶ ποιοῦντα τὰς οἰκείας ἐνεργείας. Ταῦτα περὶ τῆς ἕξεως εἰρηκὼς λοιπὸν μετέρχεται καὶ λέγει ἡμῖν περὶ τοῦ πάθους, καί φησιν ὅτι ἕνα μὲν τρόπον πάθος λέγεται ἡ ποιότης, καθ’ ἣν ἀλλοιοῦσθαι ἐνδέχεται, οἷον τὸ λευκαίνεσθαι, τὸ μελαίνεσθαι, τὸ γλυκαίνεσθαι, τὸ πικραίνεσθαι, ἡ βαρύτης καὶ ἡ κουφότης, οὐχ ὅτι γίνεται μεταβολὴ ἀπὸ βαρύτητος ἐπὶ κουφότητα (τὸ γὰρ τοιοῦτο γένεσίς ἐστι καὶ φθορά), ἀλλ’ ὅτι γίνεται ἐπίτασις καὶ ἄνεσις,2 οἷον ἡνίκα βαρύτερον ἑαυτοῦ γίνεται ἢ κουφότερον ἢ παντελῶς μὴ ὑπάρχει ἢ ὀλίγον. καὶ μάλιστα αἱ βλαβεραὶ ἀλλοιώσεις προσαγορεύονται πάθη, οἷον τὸ θερμαίνεσθαι, τὸ γηρᾶν καὶ ὅσα ἄλλα τοιαῦτα. πρὸς τούτοις λέγονται πάθη καὶ τὰ μεγέθη τῶν συμφορῶν, οἷον τὸ θρηνεῖν, τὸ ἀποβάλλεσθαι φίλον καὶ εἴ τι τοιοῦτον ἢ κτῆμα. Ταῦτα εἰρηκὼς καὶ περὶ τοῦ πάθους ἐφεξῆς μετέρχεται καὶ λέγει ἡμῖν περὶ τῆς στερήσεως, καί φησιν ὅτι στέρησις λέγεται καὶ ἐπὶ τοῦ μὴ πεφυκότος ἔχειν· οὕτως γάρ φαμεν στέρησιν ἔχειν τὸ φυτὸν ὀφθαλμοῦ· καίτοι οὐ πέφυκεν ἔχειν ὀφθαλμοὺς τὸ φυτόν, ἀλλὰ καθὸ τὰ ἐν γενέσει καὶ φθορᾷ3 πεφύκασιν ἔχειν, κατὰ τοῦτο λέγεται καὶ τοῦτο ἐστερῆσθαι ὡς ὑπάρχον τῶν ἐν γενέσει καὶ φθορᾷ. ἀμέλει τοι ἐπὶ τῶν ἀϊδίων οὐκ ἄν τις εἴποι τὸ τοιοῦτον, ἐπειδή, φησί, παντελῶς οὐ πεφύκασιν οὕτω διωργανῶσθαι τὰ ἀΐδια. πάλιν λέγεται ἐστερῆσθαι καὶ οὗ τὸ γένος πέφυκεν ἔχειν· οὕτως γὰρ λέγεται ὁ ἀσπάλαξ ἐστερῆσθαι ὀφθαλμῶν κατὰ γένος, οὐχ ὅτι αὐτὸς πέφυκεν ἔχειν, ἀλλ’ ὅτι τὸ γένος αὐτοῦ, τουτέστι τὸ ζῷον. ἀμέλει τοι ὁ ἵππος ὁ μὴ ἔχων ὀφθαλμοὺς καθ’ αὑτὸ λέγεται ἐστερῆσθαι, ἐπειδὴ αὐτὸς πέφυκεν ἔχειν. πάλιν δὲ ἐστερῆσθαι λέγεται καὶ τὸ μὴ πεφυκὸς ἔχειν κατ’ ἐκεῖνον τὸν χρόνον, ὥσπερ ἐπὶ τοῦ σκυλακίου εἴρηται ἐν Κατηγορίαις· ἡ γὰρ τυφλότης στέρησίς τίς ἐστιν, ἀλλὰ τυφλὸς οὐ κατὰ πᾶσαν ἡλικίαν, ἀλλ’ ἡνίκα τεχθῇ, ἐπὶ ὀλίγας ἡμέρας. ἔτι ἡ βιαία ἑκάστου ἀφαίρεσις στέρησις λέγεται, οἷον ἡνίκα τύραννος ἢ λῃσταὶ βιασάμενοί τινα ἀφέλωνταί τι ἐξ αὐτοῦ, λέγεται ὁ τοιοῦτος στέρησιν ἔχειν τοῦ πράγματος οὗ ἀπώλεσε. καὶ πάντα τὰ διὰ τοῦ α στερητικοῦ ἐστερῆσθαι λέγεται, οἷον ἄφιλος ὁ μὴ ἔχων φίλους, ἄνισον τὸ μὴ ἔχον ἰσότητα, καὶ ἄπουν τὸ μηδ’ ὅλως ἔχον πόδας, ὡς ἐπὶ ὄφεως, ἢ τὸ κακοὺς ἔχον.
“状态在一种方式上被称为具有者与被具有者的一种活动。” 从这里开始他向我们谈论状态,并说状态是在多种意义上被述说的。他说,状态被称为具有者与被具有者的活动,即这种关系本身,正如人与衣服的关系一样;因为人具有,而衣服被具有。因此,具有者与被具有者的这种关系被称为状态,正如在施作者与被施作者之间的东西被称为施作,而在推动者与被推动者之间的东西被称为运动一样。然而,他说,我们自己对这种关系不再被称为具有关系;因为这样我们就会走向无穷。他又说,在另一种方式上,状态被称为那依之使处于某种状态者或就其自身或就其他事物而言处于良好或不良状态的配置。就其自身而言,正如在健康的情形中一样;因为每当有人强健时,他就被称为具有健康这种状态,而每当友谊稳固时,就被称为具有友谊这种状态。并且我们在《范畴篇》中学到,配置被用来述说状态。各部分的优异性也被称为状态;因为我们正是这样说那良好地活动并实现其固有活动的眼睛具有状态的。在谈论了关于状态的这些之后,他接着进而言及并向我们谈论受动,并且说,在一种方式上,受动被称为依之可能遭受质变的性质,例如变白、变黑、变甜、变苦、重与轻——并不是说发生了从重到轻的转变(因为诸如此类是生成与消灭),而是说发生了强化与弛缓,例如每当它变得比自身更重或更轻,或者完全不具有或仅稍许具有时。尤其是那些有害的质变被称为受动,例如发热、衰老以及所有其他诸如此类的事情。此外,不幸的巨大规模也被称为受动,例如哀恸、失去朋友,以及若有任何诸如此类的事物或财产[被失去]。在谈论了关于受动的这些之后,他按序进而言及并向我们谈论缺失,并且说,缺失对于本性上不具有者也是被述说的;因为我们正是这样说植物具有眼睛的缺失;尽管植物在本性上并不具有眼睛,但依处于生成与消灭之中的事物本性上具有,据此,这[植物]作为属于处于生成与消灭之中的事物也被称为被剥夺了。诚然,在永恒事物的情形中,没有人会说这样的话,因为他说,永恒事物完全不是本性上被如此构造的。再次,其属本性上具有者也被称为被剥夺了;因为正是这样,鼹鼠依其属被称为被剥夺了眼睛,不是因为鼹鼠自身本性上具有,而是因为它的属即动物本性上具有。诚然,没有眼睛的马被称为依其自身被剥夺了,因为马自身本性上具有。再次,在那个时期本性上不具有者也被称为被剥夺了,正如在《范畴篇》中关于小狗所说的那样;因为盲目是某种缺失,但不是在所有年龄中都盲目,而是在其刚出生时、在最初的几天里。此外,强力夺去每一事物也被称为缺失,例如每当僭主或强盗强行制服某人并从他那里夺走某物时,诸如此类的人就被称为对他所失去的事物具有缺失。凡由缺失性阿尔法表示者全都被称为被剥夺了,例如无友者指没有朋友的人,不均等者指不具有均等性的事物,而无足者指完全没有足(如在蛇的情形中)或具有不良之足者。
- 5.55οὐκέτι μέντοι, λέγει, ἡμεῖς αὐτοὶ πρὸς τὴν σχέσιν λεγόμεθα ἔχειν σχέσιν· οὕτως γὰρ ἐπ’ ἄπειρον προερχόμεθα.
介词短语 πρὸς τὴν σχέσιν 修饰不定式 ἔχειν,表示关系所指向的对象(“对该关系具有[关系]”)。此处 ἔχειν 的直接宾语再次明确写出了 σχέσιν,从而构成了“若对关系自身还具有关系则会导致无穷后退(ἐπ’ ἄπειρον)”的论证结构。
- 5.55οὐχ ὅτι γίνεται μεταβολὴ ἀπὸ βαρύτητος ἐπὶ κουφότητα (τὸ γὰρ τοιοῦτο γένεσίς ἐστι καὶ φθορά), ἀλλ’ ὅτι γίνεται ἐπίτασις καὶ ἄνεσις
由 οὐχ ὅτι ... ἀλλ’ ὅτι(不是因为…,而是因为…)构成的对比句式。针对前文将重与轻作为质变的例子,该句排除了从一种对立面实质性转化为另一种对立面(那是生成与消灭),明确指出此处应当理解为同一种性质程度上的增减(强化与弛缓)。括号中的插入句 τὸ γὰρ τοιοῦτο... 用以解释否定前者的理由。
- 5.55ἀλλὰ καθὸ τὰ ἐν γενέσει καὶ φθορᾷ πεφύκασιν ἔχειν, κατὰ τοῦτο λέγεται καὶ τοῦτο ἐστερῆσθαι ὡς ὑπάρχον τῶν ἐν γενέσει καὶ φθορᾷ.
骨干是由相关结构 καθὸ ... κατὰ τοῦτο(依…,据此…)构成的复句。后半句中的 ὡς ὑπάρχον 为中性单数分词,与主语 τοῦτο(指代 τὸ φυτόν)同格,支配部分属格 τῶν ἐν γενέσει καὶ φθορᾷ,表示理由或视角(“作为属于生成与消灭之列的事物”)。
