- 底本
- Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria. Commentaria in Aristotelem Graeca VI.2, ed. M. Hayduck, Berlin: Reimer 1888, pp. 1-452. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4018.tlg001.humanitext-grc1:342.8-343.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿斯克勒庇俄斯注解亚里士多德《形而上学》卷Δ第18章中“依其所由”与“依其自身”的多种含义,并阐释第19章中关于具有部分者的“配置”的定义。
"〈Τὸ καθὸ λέγεται πολλαχῶς〉 ἕνα μὲν [οὖν] τρόπον." Πληρώσας τὸν περὶ τοῦ πέρατος λόγον ἐντεῦθεν διαλέγεται ἡμῖν περὶ τοῦ καθό, καί φησιν ὅτι καὶ τὸ καθὸ πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ εἶδος καὶ ἡ οὐσία ἑκάστου πράγματος, οἷον καθὸ ἀγαθὸς ὁ ἀνήρ, καθὸ ἀγαθός ἐστιν·1 ἕνα δὲ πάλιν ἐν ᾧ πέφυκε πρώτῳ γίνεσθαι, οἷον τὸ χρῶμα ἐν τῇ ἐπιφανείᾳ· πρώτως γὰρ ἐν αὐτῇ θεωρεῖται. τὸ μὲν οὖν πρώτως λεγόμενον καθὸ τὸ εἶδός ἐστιν, ὥσπερ ἐπὶ τοῦ ἀγαθοῦ εἴρηται· δεύτερον δὲ ὡς ἡ ὕλη ἑκάστου καὶ τὸ ὑποκείμενον ἑκάστῳ, ὡς ἐδείξαμεν. φησὶν οὖν ὅτι ὁσαχῶς λέγεται τὰ αἴτια, τοσαυταχῶς καὶ τὸ καθό, ὥστε τετραχῶς, καὶ ἔτι κατὰ τὴν θέσιν. λέγομεν γὰρ ὅτι κατὰ τί ἐλήλυθε, καθὸ τοῦ τέλους ἐφίεται,2 καὶ κατὰ τί παραλελόγισται ἢ συλλελόγισται, καθὸ τὸ αἴτιον τοῦ συλλογισμοῦ τοιοῦτόν ἐστιν ἢ τοῦ παραλογισμοῦ. λέγεται γὰρ τὸ καθὸ τὸ κατὰ τὴν θέσιν, ὡς εἴρηκε, καθὸ ἕστηκεν ἐν τῷδε τῷ μέρει ὁ ἀνδριὰς ἢ καθὸ βαδίζει· πάντα γὰρ ταῦτα τόπον καὶ θέσιν σημαίνουσιν. εἰ οὖν τὰ καθὸ πολλαχῶς, δῆλον ὅτι καὶ τὸ καθ’ αὑτό· ἐκ γὰρ τοῦ καθὸ προῆλθεν. ἕνα μὲν οὖν τρόπον λέγεται τὸ καθ’ αὑτὸ * * * τουτἐστιν ὁ ὁρισμὸς ἑκάστου καὶ τὸ εἶδος ἑκάστου, οἷον Καλλίας καὶ τὸ τί ἦν εἶναι Καλλίᾳ· καθ’ αὑτὸ γὰρ ὑπάρχει τῷ Καλλίᾳ ὁ ὁρισμὸς αὐτοῦ. ἔτι δὲ καθ’ αὑτὸ λέγεται καὶ ὅσα ἐν τῷ ὁρισμῷ τοῦ πράγματος παραλαμβάνεται, οἷον * * * καθ’ αὑτὸ ὑπάρχει· ἐν γὰρ τῷ ὁρισμῷ παραλαμβάνεται τὸ ζῷον. πάλιν δὲ λέγεται * * * οἷον αὐτῷ ὑπάρχει πρώτῳ ἤγουν τῶν * * * οἷον ἡ ἐπιφάνεια λευκὴ καθ’ αὑτήν, ἐπειδὴ πρώτως αὐτῇ ὑπάρχει τὸ λευκόν, καὶ πάλιν ζῇ ὁ ἄνθρωπος καθ’ αὐτό· ἡ γὰρ ψυχὴ μέρος τι τοῦ ἀνθρώπου, ἐν ᾗ πρώτῃ τὸ ζῆν ὑπάρχει. πάλιν λέγεται καθ’ αὑτὸ οὗτινος μὴ ἔστι τι ἄλλο αἴτιον, οἷον τοῦ ἀνθρώπου πολλὰ αἴτια ὑπάρχουσιν, οἷον τὸ ζῷον, τὸ δίπουν, ἀλλὰ καὶ ὁ ἄνθρωπος καθ’ αὑτό ἐστιν ἄνθρωπος, οὐ καθὸ ζῷον ἀλλὰ καθὸ ἄνθρωπος. πάλιν δὲ λέγεται καθ’ αὑτὰ τὰ ἴδια, ὅσα μόνῳ ὑπάρχει 〈καὶ〉 καθὸ μόνῳ αὐτῷ ὑπάρχει, καὶ ὡρισμένα κατὰ τοῦτο, ὥσπερ τὸ γελαστικὸν τῷ ἀνθρώπῳ.
“〈依其所由在多种意义上被述说:〉在一种方式上…” 在结束了关于界限的论述之后,他从这里开始向我们探讨“依其所由”,并且说“依其所由”也在多种意义上被述说:在一种方式上是每一事物的形式和实体,例如人因何而为善,乃依其为善;在另一种方式上则是它原初自然生成于其中的东西,例如表面之中的颜色;因为它是原初在表面中被观察到的。因此,最原初被述说的“依其所由”乃是形式,正如在善者身上所说的那样;第二种则是作为每一事物的质料以及作为每一事物的底层载体,正如我们所表明的。因此他说,原因在多少种意义上被述说,“依其所由”也在多少种意义上被述说,所以有四种方式,此外还有按照位置的方式。因为我们说:“他依何而来?乃依其追求终极;”以及“他依何而谬推或推论?乃依推论或谬推的原因是如此这般的。”因为正如他所说,依位置而言的“依其所由”也是这样被述说的,如依雕像立于此部分,或依其行走;因为所有这些都表示处所与位置。因此,如果“依其所由”在多种意义上被述说,显然“依其自身”也是如此;因为它正是由“依其所由”衍生而来的。在一种方式上,“依其自身”被称为…即每一事物的定义和每一事物的形式,例如卡利亚斯与卡利亚斯的本质;因为他自身的定义依其自身属于卡利亚斯。此外,凡包含在事物的定义之中的东西也被称为依其自身,例如…依其自身而属于;因为动物被包含在定义之中。再者,它被称为…例如原初属于它自身,即属于…例如表面依其自身是白的,因为白原初属于它自身;又如人依其自身而活着;因为灵魂是人的某个部分,生命原初属于灵魂。再次,“依其自身”是指不存在任何其他原因者,例如人有许多原因,如动物、两足,但人自身依其自身是人,不是依其为动物,而是依其为人。再次,固有属性也被称为依其自身,凡仅属于单一者〈并且〉依其仅属于它自身,且依此被限定者皆是如此,正如能笑之于人一样。
"Διάθεσις λέγεται τοῦ ἔχοντος μέρη." Διάθεσίς ἐστι τοῦ ἔχοντος μέρη τάξις ἢ κατὰ τόπον ἢ κατὰ δύναμιν ἢ κατ’ εἶδος, ὥσπερ ἐπὶ τῆς γῆς καὶ τοῦ πυρὸς καὶ τῶν ψυχικῶν δυνάμεων καὶ τῆς μορφῆς. διό φησι 〈θέσιν〉 γὰρ δεῖ τινα εἶναι, ὥσπερ τοὔνομα δηλοῖ ἡ διάθεσις † καὶ τὸ μέρος, ὥσπερ τοὔνομα καὶ τὴν θέσιν οὐχ ἁρμόττει ἐπὶ τῶν ψυχικῶν δυνάμεων (οὔτε γὰρ κεῖνται αὐταί που) ἀλλ’ εἰ ἄρα, ἐπὶ τόπου καὶ τῆς μορφῆς.3
“配置被称为具有部分者的…” 配置是指具有部分者或按处所、或按能力、或按形式的秩序,正如在土与火、灵魂的能力以及形态的情形中一样。因此他说:因为必须有某种位置,正如“配置”这一名称所表明的…位置并不适用于灵魂的能力(因为它们自身并不处于某处),但若真适用的话,乃是适用于处所和形态。
- 5.53καθὸ ἀγαθὸς ὁ ἀνήρ, καθὸ ἀγαθός ἐστιν
前一个 καθὸ 引出示例性命题(“人因何而为善”),而后面的 καθὸ ἀγαθός ἐστιν 则是说明原因和根据的 καθό 分句(“乃依其为善”,即依善的形式或本质)。表面上的同义反复体现了亚里士多德的论点:事物的形式/本质自身即是其属性的根本原因。
- 5.53κατὰ τί ἐλήλυθε, καθὸ τοῦ τέλους ἐφίεται
间接疑问分句 κατὰ τί ἐλήλυθε(“他依何而来?”)与答复性的 καθό 分句(“乃依其追求终极”)并置。介词短语 κατὰ τί 与从属关系短语 καθ' ὅ 在原因的提问与解答中构成完全严整的呼应句式。
- 5.54οὐχ ἁρμόττει ἐπὶ τῶν ψυχικῶν δυνάμεων (οὔτε γὰρ κεῖνται αὐταί που) ἀλλ’ εἰ ἄρα, ἐπὶ τόπου καὶ τῆς μορφῆς
主动词 οὐχ ἁρμόττει(不适合)承接前文的主语概念 ἡ θέσις(位置/放置),在后续的限制性条件句 ἀλλ’ εἰ ἄρα(但若真适用的话)之后省略了 ἁρμόττει,后接并列介词短语 ἐπὶ τόπου καὶ τῆς μορφῆς。
